- 底本
- Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg042.humanitext-grc2:531-532
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者论证了内讧之害远甚于外战,并引荷马关于纷争的诗句,严厉斥责各城邦在既无昔日大邦的名分又无实际争夺利益的情况下盲目陷于内乱的荒谬行径。
οὕτω καὶ ἔθνει κοινῇ καὶ πόλεσι ταῖς προεστώσαις καὶ καθʼ ἑαυτὴν ἑκάστῃ πόλει μεγάλων ἀγαθῶν ἡ πρὸς ἀλλήλους φιλία καὶ ὁμόνοια, καὶ τοὐναντίον ἡ στάσις κακῶν τῶν ἐσχάτων αἰτία πέφυκε γίγνεσθαι. οὐ γὰρ ἔστι γνώμῃ δυσκόλῳ χρωμένους εὐκόλων πειρᾶσθαι τῶν πραγμάτων. εἰ δʼ ὅτι μηδεὶς νῦν πόλεμος πάρεστι, φλυαρίαν τις ἡγεῖται ταῦτα, αὐτὸς ἀγνοεῖ ληρῶν. ἔχει γὰρ οὕτως, οἶμαι· ὁπόταν μὲν πόλεμος παρῇ, τοῖς τοῦ πολέμου πράγμασιν ἡ στάσις λυμαίνεται, εἰρήνης δʼ ὑπαρχούσης τοῖς τῆς εἰρήνης ἀγαθοῖς ἐχθρόν ἐστι. βλάπτειν μὲν γὰρ ἀεὶ πέφυκεν, ἡ δὲ βλάβη πρὸς τοὺς καιροὺς ἀπαντᾷ. πάντων δʼ ἀτοπώτατον τοῖς μὲν ἡγεμόσι χάριν μεγίστην ἔχειν, ὅτι τῶν τοῦ πολέμου κακῶν ἀπαθεῖς ὑμᾶς φυλάττουσιν, αὐτοὺς δὲ ὃ πολλῷ μεῖζον κακόν ἐστι τοῦ πολέμου, τοῦθʼ ἑκόντας αἱρεῖσθαι.1 τοσούτῳ γὰρ στάσις πολέμου χαλεπώτερον, ὅσῳ πόλεμος μὲν ἐξ ὁμονοίας κατορθοῦται, εἰρήνη δὲ στάσει διαφθείρεται, καὶ πολέμου μὲν πολλάκις οὐδέν ἐστʼ ἀπολαῦσαι δυσχερὲς, εἰρήνης δὲ οὐδὲν χρηστὸν, ἐὰν στάσει χρῆται. καὶ μὴν στάσις μὲν εἰρήνην λύει, πόλεμος δὲ στάσιν ἔστιν ᾗ· τοσούτῳ πόλεμος στάσεως αἱρετώτερος· ἀρχὴν δὲ2 οὗ μὲν ἔνι στάσις, ἐνταῦθα καὶ πόλεμος καὶ πρὸς αὐτοὺς, οὗ δʼ ἔννομος πόλεμος, ἁπλοῦς ἅμα καὶ ῥᾴων ὁ κίνδυνος. καὶ μὴν περὶ πολέμου μὲν ἀμφοτέροις τοῖς λόγοις ἔξεστι χρήσασθαι, καὶ ὡς δεῖ ποιεῖσθαι καὶ ὡς μὴ, στάσιν δὲ οὐδεὶς πώποτε τετόλμηκεν εἰπεῖν ὡς βέλτιον εἰ συμβαίη, οὐδέ γε ὡς, εἰ συμβαίη, βέλτιον μένειν. ἀλλʼ ὑπὲρ μὲν πολέμων λέγουσιν ὡς οὐ χρὴ καταλύεσθαι, ὑπὲρ στάσεως δʼ οὐδεὶς πώποτε ἐκ τοῦ εὐθέος εἶπε τὸ μὴ δεῖν ὡς τάχιστα παύεσθαι· εἰκότως. πόλεμοι μὲν γὰρ ἤδη καὶ σωφροσύνης καὶ ἀνδρείας δόξαν ἤνεγκαν τοῖς ὑποστᾶσι καὶ μείζους ἐξ ἐλαττόνων ἐποίησαν καὶ τήν γʼ εἰς τὸν ὕστερον χρόνον ῥᾳστώνην παρεσκεύασαν. τὸ γὰρ τοῖς ὅπλοις κρατεῖν τῶν ἐχθρῶν ἥκιστα εὐκαταφρονήτους, οἶμαι, ποιεῖ, τοῦτο δὲ οὐ μικρὰ μερὶς εἰς τὸ τὴν αὑτῶν ἀσφαλῶς οἰκεῖν. ἡ δὲ στάσις πάντων τῶν αἰσχρῶν καὶ κακῶν ὡσπερεὶ κεφάλαιόν ἐστι, καὶ μὴ ὅτι τῶν ἄλλων εἶναι κρείττους, ἀλλʼ οὐδʼ αὐτοὺς ἑαυτοῖς ὁμοιοῦσθαι.3 μὴ γὰρ εἰ μηδὲν ἀνήκεστον νῦν γίγνεται,4 μηδὲ γὰρ γένοιτό ποτε ὦ Ζεῦ καὶ θεοὶ, ἀλλά τοι τῶν γε πονηρῶν καρπῶν οὐδὲ τὸ σπέρμα φασὶ δεῖν σώζειν. πιστεύειν δὴ χρὴ καὶ Ὅμηρον ἀληθῆ λέγειν, ὡς ἄρα ἔρις ἄρχεται μὲν ἐξ ὀλιγίστου, προέρχεται δὲ ἐπὶ μήκιστον. ἄνευ γὰρ τοῦ πᾶσαν αὐτῷ τὴν Ἰλιάδα εἰς τοῦτο αὐτὸ συγκεῖσθαι καὶ στάσεως εἶναι κατηγορίαν ἅπαν τὸ ποίημα, λέγει δή που καὶ διαρρήδην εἰς τὴν Ἔριν ταυτὶ τὰ ἔπη "ἣ ὀλίγον μὲν πρῶτα κορύσσεται, αὐτὰρ ἔπειτα οὐρανῷ ἐστήριξε κάρη καὶ ἐπὶ χθονὶ βαίνει." ἐγὼ δʼ οὐρανοῦ μὲν ψαύειν ἔριν οὐκ ἔχω ὅπως συγχωρῶ· δειναὶ γὰρ αἱ Διὸς, οἶμαι, πύλαι κλεῖσαι πάροδον παντὶ νοσήματι· τοσοῦτον δʼ ἂν ἔχοιμι διισχυρίσασθαι ὅτι ἥκιστα δὴ τοῦτο τῶν ἀνθρωπείων περιγραπτοὺς ἔχει τοὺς ὅρους. ὅλως μὲν οὖν οὐδὲν, οἶμαι, χρὴ τοσοῦτον ἆθλον νομίζειν οὔθʼ ὑπὸ γῆς οὔτʼ ἐν φανερῷ κατακείμενον ὥστʼ ἀξιόχρεων εἶναι μανίας τοσαύτης· εἰ δʼ ἄρα δεῖ καὶ τοῦτʼ εἰπεῖν, ἐνθυμεῖσθʼ ὅτι τοῖς Λακεδαιμονίοις τότε καὶ τοῖς Ἀθηναίοις καὶ πρός γʼ ἔτι Θηβαίοις ἦν τι σχῆμα τῶν πρὸς ἀλλήλους πραγμάτων. προστασία γὰρ τῶν Ἑλλήνων καὶ τὸ δοκοῦν ἑαυτοῖς προστάξαι κυρίοις εἶναι καὶ παρʼ ἐκείνους ἰέναι τοὺς δεομένους, καὶ χρημάτων δὴ σύλλογοι καὶ πολλὰ τοιαῦτα ὑπῆρχεν ὥσπερ ἀφορμὴ τῆς φιλονεικίας. οὐ πάντη μὲν, οἶμαι, πράγματα αἱρετὰ—τίς δʼ ἂν φήσειεν εὖ φρονῶν; —ὅμως δʼ εἶχέ τινα νοῦν ὡς εἰπεῖν ἡ νόσος. ὑμεῖς δὲ, ὦ ἄνδρες Ἴωνες, καὶ ὑμεῖς, ὦ ἄνδρες εἴτε αὐτόχθονες εἴτε Ἀρκάδες, χαίρετε ἀκούοντες,5 εἴ τις ἔροιθʼ ὑμᾶς ἀντὶ τοῦ στασιάζετε καὶ φιλονεικεῖτε καὶ ταράττεσθε καὶ τετύφωσθε, τί πρὸς θεῶν ἀποκρινεῖσθε; ὑπὲρ ποίας ταῦτα ποιεῖν ἡγεμονίας, ἢ τίνων συμμάχων, ἢ ποίων λιμένων, ἢ τριήρων, ἢ φόρων, ἢ τόπων,
由此可见,无论是对于一个族群全体,还是对于居于领导地位的城邦,抑或是对每一个单独的城邦自身而言,彼此间的友好与和睦自然而然是带来莫大福祉的原因,相反,内讧则自然而然会成为极度灾祸的根由。因为心怀险隘乖戾之念的人,绝不可能经验顺遂安宁的事势。倘若有人因当下并无战事,便将这些言论视同儿戏狂言,那便是他不知道自己才是在胡言乱语了。依我之见,事态乃是如此:凡有战争存在之时,内讧便破坏战事的推进;而逢和平存续之际,它又为和平的善果树敌。盖因其本性常在为害,而所造之害则随具体时机而发。然而最荒谬绝伦者,莫过于人们对当今统治者保全自身免受战争之祸感戴至深,却又亲手主动选择那远甚于战争的灾患。盖内讧之酷烈胜于战争,其程度正如同战争因和睦而得胜,和平却因内讧而遭毁弃;且人们往往能免遭战事之苦,但若耽溺于内讧,则绝无法从和平中获致丝毫裨益。况且,内讧瓦解和平,而战争在某种程度上倒能消弭内讧;仅就此而言,战争亦远比内讧更值得选取。从根本上说,凡有内讧之处,亦必有战争,且是针对自身同胞的厮杀;而在合乎法度的正规战争中,危难既纯粹单一,又更为易于应付。再者,对于战争,人们尚可立足于双重论据,既可辩其当战,亦可辩其不当战;但对于内讧,则从未有人敢言其发生乃是美事,更无人敢言内讧若起,任其迁延反倒更好。人们常为主张战事不应止息而辩护,却从未有人敢于直截了当地宣称内讧不当从速扑灭;此实属理所当然。因为自古以来的战争,往往能为承受者赢来节制与英勇的声誉,使他们由弱小走向强大,甚至为后世开辟安宁。依我之见,在兵刃上压制敌手,最能使人免遭轻蔑,而这对于安居本土而言实为不可或缺的重要部分。相反,内讧乃是一切可耻与罪恶之事的渊薮,它非但不能使人凌驾于他人之上,甚至连维持自身的体统亦不可得。切莫因当下未见不可挽回之祸——吁,宙斯与诸神在上,但愿永无此祸!——便心存侥幸;正如人们所说,对于恶毒之果,即便连种子亦不可留存。理应笃信荷马所言不虚,即纷争往往始于至微,而后延展至无穷之境。且不论他的整部《伊利亚特》皆是依此主题织就,通篇皆是对内讧的声讨控诉,他更在诗中明确就纷争女神写下了如下诗句: “初起时她微昂头颅,随其后 头颅耸入霄汉,双足则践踏大地。” 至于我自身,实难以赞同纷争能触及天界之说;依我看来,宙斯的天门森严可怖,足以禁绝一切灾疾的侵入;但我敢断言的是,在人间百态之中,绝无一事比内讧更缺乏确定的边界。 总而言之,依我之见,无论是深埋地下还是昭然可见,世间绝无任何犒赏之巨足以配得上如此深重的疯狂。退一步讲,若必须挑明此节,诸位不妨回想,当年斯巴达人、雅典人乃至底比斯人,他们彼此之间的争端尚有几分名分与体统。统领全希腊的领袖地位、依自身意志发号施令的权能、求告者云集门前的威仪、贡金的收缴以及诸多此类事务,皆曾作为他们争强好胜的借口与契机。依我看来,这些虽非全然可取之事——试问明智之人谁会如此断言?——然而那场恶疾好歹尚有些许由头可言。可是你们,爱奥尼亚的同胞们,以及你们这群乐于听闻自己被称为土著或阿卡迪亚人的民众,假若有人问你们:究竟是为了什么而挑起内讧、争竞不休、动荡不安且狂妄迷乱,诸神在上,你们将作何回答?究竟是为了何种霸权,为了哪些盟邦,为了怎样的海港、战船、贡税抑或领土,你们才做出这等事来?
- 531πάντων δʼ ἀτοπώτατον τοῖς μὲν ἡγεμόσι χάριν μεγίστην ἔχειν ... αὐτοὺς δὲ ... τοῦθʼ ἑκόντας αἱρεῖσθαι
由表语最高级 πάντων ἀτοπώτατον(省略 ἐστί)引导的带宾格不定式结构,表达愤慨与感叹。不定式 ἔχειν 与 αἱρεῖσθαι 的逻辑主语未予赘述,即承接下文的受话者(ὑμᾶς)。语境中的 τοῖς ἡγεμόσι(“统治者们”)指代罗马帝国当局与行省长官,以此揭露众人一面感激罗马维系外部和平,一面却在城邦内部自相残杀的荒唐自相矛盾。
- 531ἀρχὴν δὲ
名词 ἀρχή 的宾格在此作副词性宾格(adverbial accusative),意为“根本上说”、“首先”或“大前提在于”。该词在否定句中常表“全然(不)”,但此处用于肯定句,用以引入比较内讧与对外正规战争的根本性论点。
- 532καὶ μὴ ὅτι τῶν ἄλλων εἶναι κρείττους, ἀλλʼ οὐδʼ αὐτοὺς ἑαυτοῖς ὁμοιοῦσθαι
惯用成语结构 μὴ ὅτι ... ἀλλʼ οὐδέ(“非但不……甚至连……都不……”)。不定式 εἶναι 与 ὁμοιοῦσθαι 承接前文 στάσις πάντων ... κεφάλαιόν ἐστι,充当表达结果的不定式(蕴含 ὥστε 之意)。意指内讧非但不能使人凌驾于他邦之上,甚至连维持自身的安定与原有水平亦不可得。
- 532μὴ γὰρ εἰ μηδὲν ἀνήκεστον νῦν γίγνεται
省略性句式,μὴ γάρ 之后省略了表思考或禁止的主动词(如 νομίσητε 或 ὑπολάβητε),意为“切莫以为如今尚无不可挽救之事发生便可高枕无忧”。下文的转折从句 ἀλλά τοι ... σώζειν(“恶毒之果连种子亦不可留”)在逻辑上构成了对此警诫的正面补足与承接。
- 532χαίρετε ἀκούοντες
动词 ἀκούω 在此取其准被动语态的惯用义,即“被称为”、“获……之名”。分词 ἀκούοντες 作 χαίρετε(欢喜、乐于)的补充动名词/分词,意为“乐于听闻自己被称为土著或阿卡迪亚人”。此句带有讽刺意味,讥刺那些沉溺于古老高贵头衔的城邦一方面自命不凡,另一方面却陷入琐屑的内争。
