← 阿里斯·台德斯

致诸城:论和谐

§529-530

从雅典与斯巴达的兴衰看和睦的教训

通过回顾雅典与斯巴达昔日因同心同德而击退波斯并共享荣耀的史实,阐述了此后双方争霸内讧如何招致伯罗奔尼撒战争、底比斯的崛起以及马其顿统治下的全希腊覆亡,并援引雅典自身的内乱与大赦先例,力陈和睦至关重要的意义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§529

πρὸς τὴν Ἀσίαν ἄνω. τροπαίων δὲ τρόπαια ἐξήπτετο καὶ βωμοὶ Διὸς ἐλευθερίου καὶ τρίποδες κοινοὶ τῶν Ἑλλήνων ἐν Δελφοῖς καὶ ἀναθήματα καὶ δεκάται καὶ κόσμοι τῶν πόλεων καὶ πᾶσα ἐπίδοσις καὶ τοιαῦτα ἐπεχωρίασε πράγματα. καὶ οἱ μέν γε τὴν ἡγεμονίαν τῶν Ἑλλήνων μετελάμβανον, ἀνθʼ ὧν τότε εἶξαν ἐν καιρῷ, παρʼ ἑκόντων αὐτῶν τῶν Ἑλλήνων εὑρόμενοι τὸν αὐτὸν τρόπον ὅνπερ αὐτοὶ τόθʼ ἑκόντες παρεῖσαν, οἱ δʼ αὖ τὰς ὁμοίας ἀπεδίδοσαν1 οἱ Λακεδαιμόνιοι, καὶ οὔτε ἐκώλυσαν οὔτε ἠμφεσβήτησαν, ἀλλʼ ἡγησάμενοι βελτίους ἑαυτῶν εἰς τὰς ναυτικὰς καὶ τὰς ὑπερορίους ἀποδημίας, τοὺς παρʼ αὐτῶν ἄρχοντας καταλύσαντες ἐκείνοις ἐπέτρεψαν ἡγεῖσθαι. ἐκ δὲ τούτου Σηστὸς, Ἰωνία, Κύπρος, Εὐρυμέδων, ἀμφότερα κοσμούμενος κατάλογος νικῶν ναυτικῶν τε καὶ πεζῶν ἐφαμίλλων πάνθʼ ὡς ἔπος εἰπεῖν τὰ κάλλιστα συνείρετο, ἀντανεχώρουν δὲ οἱ βάρβαροι, δεσπότας τοὺς Ἕλληνας ἑαυτῶν ἀντὶ τοῦ βασιλέως νομίζοντες. ταῦτα μὲν δὴ τὰ τῆς ὁμονοίας αὐτῶν, κοινὰ μὲν ἀμφοῖν, κοινὰ δʼ ἅπασιν ὧν ἡγοῦντο ἀγαθά. ἐπεὶ δʼ ἐστασίασαν περὶ τῆς ἡγεμονίας καὶ τὴν ἐπιείκειαν νομίσαντες ἀνανδρείαν, τὴν αὐθάδειαν ὡς ἀρετὴν ἐτίμησαν, δημαγωγοὶ δὲ καὶ προστάται παρʼ ἀμφοτέροις ἀντὶ τοῦ προϊδόντες τὸ μέλλον διακωλύειν καὶ παραμυθεῖσθαι τὰ πλήθη παρώξυνον καὶ συνέκρουον τὰς πόλεις, τῆς καθʼ ἡμέραν ἡδονῆς ἅπαντα τὸν ὕστερον χρόνον πωλοῦντες· ἀνεῖπε μὲν ὁ κήρυξ ὁ Σπαρτιάτης, ὥσπερ ἐκ θεῶν του καταπεμφθεὶς, ὅτι ἐκείνη ἡ ἡμέρα μεγάλων τοῖς Ἕλλησι κακῶν ἄρξει· ταῦτα δʼ οὐκ εἰς μακρὰν ἐτελεῖτο.2 οἱ μὲν γὰρ ἀήττητοι καὶ ἀπόρθητοι δοκοῦντες εἶναι ζῶντες ἤγοντο αὐτοῖς ὅπλοις, καὶ περὶ σπονδῶν ἐδέοντο, ἐξὸν αὐτοὺς ἐξ ἀρχῆς εἰρήνην ἄγειν πεῖσαι· οἱ δὲ τοσοῦτον ἐκείνων ὑπερσχόντες ἐν τῷ πολέμῳ τούτῳ καὶ τοῖς Ἕλλησι πρότερον τῆς ἐλευθερίας αἴτιοι καταστάντες δευτέρου πολέμου συστάντος πάλιν ἑξῆς τοῦ Δεκελεικοῦ, καὶ πρὸς ἁπάσας πείρας προελθόντες, ἃ μηδʼ εἰπεῖν ἔστʼ ἀδακρυτὶ, ταῦθʼ ἑωρῶντο πάσχοντες, ἕως τά τε τείχη ταῖς ἑαυτῶν χερσὶ κατέσκαψαν καὶ τῆς ἡγεμονίας ἁπάσης ἀπέστησαν. φυγὰς δὲ καὶ σφαγὰς κοινὰς τῶν Ἑλλήνων καὶ πανωλεθρίᾳ πράγματα ἀπολλύμενα οὐδʼ ἂν εἷς λέγων ἐφίκοιτο. εἶχον δὲ τὴν ἀρχὴν ἑκατέραν ἤδη Λακεδαιμόνιοι, καὶ χρόνου βραχέος διελθόντος ἐξέπιπτον μὲν ἐκ τῆς θαλάττης, κατεπατοῦντο δὲ ἐν τῇ γῇ, καὶ παρέρχεται τρίτη πόλις ἀμφοτέρους, ἡ Θηβαίων. καί τινα ἤνθησε χρόνον ἐν τοῖς Ἕλλησιν ὑπερφυῶς· ἀλλὰ γὰρ οὐδʼ αὐτὴ ἄρα ἐν καλῷ τῆς ὁμονοίας καὶ τοῦ σωφρονεῖν ᾠκεῖτο, ἀλλʼ ἅμα τε ἀνῄει καὶ ἀνταφῄρει πάλιν. ὡς δʼ ἐγένοντο τρεῖς αἱ πόλεις καὶ τῶν Ἑλλήνων οἱ μὲν ἠττίκιζον, οἱ δʼ ἐλακώνιζον, οἱ δὲ Θηβαίους ἐθαύμαζον, κοινὸν δὲ οὐδὲν ἦν οὐδὲ γνώμῃ καὶ λογισμοῖς διοικούμενον, εὐθὺς μὲν πόλεμοι Φωκικοὶ καὶ περὶ τὴν Πυλαίαν ταραχαὶ καὶ πράγματα αἰσχύνην ἔχοντα ἀλλήλοις ἐπέβαλλεν, ἡ δὲ τελευταία μοῖρα τῶν Ἑλλήνων ἤδη Φίλιππος ἡγεμὼν καὶ Ἀντίπατρος κύριος. τὸν γὰρ Ἀλέξανδρον ὑπερβήσομαι. πάντα δὲ ἐκεῖνα ὥσπερ ὕδωρ κατὰ γῆς ἔδυ, μικρὸν δὲ λείψανον τῆς Ἑλλάδος εἰς ὑμᾶς ἀγαπητῶς ἀφίκετο ἀρετῇ τῶν νῦν ἀρχόντων ἀναληφθέν. ἆρα μικρόν τι καὶ λῆρον τὸ διάφορον τῆς στάσεως ὑμῖν παρὰ τὴν ὁμόνοιαν φαίνεται; εἰ δʼ αὖ βούλεσθε τοὺς Ἀθηναίους ἐφʼ αὑτῶν θεωρῆσαι, οἳ τῶν μὲν βαρβάρων ἐπιόντων ἐξ ἴσου πολιτευθέντες τοσοῦτον ἁπάντων διήνεγκαν, ἐν δὲ τῷ πρὸς Πελοποννησίους πολέμῳ πάντα τἄλλα ἐνεγκόντες, συμφορὰς ἐν Σικελίᾳ, συμμάχων ἀποστάσεις, Κῦρον, βασιλέα, πάντας ἀνθρώπους ἀνταγωνιστὰς, ὑφʼ ἑνὸς τούτου μόνον ἐξηλέγχθησαν τοῦ διαστῆναι καὶ οὐ πρότερον τῶν πολεμίων ἡττήθησαν πρὶν ἑαυτῶν οὐκ ἐβουλήθησαν.3 ἐλθόντες δʼ εἰς τοῦτο τύχης ὥστε ὅ γε δῆμος φεύγων ᾤχετο, ἐπειδὴ κατελθόντες ἐψηφίσαντο μὴ μνησικακεῖν, ἄριστά τε ἤκουσαν καὶ πάλιν ἦσαν μικροῦ δεῖν ὥσπερ ἐξ ἀρχῆς.

向着亚洲内地而去。战胜纪念碑接踵建立,解放者宙斯的祭坛、德尔斐全希腊共有的三脚祭坛、奉献物、什一献礼、城邦的装点以及一切繁荣昌盛的美事皆在各地蔚然成风。雅典人亦因当初在适当时机让步而获得了希腊人的统帅之权作为回报;他们是在希腊人自身心悦诚服之下取得此权的,正如他们当年心甘情愿地退让一样。而拉刻代蒙人亦以同等的善意回报,他们既未阻挠亦未争辩,反倒认定雅典人比自己更擅长海战与海外远征,便罢免了本方的统帅,将领导之权托付给雅典人。由此,塞斯托斯、爱奥尼亚、塞浦路斯、欧里梅敦等战役相继告捷,兼顾海陆两军争辉竞胜的战功名录,几乎可以说是将一切最辉煌的事迹贯穿在了一起;而蛮族人亦纷纷后退,将希腊人而非波斯王视作自身的主人。 这些正是他们同心合意所结出的果实,既是属于他们双方共有的善果,亦是属于他们所统领的全体人民共有的福祉。然而,当他们为了争夺霸权而陷入内争,将宽和视为怯懦、把狂妄当作美德来崇奉时,双方的煽动家与领袖人物非但未曾前瞻未来而予以阻止并安抚民众,反倒挑唆并煽动城邦彼此冲突,为了贪图当下的享乐而出卖了此后的全部岁月。那位斯巴达使者仿佛受神明差遣一般宣告道:这一天将成为希腊人浩大灾祸的开端;而这些预言不久便告应验。那些曾被视为不可战胜、牢不可破的人,竟携带着武器被活捉,沦落到祈求休战的地步,尽管他们起初本可以说服众人维持和平;而那些在彼场战争中远远凌驾于对方之上、先前曾为希腊人争取自由的功臣们,在紧接着爆发的第二场战争(即德凯莱亚战争)中历尽一切苦难,被人目睹遭受着即便不流泪亦无法启齿的惨痛,直至亲手拆毁自己的城墙,彻底放弃了一切霸权。至于希腊人共同遭受的流亡与屠戮,以及在全盘覆灭中化为乌有的基业,任凭谁用言语也无法穷尽。拉刻代蒙人虽一度兼握陆海两方面的霸权,但仅仅过了短暂的时日,他们便从海上被逐出,在陆上亦遭践踏,而第三个城邦——底比斯——则超越了他们双方。底比斯在希腊人中虽曾极度兴盛一时,但归根结底,它自身亦非建立在和睦与克制的良好境界之上,而是方才兴起便又旋即覆亡。当演变为三足鼎立之势,希腊人有的倒向雅典,有的归顺斯巴达,有的则倾慕底比斯,彼此之间再无任何共同的利益,亦无任何依循理智与审慎的治理,于是福基斯战争、皮莱亚会议的动乱以及带来耻辱的祸患立即彼此接踵袭来;希腊人的最终命运,已然是腓力为领袖、安提帕特为霸主——因为我姑且略过亚历山大不提。昔日的一切光辉皆如水渗入地下般泯灭无闻,唯有希腊的一点微薄余绪,在当今统治者的德操重振下,万幸流传至你们手中。难道内讧与和协之间的天壤之别,在你们看来竟是微不足道的一桩戏言吗?倘若你们愿意单独审视雅典人自身:他们在蛮族进犯之时以平等的体制治理国家,因而远远卓绝于众人;而在对伯罗奔尼撒人的战争中,他们承受了其余的一切磨难——西西里的惨败、盟邦的背叛、居鲁士、波斯王乃至全人类的对抗——却唯独被“分崩离析”这一桩祸患所击垮,在他们愿意〔败给〕自身之前,他们从未被敌人所打败。当他们陷入如此境地以致民众流亡离去之时,他们却在返邦后通过决议不再追究既往(实行大赦),从而赢得了至高的赞誉,几乎重新恢复到了起初的繁荣鼎盛。

语法注3 条
  1. 529τὰς ὁμοίας ἀπεδίδοσαν

    阴性复数宾格形容词 ὁμοίας 属于习惯性省略,其后省略了名词 χάριτας(恩惠、报答)或 ἀμοιβάς(回报)。意为“予以同等的回报”,与前文的 ἀνθʼ ὧν τότε εἶξαν... μετελάμβανον 遥相呼应。

  2. 529ἀνεῖπε μὲν ὁ κήρυξ ὁ Σπαρτιάτης... ταῦτα δʼ οὐκ εἰς μακρὰν ἐτελεῖτο

    此处化用了修昔底德《伯罗奔尼撒战争史》第2卷12节中斯巴达使节梅勒西波斯的著名宣示。在句法结构上,通过 μέν... δέ 的框架,将使者的不祥预言(ἀνεῖπε μὲν... ὅτι ἄρξει)与随后的迅速应验(ταῦτα δʼ οὐκ εἰς μακρὰν ἐτελεῖτο)构成对比。

  3. 530πρὶν ἑαυτῶν οὐκ ἐβουλήθησαν

    这是紧接在否定主句(οὐ πρότερον τῶν πολεμίων ἡττήθησαν)之后、在 πρίν 引导的从句中出现的冗余否定词 οὐ。属格 ἑαυτῶν 从属于由主句 τῶν πολεμίων ἡττήθησαν 承前省略的不定式 ἡττηθῆναι,且冗余否定词 οὐκ 并不否定动词,整句意为“在他们愿意(败给)自身之前,他们从未被敌人打败过”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg042.humanitext-grc2:529-530