- 底本
- Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg042.humanitext-grc2:527-528
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者批判内讧不仅源于嫉妒,更是恐惧与软弱的表现,并通过援引波斯战争中雅典与斯巴达精诚团结、尤其是雅典主动让出指挥权以克敌制胜的历史先例,劝勉众人当同心和睦。
ἔχων εἰπεῖν τοσοῦτον ὅσον βούλεται. ὥστʼ οὐδʼ ὅστις ἂν μόνον εἶπε τὴν αὐθάδειαν ὑποκοριζόμενος ἀνδρείαν, δόξειεν ἂν τοιοῦτος εἶναι, ἀλλὰ πᾶν τοὐναντίον φόβῳ τῷ περὶ τῶν ὑπαρχόντων. ὥσπερ γὰρ ἐν τοῖς γυμνικοῖς ἀγῶσι τὸ τὴν νόμιμον καὶ γιγνομένην μάχην ἀφέντας τὸν ἔξωθεν τρόπον κακουργεῖν οὐ πάνυ θαρρούντων ἐστὶν ἑαυτοῖς,1 οὐδʼ ἡγουμένων οἷόν τε εἶναι νικᾶν ἐκ περιουσίας, οὕτω κἀν τοῖς πράγμασιν ἡ παρὰ καιρὸν ἔρις καὶ τὸ τοῦ προσήκοντος ἔξω σχήματος ἡττωμένων τοῖς ὅλοις εἶναι δοκεῖ. ὥστε οὐ φθόνου μᾶλλον, ἀλλὰ καὶ φόβου καὶ ὕβρεως καὶ ἀνοίας καὶ συλλήβδην εἰπεῖν ἁπάσης κακίας ἐστὶν ἡ στάσις αἰτία, καὶ τῇ προσηγορίᾳ ἁπάντων ἐναντιώτατα ἔχει, ἣν ὑμεῖς περὶ πρωτείων αὐτοῖς τέθεισθε. χωρὶς δὲ τούτων τὸ μὲν πρὸς τοὺς ἀλλοφύλους ἐθελέχθρως καὶ φιλονείκως ἔχειν τάχʼ ἄν τις εἴη συγγνώμη, τὸ δὲ πρὸς αὑτοὺς οὕτως ἀπίστως καὶ στασιαστικῶς διακεῖσθαι οὔτε γνώμης ἀγαθῆς οὔτε τύχης οὐδʼ ἂν εἷς φήσειεν εἶναι. ἔχοιτε δʼ ἂν ἐξετάσαι παραδείγμασι τοῖς ἤδη συμβεβηκόσι χρώμενοι. καὶ γὰρ εἰ μὴ ὅμοια τὰ πράγματα μηδʼ οἱ καιροὶ παραπλήσιοι, τό γε εὖ φρονεῖν ἀεί πως ταυτόν ἐστιν. ἀνενέγκατε τοίνυν ἐπὶ τὴν ἀρχαίαν Ἑλλάδα, ἐπειδὴ καὶ ἀποίκοις τῶν Ἑλλήνων τῶν ἐκεῖ συμβέβηκε σχεδὸν ἅπασιν ὑμῖν εἶναι —λέξω δὲ οὐδὲν καινὸν, ἀλλʼ ἃ πάντες ἐπίστασθε— τοὺς Λακεδαιμονίους καὶ τοὺς Ἀθηναίους. ἐκεῖνοι γὰρ μέχρι μὲν ταυτὰ ἐφρόνουν καὶ μίαν γνώμην εἶχον περὶ τῶν πραγμάτων, ζηλωτοὶ μὲν αὐτοὶ πᾶσι τοῖς Ἕλλησιν ἦσαν, πολλῶν δὲ καὶ μεγάλων ἀγαθῶν ἀλλήλοις τε καὶ τῶν ἄλλων τοῖς δεηθεῖσιν ἑαυτῶν αἴτιοι· καὶ συστάντων ἐπὶ τοὺς Ἕλληνας ἁπάντων ὡς εἰπεῖν ἀνθρώπων, ὥστε τὴν μὲν θάλατταν ἐμπλησθῆναι τριήρων, τὴν δὲ γῆν πεζῶν, εἶναι δὲ τὴν προσδοκίαν τῶν κακῶν ἐν κέρδους μέρει τῷ μὴ αὐτά γέ πω παρεῖναι,2 οὐκ ἠπόρησαν ὅ τι χρήσονται, ἀλλὰ ἀκούοντες μὲν γῆν καὶ θάλατταν μεταβάλλοντα εἰς ἄλληλα, ἀκούοντες δὲ ἥλιον κρυπτόμενον τοῖς τοξεύμασι, καὶ ποταμοὺς ἐπιλείποντας πίνουσι τοῖς ἐπιοῦσι, καὶ ἔθνη καὶ πόλεις ὅλας ἀναλισκομένας εἰς δείπνου λόγον τῷ βασιλεῖ· πρὸς δὲ τούτοις τοῦ θεοῦ τοὺς θεωροὺς τοὺς εἰς Δελφοὺς ἀφικομένους ἐξελαύνοντος μετʼ ἀπειλῶν δεινῶν καὶ φόβων οὐκ ἐξεπλάγησαν, οὐδʼ ἡττήθησαν τῶν ἐπιόντων πραγμάτων, ἀλλὰ καὶ μέρους τῆς Ἑλλάδος οὐκ ὀλίγου νοσήσαντος, καὶ τῶν μὲν εὐπρεπῶς ἐκποδὼν στάντων, εἰ δὴ τοῦτό γε εὐπρεπῶς δεῖ καλεῖν, τῶν δὲ ἐκ τοῦ φανεροῦ μηδισάντων, ἔδειξαν ὅσου τινὸς ἄξιον εἴη πρᾶγμα αἱ πρῶται πόλεις ταυτὸν φρονήσασαι. ἰσχύοντες γὰρ οἱ μὲν ταῖς ναυσὶν, οἱ δὲ τῷ πεζῷ, πρῶτον μὲν τὴν ἀπʼ ἀμφοῖν ὠφέλειαν κοινὴν ἑαυτοῖς τε καὶ τοῖς ἄλλοις Ἕλλησι παρέσχοντο, ἔπειθʼ ὃ πολλῷ μειζόνως ἄν τις ἀγασθείη, οὐ γὰρ διείλοντο τὴν ἡγεμονίαν, ἀλλʼ ὥσπερ ἂν εἰ πόλις μία ἄμφω ταῦτα παρείχετο, τὴν μὲν προθυμίαν κοινὴν, τὴν δὲ ἡγεμονίαν μίαν ἠξίωσαν ποιήσασθαι. καὶ οὐδέν γε ἔλαττον ἐνέγκασθαι συνέβη τοῖς παραχωρήσασιν αὐτῆς ἢ τοῖς ἀξιωθεῖσιν, οὐδʼ ἀτιμοτέρου γενέσθαι λόγου οὔτε ἐν τῷ παραχρῆμα τοῖς Ἕλλησιν οὔτʼ ἐν τῷ μετὰ ταῦτα χρόνῳ τοῖς πᾶσιν ἀνθρώποις. ἀλλʼ ἔδοξαν οἵ γε Ἀθηναῖοι δύο ἡγεμονίας τότε τοῖς Ἕλλησιν ἡγήσασθαι,3 τὴν μὲν τῆς παρασκευῆς τῆς ἐπὶ τοὺς πολεμίους, τὴν δὲ τῆς ἐπιεικείας τῆς πρὸς ἀλλήλους, οἵτινες τῶν συμπασῶν τριήρων τὼ δύο μέρη μόνοι πληροῦντες Λακεδαιμονίοις οὐδʼ εἰς δέκατον τελοῦσιν ἑαυτῶν παρεῖσαν ἡγεῖσθαι, νομίζοντες εἰ μὴ πρότερον τὴν ὁμόνοιαν τὴν πρὸς ἀλλήλους παράσχοιντο, οὐδʼ ἂν δὶς τοσαύτας γενομένας τὰς ναῦς οὐδὲν ὠφελῆσαι τὰ πράγματα. οὕτω δὲ ὁμιλήσαντες ἀλλήλοις καὶ πάντα κοινωσάμενοι καὶ τοὺς αὐτοὺς ὅρους θέμενοι τοῦ συμφέροντος, ἐξείλοντο μὲν αὐτὰς τὰς Ἀθήνας ἐχομένας ἤδη καὶ οἰκουμένας ὑπὸ Περσῶν, ἐρρύσαντο δὲ τὴν Ἑλλάδα ὑποβρύχιον φερομένην καὶ μικροῦ δέουσαν ἤδη πᾶσαν οἴχεσθαι, γῆν δὲ καὶ θάλατταν ἐκόσμησαν πεζομαχίαις καὶ ναυμαχίαις, ὅσον εὔχοντο νικῶντες. τὸν δʼ ἐξισοῦντα τῇ τοῦ Διὸς ἀρχῇ τὴν ἑαυτοῦ πρὸς τοσοῦτον δέους καὶ ταπεινότητος κατέστησαν ὥστʼ ἀναπηδήσας ἐκ τοῦ θρόνου φεύγων ᾤχετο γῆν πρὸ γῆς, ἑτέραν δὲ φυγὴν ἔφευγον αἱ νῆες
仿佛自身毫无充足的话柄可如愿道来。因此,即便有人仅仅以委婉之辞将狂妄称作英勇,亦绝不会被视为真正具有此种品质,反倒恰恰相反,会被看作是出于对其既有地位的恐慌。因为正如在竞技比赛中,舍弃合法且正当的较量方式而从外部施展下作手段,乃是那些对自己毫无底气、不信凭自身充裕实力能够取胜之人的作为;同样,在国家大事之中,不合时宜的争斗与逾越本分姿态的行为,亦显见是属于那些在全盘局势中趋于劣势之人的特征。因此,内讧与其说是嫉妒的原因,不如说更是恐惧、狂妄、愚妄,简而言之是一切恶德的原因,并且与你们就首位之争所赋予它们的称号全然截然相反。 除此以外,若对异族之人怀有自招的敌意与好胜之争,或许尚有一丝可原谅之处;但若对同胞竟怀有如此猜忌与偏狭倾轧之心,任谁也不会说这是出于明智的见识或良好的命运。你们大可通过援引业已发生的先例来审视此理;因为即便事物不尽相同,时运亦非完全一致,但深思熟虑的见识在某种意义上始终是同一的。那么,请你们回顾古昔的希腊吧——既然你们几乎全都是那里的希腊人的殖民后裔——我所说的并非新奇之事,而是你们众人皆知的事理:且看拉刻代蒙人与雅典人。 想当年,只要他们思虑一致、对国家大局持同一见解,他们自身便为全希腊人所景仰羡慕,并为彼此以及其余需要他们的城邦带来了诸多伟大的福祉。当全人类可以说是联合起来对抗希腊人,以致海洋充斥着三层桨战船,陆地塞满了步兵,甚至对灾难的预期仅凭其尚未真正降临这一事实本身便被算作收益之时,他们亦未曾陷入进退维谷之境。尽管他们听闻陆地与海洋彼此变易,听闻太阳被飞箭遮蔽,河川因进犯者的饮用而干涸,整个整个的民族与城邦为了波斯王的单单一次晚餐便耗费殆尽;不仅如此,当神祇以可怕的威吓与惊惧将抵达德尔斐的使者驱逐之时,他们亦未曾惊慌失措,更未屈服于席卷而来的劫难。相反,即便希腊有相当大的部分身染痼疾,有的城邦体面地退避一旁(倘若这确实应当被称为体面的话),有的城邦则公然投向波斯,这两大首要城邦却以同心同德展现了其价值究竟何其重大。 因为他们一者在舟师上称雄,一者在陆军上见长,首先将两者所生的效用作为共有之利提供给自身及其他希腊人;其次,这更是令人远为惊叹之事,他们并未瓜分领袖之权,而是犹如一个城邦兼备这两股力量一般,决意将热忱归于共有,而将统帅之权归于一统。对于让出统帅之权的一方而言,他们所赢得的荣耀丝毫不少于被推戴的一方,无论在当时希腊人眼中,还是在后世全人类心中,他们所享有的声誉都绝未变得微贱。相反,人们认为雅典人在那时向希腊人展现了双重的统率之功:其一是针对敌人的战备之统率,其二是对待彼此的宽和之统率。他们独自装备了全部三层桨战船的三分之二,却将指挥权让给了连他们十分之一都不到的拉刻代蒙人,因为他们认定,若不首先在彼此之间达成和睦,即便战船增加一倍,对大局亦毫无补益。他们如此彼此相处,同舟共济,对共同利益立下相同的界标,不仅收复了已被波斯人占领并居住的雅典城本身,挽救了沉沦于水下、几近全盘覆灭的希腊,更以陆战与海战光耀了陆地与海洋,赢得了如其所祈愿的完满胜利。而那位曾将自身统治比同宙斯之治的君王,亦被他们逼入了极度的恐惧与屈辱之中,以致从王座上一跃而起,仓皇从一邦逃往另一邦,而船只则另作一场奔逃。
- 527τὸ τὴν νόμιμον καὶ γιγνομένην μάχην ἀφέντας τὸν ἔξωθεν τρόπον κακουργεῖν οὐ πάνυ θαρρούντων ἐστὶν ἑαυτοῖς
带冠词不定式短语 τὸ ... κακουργεῖν 作全句主语,与表示特征或属性的表语属格 οὐ πάνυ θαρρούντων ἐστίν 结合。宾格分词 ἀφέντας 作为泛指的语义主语修饰不定式,构成了表语属格与不定式宾格主语相呼应的复合句式。
- 527τῷ μὴ αὐτά γέ πω παρεῖναι
带有否定词 μή 的与格冠词不定式短语,充当原因或方面与格,用以说明前文 ἐν κέρδους μέρει(算作收益的一部分)的根据,即“由于这些祸患本身尚未真正降临”。
- 528δύο ἡγεμονίας τότε τοῖς Ἕλλησιν ἡγήσασθαι
同族宾格(cognate accusative)结构,动词 ἡγέομαι 带同源名词 ἡγεμονία 作宾语,意为“展现了双重的统帅/引导之功”,其具体内容由后文的 τὴν μὲν ... τὴν δὲ ... 分别展开。
