- 底本
- Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg042.humanitext-grc2:525-526
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者论证了和谐与节制对于全族的尊严与安全不可或缺,尤其是担负领袖职责的城邦更当以身作则,并援引荷马与神话例证称扬善言与宽容之德,同时告诫内讧的危害。
ἀλλὰ μὴν ὅτε καὶ παντὸς ἔθνους τοῦτο σχῆμα κάλλιστον καὶ αὕτη σωτηρία βεβαιοτάτη, δῆλον δή που τοῦθʼ ὅτι καὶ πόλεις καὶ σύντρεις καὶ συμπλείους τῶν εἰς ταυτὸν τελουσῶν εἰκὸς ἔχεσθαι τούτου. οὐ γὰρ δή που ἅ γε κοινῇ πάσαις ταῖς ἐν τῷ ἔθνει συμφέρει, ταῦτʼ ἐνίαις αὐτῶν οὐχὶ τὸν αὐτὸν ἔχει λόγον. οὐ γὰρ εἰ τοῦ πρωτεύειν ἀντιποιοῦνται, τοῦτο βελτίω τι τὴν στάσιν ποιεῖ, ἀλλʼ ἐνταῦθα δὴ καὶ τὴν ὑπερβολὴν εὕροι τις ἄν. εἰ γὰρ ἃ μηδὲ τοῖς τυχοῦσι [μηδὲ τοῖς φαυλοτάτοις] ἐπιβάλλειν μηδʼ ἂν εἷς φήσειε, ταῦθʼ οἱ προέχειν ἀξιοῦντες ἑαυτοῖς ἡγήσονται προσήκειν,1 καὶ μὴ καθʼ ὅσον δύνανται φυλάξονται, πῶς οὐ προσθήκην ἡ κατηγορία λαμβάνει, ἢ πῶς οὐχ ἕτερον μέν ἐστιν ὃ βούλονται, ἕτερον δʼ ὃ κατασκευάζουσι; βούλονται μὲν γὰρ εὐδοκιμεῖν ὡς ἄριστοι δή που, φαίνοιντο δʼ ἂν οὕτω γε ἐξ ἴσου τοῖς κακίστοις διακείμενοι. οἶμαι δʼ ὥσπερ τοὺς στρατηγοὺς πᾶς τις ἂν ἀξιώσειε μάλιστα μὲν βελτίους εἶναι τῶν στρατιωτῶν, πάντως δὲ μὴ χείρους, οὕτω καὶ τὰς πόλεις αἷς τὸ προβουλεύειν ἀνάκειται μὴ χεῖρον τῶν φαυλοτέρων καὶ τῶν πολλῶν φρονεῖν. ὥσπερ τοίνυν εὐταξία καὶ κόσμος οὐ τοῖς μὲν στρατιώταις ἐπιτήδειον, στρατηγοῖς δὲ ἄτιμον οὐδὲ ἄχρηστον ὑπάρχει, ἀλλʼ εἴπερ οἱ πολλοὶ παρέξουσιν ἑαυτοὺς ἐν τῷ τεταγμένῳ, δεῖ τοὺς ἡγουμένους αὐτοῦ τούτου πρῶτον αὐτὸ ἡγεῖσθαι, ὡς ἐκεῖνό γε ἀμήχανον, στρατηγῶν στασιαζόντων καὶ τεταραγμένων πρὸς ἀλλήλους στράτευμα μιᾶς γνώμης γενέσθαι, οὕτω καὶ τῶν πόλεων χρὴ νομίζειν μάλιστα προσήκειν σωφρονεῖν αἵτινες ἀντὶ τοῦ κοινοῦ σχήματός εἰσιν ἅπασι τοῖς ἐν τῷ γένει. θαυμάζω δʼ εἰ πολέμου μὲν ἥκοντος πᾶς τις ἂν αὑτοῦ κέρδος ἡγοῖτο ὡς μετὰ πλείστων καὶ γενναιοτάτων συμμάχων κινδυνεύειν, ἐξὸν δʼ ἀκινδύνως τὰ ὑπάρχοντα καρποῦσθαι, εἰ μετʼ ἄλλων ὑπάρξει, ζημίαν λογιεῖται, καὶ μηδʼ ἐκεῖνο ἐνθυμηθήσεται, ὅτι ὅσῳ ἂν μειζόνων ἑαυτὸν ἀξιοῖ, τοσούτω μᾶλλον εἰκός ἐστι καὶ τοῖς ἄλλοις χρηστὰ τὰ πράγματʼ εἶναι συμβούλεσθαι· ὡς τὸ μὲν τῶν οὐδενὸς ἀξίων ἔμπροσθεν εἶναι σεμνὸν οὐδὲν, ἡ δὲ πρὸς τοὺς ἐλλογίμους ἅμιλλα κατʼ ἀμφότερʼ ἀσφαλής. καὶ γὰρ νικῶντι καλὸν τὸ σχῆμα τῆς φιλοτιμίας, κἂν ἄλλο τι συμβαίνῃ, πάρεστιν ἡ παραμυθία. ἔξεστι δὲ κἀκ τῶν Ὁμήρου μαθεῖν. ἐπειδὴ γὰρ κοινότατος ὁ ποιητὴς, οὐ χεῖρον κἀκείνῳ πρός γε τὰ τοιαῦτα προσχρῆσθαι. ἐκεῖνος γὰρ τούς τε ἥρωας ἅπαντας ὡς ἔπος εἰπεῖν ἐπαινεῖ καὶ τοὺς ἐναντιωτάτους ἀλλήλοις, ἡγούμενος μείζω τοῖς κρατήσασιν αὐτῶν οὕτως ἂν γίγνεσθαι τὴν δόξαν. καὶ τὰς πόλεις καταλέγων ἄλλας ἄλλον κεκόσμηκε τρόπον, πάσας δʼ εἰς ὅσον οἷόν τε ἦν, ὅ τι καὶ μικρὸν ἔχοι τιμῆσαί τινα αὐτῶν οὐδαμῆ προϊέμενος. ἐλαφρὰ γὰρ, φασὶ, χάρις ἡ τῆς εὐφημίας. ὥστε μηδὲ τοὺς ἐχθροὺς δεῖν ἀποστερεῖν τοῦ τοιούτου χρηστόν γέ τι πράξαντας θεῶν τινος εἶναι παραίνεσιν Ἡρακλεῖ Πίνδαρος, οἶμαι, λέγει. οὕτω φύσει θεῖόν τι χρῆμα τὸ τῆς εὐφημίας, καὶ οὐκ ἐπειδὰν τῶν ἱερῶν μέλλωμεν κατάρχεσθαι, τότʼ ἔχει μόνον καιρὸν, ἀλλὰ κἀν τοῖς πλείστοις τῶν ἀνθρωπείων πραγμάτων. τοὺς δʼ εἰς ὅσον ἔξεστι χρωμένους αὐτῇ κεχαρισμένως ἂν τοῖς θεοῖς ποιεῖν σύμβολον ἥ τε τοῦ κήρυκος αὕτη φωνὴ καὶ ἡ τῶν ἱερέων,2 ἐπειδὰν τἀγαθὰ τοὺς θεοὺς αἰτῶμεν, γιγνομένη. ὥσθʼ ὅτε τῇ τῶν ἀγαθῶν αἰτήσει προσήκει τοῦτο τὸ εἶδος τῶν λόγων, εἰκὸς δή που καὶ καθάπαξ αὐτὸ τιμῶντας βέλτιον πράττειν ἂν οἴεσθαι καὶ τῆς βελτίονος μοίρας σώζειν πρᾶγμα. εἰ δʼ αὖ τοῦθʼ οὕτως ἔχει, πῶς οὐ φευκτὸν καὶ κατὰ τοῦτο ἡ στάσις; ὡς οὐκ ἔσθʼ ὅ τι μᾶλλον ἐναντίον εὐφημίᾳ τούτου τοῦ κακοῦ· δυοῖν γὰρ ἓν ἀντίκειται τοῖν καλλίστοιν. οὔτε γὰρ λέγειν τὰ βέλτιστα οὔτε πράττειν ἐᾷ, ἀλλὰ βλασφημίας μὲν ἀντʼ εὐφημίας, δυσπραξίας δὲ ἀντʼ εὐτυχίας φέρει. οὕτως οὗ μὲν εὐφημία, καὶ εὐπραξία, οὗ δὲ στάσις, οὐδέτερον σώζεται. καὶ μὴν ὁ μὲν οὐδαμῶς ἀξιῶν καθαιρεῖν τοὺς πλησίον θαρρῶν ἑαυτῷ δοκεῖ ποιεῖν τοῦτο, ὡς οὐδὲν ἂν αὐτός γε ἐλάττων ταύτῃ νομισθεὶς,3 ὁ δὲ τὴν εἰς ἑτέρους ἐπήρειαν κέρδος ἑαυτοῦ ποιούμενος χωρὶς τῆς ἄλλης κακίας ὕποπτον ἑαυτὸν καὶ περὶ ὧν ἐρίζει καθίστησιν, ὡς οὐδὲν
然而,既然这对任何族类而言皆是最美好的形态与最稳固的保全,那么显然,属于同一共同体的城邦,无论是三邦结盟还是更多城邦结合,皆理当固守于此。因为凡是有利于该族类中所有城邦的共同之事,对其中某些城邦而言绝不可能不具有同样的道理。城邦之间即便争夺首位,也绝不会让内讧因此有丝毫变好,反而正是在此处,人们能发现其恶劣的极点。因为倘若自命应当拔得头筹之人,竟认为那些任谁也不会说适合平庸之辈的行为是属于自己的本分,且不竭尽所能加以戒备防范,那么对他们的指责怎能不愈加沉重?抑或,他们所期望的与他们实际所造成的,又怎能不是南辕北辙?他们固然希望作为至善之人而享有盛名,但若如此行事,在众人眼中却与至恶之人毫无二致。 我认为,正如任何人都会要求将领们最当优于士卒,无论如何也不当劣于士卒;同样,对于那些肩负领袖之责的城邦,理当要求它们不可怀有比庸弱城邦和大众更为低下的见识。因此,正如严明的纪律与秩序并非仅仅适合士卒,而在将领身上便成为不体面或无用之物,相反,若大众应当守规受约束,统帅们就必须首先把这本身奉为首要原则——因为当将领们彼此倾轧、互生内乱之时,军队绝无可能拧成一股绳——同样,也理当认为,在诸城邦中,最应当保持克制与分寸的,正是那些在全族面前代表着共同仪范的城邦。 我深感诧异的是,倘若战端一开,人人都将与尽可能多且最英勇的盟友共同涉险视为自身之幸,可一旦能够在没有危险的情况下安享既有的福祉,却仅仅因为与他人共享便将其算作损失,甚至从未深思:一个人自视配得的尊荣越高,就越应当合乎情理地祈愿他人的境遇同样良好。因为凌驾于毫无价值之人之上毫无尊严可言,而与声名显赫之辈竞争,在两种结果上都是稳妥的:若取胜,这份争胜之心的姿态固然光彩夺目;若遭遇其他结果,亦能享有慰藉。 人们从荷马的作品中亦能领会此理。既然这位诗人为所有人所共有,在论及此类事理时借用他的教益便再好不过。荷马几乎赞扬了所有的英雄,乃至彼此最为敌对之人,正是因为他认为,唯有如此,胜过他们之人的威名才会更加宏大。而且在列举诸城邦时,他也以不同的方式装饰了各邦,竭尽所能地赞誉所有城邦,哪怕只有微小的由头可以赞美其中之一,也绝不轻易放过。因为正如俗话所说,赞美之恩微而不费。因此,品达大概曾言,即便仇敌立下善行,亦不可剥夺此等赞誉,这乃是某位神祇给予赫拉克勒斯的劝诫。 由此可见,美言在本质上乃是一种神圣之物,它并非只有在我们即将开启祭礼时才具有适宜的时机,在人类事务的绝大多数场合皆是如此。我们在向神明祈求福祉时传令官与祭司所发出的这种呼声便是一个明证,昭示着凡尽可能施行美言之人皆是在做悦纳于神明之事。既然此类言论与祈求福泽相契合,那么理所当然可以认为,全心尊崇美言之人必将行事顺遂,并保全属于更优命运的福分。若此话确实不假,那么从这一角度来看,内讧又何尝不是一件极为应当弃绝之物?因为没有任何灾祸比内讧更加背离美言;这是一桩对抗着两件最美之事的单一祸患。它既不允许人们言说至善之辞,亦不允许人们行至善之事,反倒以谩骂取代美言,以凶灾取代福祉。因此,美言所在之处必有昌盛,而内讧所在之处两者皆荡然无存。 况且,绝不妄图贬抑邻邦之人,显出是凭着内心的底气而行事,深信自己绝不会因此而被视作有所逊色;然而,将侵害他人视作自身收益之人,且不论其其余的恶劣品质,甚至使自己在所争夺的事情上也变得可疑起来,仿佛自身毫无
- 525εἰ γὰρ ἃ μηδὲ τοῖς τυχοῦσι [μηδὲ τοῖς φαυλοτάτοις] ἐπιβάλλειν μηδʼ ἂν εἷς φήσειε, ταῦθʼ οἱ προέχειν ἀξιοῦντες ἑαυτοῖς ἡγήσονται προσήκειν
由无先行词的关系代词 ἃ 引导的关系从句,在后文由指示代词 ταῦθʼ 承接。双重否定 μηδὲ... μηδʼ ἂν εἷς 起到强化否定的作用,意为“任谁也不会说适合平庸之辈的事情”。条件句 εἰ... ἡγήσονται 采用将来直陈式,表达对某种不良可能性的严厉告诫。
- 526τοὺς δʼ εἰς ὅσον ἔξεστι χρωμένους αὐτῇ κεχαρισμένως ἂν τοῖς θεοῖς ποιεῖν σύμβολον ἥ τε τοῦ κήρυκος αὕτη φωνὴ καὶ ἡ τῶν ἱερέων
句子的主语为 ἥ τε τοῦ κήρυκος αὕτη φωνὴ καὶ ἡ τῶν ἱερέων,系动词 ἐστί 在表语名词 σύμβολον 处省略。带 ἄν 的不定式短语 τοὺς... χρωμένους... κεχαρισμένως ἂν τοῖς θεοῖς ποιεῖν 作 σύμβολον 的同位语说明,解释此“明证”的具体内容,表示“凡尽力践行美言之人便是在行悦纳于神明之事”。
- 526ὡς οὐδὲν ἂν αὐτός γε ἐλάττων ταύτῃ νομισθεὶς
连词 ὡς 与被动态不定过去分词 νομισθείς 及小词 ἄν 结合,表示动作主体(主语 ὁ μέν)的主观信念与预期,相当于带 ἄν 的潜在希求式或直陈式过去时,意为“深信自己绝不会因此而被视作有所逊色”。
