← 阿里斯·台德斯

致诸城:论和谐

§523-524

摒弃内讧与劝勉诸城邦实现和谐

演说者在赞颂了佩加蒙、士麦那与以弗所三大城邦的渊源与威望之后,转入劝勉各邦实现和谐一致的主题,告诫众人切莫因嫉妒与内讧而自毁,当以道德与同心同德重于外在的物质繁荣。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§523

σεμνοτάτη καθέστηκε, μὴ καὶ ἓν τοῦτο ἐξαρκεῖν ὑπολαμβάνειν1 εἰς φιλίαν τῇ πόλει, τὴν τῆς θεοῦ τιμὴν, ἣν αὐτή τε τιμήσασα ἔχει τὴν πόλιν καὶ παρʼ ἀνθρώπων αὐτὴν εἰκός ἐστι φέρεσθαι; καὶ μὴν αἱ μὲν δύο τῶν πόλεων μιᾶς καὶ τῆς αὐτῆς ἄποικοι τῆς Ἀθηναίων πόλεως, ἣν οὐδʼ ἂν εἷς αἰσχυνθείη δή που πρόσχημα παντὸς τοῦ Ἑλληνικοῦ προσειπεῖν· ἤδη δὲ ἔχει τι καὶ αὕτη παραπλήσιον ταῖς Ἀθήναις αὐχῆσαι κατὰ τὴν τῶν αὐτοχθόνων ἀνδρῶν τε καὶ ἡρώων φοράν· εἰ δὲ μὴ, ταύταις γʼ ἔχει παραπλήσιον. καὶ γὰρ αὐτῇ τὰ τῶν ἀποίκων ἀπὸ αὐτοχθόνων ἐστὶ τῶν Ἀρκάδων. ὥστε κἀκ τούτων εἰκὸς γνῶναί τε ἀλλήλας καὶ τιμῆσαι τὰ γιγνόμενα. εἶεν. ἃ μὲν δὴ κοινῇ τοῖς γένεσι τοῖς συντελοῦσι καὶ ταῖς πόλεσι ταῖς τοῦ πρωτείου ἀντιποιουμέναις ἀποδοθῆναι προσῆκεν εἴρηται διὰ πάσης βραχύτητος, ὥς γʼ ἐμοὶ φαίνεται, καὶ ἅμα οὐ τὰ φαυλότατα, ὡς ὑμεῖς ἐπεσημήνασθε· καὶ πολλὴ χάρις ὑμῖν ταῦτά γε δὴ δεξαμένοις εὐμενῶς. ἀκόλουθον δʼ ἐμοί τε τὸν λοιπὸν λόγον προσθεῖναι τὸν τῆς παρακλήσεως, εἴπερ μὴ ψυχαγωγία τις ἔσεσθαι μέλλει μόνον τῆς ἀκροάσεως, ἀλλά τι καὶ χρείας προσέσται, ὑμῖν τʼ ἐθελῆσαι καὶ τούτων μετὰ τῆς ὁμοίας ἀκοῦσαι γνώμης, ἵνα μὴ μόνον τῇ παραχρῆμα εὐφημίᾳ τετιμηκότες ἦτε τὸν λόγον, ἀλλὰ καὶ τῇ παρὰ πάντα τὸν χρόνον καὶ ἐπʼ αὐτῶν τῶν πραγμάτων μνήμῃ. ἐγὼ γὰρ, ὦ ἄνδρες ἄριστοι τῶν τῇδε Ἑλλήνων, εἰ μὲν ἔμελλον ὑμῶν ἕκαστοι ταῦτα ἐφʼ οἷς νῦν ἀγάλλονται προήσεσθαι τῇ πρὸς τοὺς ἄλλους ἐπιεικείᾳ καὶ κοινότητι, οὐδʼ ἂν αὐτὸς συνεβούλευον τὰ οἴκοι βλάπτοντας τὰ τῶν πλησίον κοσμεῖν. ὅτε δέ ἐστι τοσαῦτα ἑκάστοις ἐφʼ οἷς ὑπάρχει φιλοτιμεῖσθαι καὶ οὐδὲν ἔλαττον ἀνάγκη φρονεῖν ἀρετῇ χρωμένους εἰς ἀλλήλους, οὐχ ὁρῶ τίνʼ ἔχει λόγον ἡ διαφορὰ, ἀλλὰ καὶ τοὐναντίον εἴποιμʼ ἂν ἅπαν τούτου, βουλομένων μὲν εἶναι σώζειν τὴν ἑαυτῶν φιλοτιμίαν, πράως τοῖς ἄλλοις ὁμιλεῖν,2 ἐπηρεαζόντων δὲ τοῖς ὑπάρχουσιν εἰς ἔριν καὶ φιλονεικίαν ἐξάγειν. ἐν μὲν γὰρ τῇ ὁμονοίᾳ καὶ ἑτέρους ἔστιν ἐπαινέσαι καὶ τὰ ἑαυτῶν ἀκούειν ἐπαινούμενα, ἐν δὲ τῷ διαστῆναι κακῶς ἑτέρους εἰπόντας ἀντακοῦσαι κακῶς αὐτοὺς καὶ ἃ μὴ προσῆκεν. ὥσθʼ ὅσῳ τις μᾶλλον ἐπαινεῖσθαι βούλεται καὶ τῶν ὑπαρχόντων ἀπολαύειν πλεονεκτημάτων, τοσούτῳ μᾶλλον τῶν ἴσων ὑπαρκτέον αὐτῷ καὶ ταῖς ἐπιεικείαις χρηστέον. ἀλογώτατον δʼ ἂν εἴη πάντων ἄχθεσθαι μὲν τοῖς ἑτέρων ἀγαθοῖς, λυμαίνεσθαι δὲ τοῖς ἑαυτῶν, καὶ μᾶλλον δυσχεραίνειν εἴ τις καὶ ἕτερος τὰ εἰκότα τιμήσεται ἢ εἰ τῶν προσηκόντων αὐτὸς παρὰ πάντων ἑκόντων μὴ τεύξεται. καὶ μὴν ἅμα τε ἀχθεσθήσεται τοῖς ἑτέρων ἀγαθοῖς καὶ δῆλος ἔσται φθονῶν. τοῦτο δὲ οὐ τοῦ κρείττονος οὐδαμῶς. ἄξιον τοίνυν κἀκεῖνο ἐνθυμηθῆναι, ὅτι ταυτὶ μὲν ἅπαντα ὅσα μικρῷ πρόσθεν διῄειμεν καὶ ὅσα τοιαῦτα ἂν εἴποι τις, οἷον κάλλη δημοσίων οἰκοδομημάτων καὶ μεγέθη περιβόλων, καὶ κεῖσθαι καλῶς καὶ χρήμασιν ἰσχύειν ἐγγείοις ἢ ναυτικοῖς, καὶ πάνθʼ ὅσα τούτου τοῦ γένους ἔχεται, τύχης ἄν τις φήσειεν εἶναι, τῆς καὶ διδούσης ἕκαστα τούτων καὶ παραιρουμένης ἡνίκʼ ἂν αὖ καὶ τοῦτο βουληθῇ· ἡ δὲ τῆς ὁμονοίας προαίρεσις καὶ τὸ χρῆσθαι τὰ πρέποντα ἀλλήλοις αὐτῆς τῆς γνώμης τῶν οὕτω διακειμένων ἐστίν. ὥστʼ οὐχὶ τοσοῦτον εἰκὸς τοὺς ἐκείνῃ προέχοντας φρονεῖν, ὅσον τοὺς κατὰ ταῦτα νικῶντας. καὶ μὴν ἐκεῖνα μὲν ἔξεστι μὴ πάντων ἐφεξῆς εἶναι φῆσαι, ἀλλὰ τῶν κατασκευασαμένων καὶ παρʼ ὧν ἕκαστα παρειλήφαμεν, οἱ μὲν κατὰ τοὺς αὐτοὺς χρόνους, οἱ δʼ ὕστερον γενόμενοι. τὸ δʼ εὖ βουλεύεσθαι καὶ σωφρονεῖν ἅπαντός ἐστι δή που τοῦ βουλομένου τοῦτο ἑαυτῷ παρεῖναι. χρὴ δʼ ὥσπερ οἰκίαν ἄριστα κατεσκευάσθαι κρίνομεν οὐχ ἥτις ἂν ὡς κάλλιστα λίθων ἔχῃ, ἀλλʼ ἥτις ἂν μιᾷ γνώμῃ μάλιστα οἰκῆται, οὕτω καὶ πόλεις ἄριστα νομίζειν οἰκεῖν αἵτινες ἂν ταυτὸν φρονεῖν ἐπίστωνται. δεινὸν γὰρ ἡ στάσις πανταχῆ καὶ θορυβῶδες καὶ τῇ φθόῃ παραπλήσιον. ἕλκει γὰρ ἁπάσας τὰς δυνάμεις καὶ προσπεφυκὸς ἐκμυζεῖ καὶ κενοῖ καὶ οὐ πρότερον παύεται πρὶν ἂν ἐκτρίψῃ παντελῶς, ὑπηρέταις αὐτοῖς καθʼ ἑαυτῶν χρησάμενον τοῖς νοσοῦσιν.3

当凡事中最宏大、最尊严的帝国确立统治之际,人们又怎能不认为单凭这一点便足以与该城邦结好——即对女神的崇敬,女神自身以此崇敬抬举并守护着城邦,而城邦自人类那里承受此种敬意亦是理所当然的?况且,诸城邦中有两座皆是同一座城邦——雅典人城邦的殖民地,想必绝无任何人会羞于将雅典称为全希腊的荣光;而这第三座城邦自身在产出土生土长的勇士与英雄方面,也早已具备了足以与雅典相提并论的自豪;即使不然,至少也足以与这两座城邦相媲美。因为它的殖民者同样源于土生土长的阿卡迪亚人。因此,即便因着这些渊源,彼此相认并尊重应有之义亦是顺理成章的。 很好。对于共同汇聚的族类以及争夺首位之尊的诸城邦而言,理应奉上的赞词,在我看来已尽数以极度简练的篇幅陈述完毕,且正如诸位所首肯的那样,言辞绝非敷衍;诸位能如此善意地接纳这些话语,我深表感激。然而,若此番聆听不应仅仅成为一种悦耳的消遣,而当带来切实的用处,那么接下来的顺理成章之事,便是我当奉上劝勉的余论,而诸位亦当怀着同样的心意乐于倾听,好使诸位不仅以当下的欢呼赞赏此言论,更能历经一切岁月,在实际行动中长久铭记。 各位当地卓越的希腊人啊,依我之见,若诸位的每座城邦因着对他者的宽容与共处,便注定要抛弃如今引以为傲的荣耀,那我本人也绝不会劝告诸位在损害本邦利益的基础上去装点邻邦。然而,既然各邦皆拥有如此众多足以自豪的资本,且彼此以美德相待更是一件绝不可少的崇高之举,我便看不出这种纷争究竟有何合理依据;相反,对于此事我愿力陈相反之道:若想保全自身的荣誉,就当温和地与他人相处;若仗着既有的优势侮慢凌人,则必将陷入纷争与倾轧。因为在和谐之中,既能称赞他人,亦能听闻自身的善行受到赞扬;而在分裂之中,一旦出言诋毁他人,自己也必将反遭恶言相向与无端指责。因此,一个人越是渴望受到赞美并尽享现有的优势,就越应当给予对等的地位并施行宽容。若对邻人的福祉心怀芥蒂,却反倒作践自家的基业,见他人获得当得的尊崇便大为恼怒,甚于痛惜自己未能从众人甘心悦服中获取应得之物,这实乃凡事中最无理之至。况且,对邻人的善事心生怨恨,便昭然显出嫉妒之情;而这绝非强者所应有的气度。 因此,亦值得深思的是:我们刚才逐一列举的所有那些事物,以及人们可能提及的诸如此类之物,诸如公共建筑的宏丽、城垣范围的广阔、优越的地理位置、陆地或海上的雄厚资财,以及凡属于此类的一切,人们尽可以说都是运气的造化,是运气赋予了这一切,又会在她再次意欲如此之时将其收回;然而,选择和谐一致并以得体之道相待,却纯粹属于抱持此种心意之人自身的胸襟。因此,在那些外在条件上拔得头筹之人,理当不如在这些品德上克敌制胜之人这般自豪。再者,那些外在事物人们尽可以说并非连续不断地归所有人所有,而是归于建造它们并传给我们的先辈——他们有的生于同一时代,有的降生于后世;然而,善于谋划与保持节制,却无疑属于每一个意欲使自身具备此等美德之人。正如我们判定一座房屋建造得最完善,并非因其拥有最华美的石料,而是因其以最统一的心意居于其中;同样,我们也应当认为,那些懂得秉持同一心思的城邦,其治理最为完备。因为内讧在各处皆是可怕而动荡的,宛如消耗性的痨病;它耗尽所有元气,如寄生般吸干榨空机体,且绝不会止息,直至将患病者自身作为戕害自己的工具,彻底将其消磨殆尽。

语法注3 条
  1. 523μὴ καὶ ἓν τοῦτο ἐξαρκεῖν ὑπολαμβάνειν

    此句接续上一段落末尾的 καίτοι πῶς εἰκός(然而……怎能是合情合理的呢?),构成间接引语中的“宾格加不定式”结构。否定词 μή 与不定式连用,形成修辞性反问:“怎能不认为……”。其中 ὑπολαμβάνειν(认为/设想)为主导不定式,其后带动另一层不定式从句 μὴ καὶ ἓν τοῦτο ἐξαρκεῖν(仅凭这一件事不足够)。

  2. 523βουλομένων μὲν εἶναι σώζειν τὴν ἑαυτῶν φιλοτιμίαν, πράως τοῖς ἄλλοις ὁμιλεῖν

    此处的属格分词结构省略了明确的名词主语(概指各城邦或公民),起条件或假设的作用。不定式 εἶναι 与分词 βουλομένων 结合,带有表示应然或通则的意味,统领其后的 ὁμιλεῖν 与 ἐξάγειν,形成鲜明的对比逻辑:若意在保有荣誉,理应温和待人;若仗势凌人,则会将事态引向争竞。

  3. 524ὑπηρέταις αὐτοῖς καθʼ ἑαυτῶν χρησάμενον τοῖς νοσοῦσιν

    中性单数宾格分词 χρησάμενον 在语法上属于“依意构词/按意义协调”(constructio ad sensum)。尽管句子的语法主语是阴性名词 ἡ στάσις(内讧),但由于前文使用了中性谓语形容词 δεινὸν ... καὶ θορυβῶδες 将其概括为抽象概念,此处分词遂采用中性。动词 χράομαι 支配与格,τοῖς νοσοῦσιν(患病者自身)为与格宾语,ὑπηρέταις ... καθʼ ἑαυτῶν 则充当其宾语补足语(“作为戕害自身的奴役与工具”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg042.humanitext-grc2:523-524