- 底本
- Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg042.humanitext-grc2:521-522
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者总结了帕加马(阿斯克勒庇俄斯圣所)作为避风港的卓越地位,继而赞美以景致和文教著称的士麦那,最后赞颂作为全境共同府库与庇护所并拥有阿耳忒弥斯神庙的以弗所。
φήσαι τις ἂν εἶναι τὰ τῇδε, ἀλλʼ ἐκεῖνο ὀρθότατον καὶ δικαιότατον λέγειν, ὡς ἄρα οὗτος λιμένων ἁπάντων ὀχυρώτατος καὶ βεβαιότατος καὶ πλείστους δεχόμενος, καὶ γαλήνῃ πλεῖστον προέχων, ἐν ᾧ πᾶσιν ἐξ Ἀσκληπιοῦ τὰ ἐπίγυια τῆς σωτηρίας ἤρτηται.1 ὥστε τίς οὐκ ἂν τοσαύτῃ καὶ τοιαύτῃ πόλει συναιρόμενός τε καὶ συνευχόμενος καὶ πᾶν ὅσον εὐφημίας οἷός τʼ εἴη νέμων σωφρονοίη; ἐγὼ μὲν γὰρ ἡγοῦμαι ὥσπερ αὕτη κοινὸν ἅπασιν ἀνθρώποις ἀγαθόν ἐστι τῇ δυνάμει τοῦ θεοῦ, οὕτω καὶ αὐτὴν δικαίως ἂν παρὰ πάντων κοινῆς εὐνοίας ἅμα καὶ τιμῆς τυγχάνειν. εἶεν. ἀλλὰ τὸ τῆς Σμύρνης πρᾶγμα φαῦλόν τι καὶ τὸ τυχὸν, ἢ τοιοῦτον οἷον πολλαχόθεν λαβεῖν εἶναι τὸ παράδειγμα· ἣν ὅσοι μὲν οὐκ εἶδον οὐδʼ ἂν ἐφικέσθαι δυνηθεῖεν εἰκάζοντες, οἱ δʼ ἰδόντες θεῶν ἔργον ἂν φήσαιεν εἶναι, ὥσπερ Ὅμηρος ἔφη τὴν τοῦ Ἀχιλλέως ἀσπίδα Ἡφαίστου ποίημα εἶναι καὶ τὰς ἐν ἐκείνῃ δὴ πόλεις. πρόσοψις μὲν ἐκ γῆς καὶ θαλάττης πολλὴν ἂν ἔριν παρασχοῦσα2 τοῖς τε εἰσπλέουσι καὶ τοῖς ἐξελαύνουσιν ὁπότεροι μᾶλλον ἥσθησαν αὐτῶν. ἀνέχει γὰρ ἐν πλαισίῳ, βάσιν μὲν τὴν ἠιόνα ποιουμένη, κορυφὴν δὲ τὸ ἐπίπεδον τῆς ἄνω πλευρᾶς, ἐκ πεδίου τε καὶ τεμπῶν ὑψουμένη κατὰ μικρὸν ἀεὶ διʼ ὁμοίου τοῦ σχήματος. ταῦτα δὲ οὐκ ὄψις ἄρʼ ἦν μόνον, ἀλλὰ νικᾷ τἄνδοθεν. ὅσος γὰρ κόσμος χρείᾳ συγκεκλήρωται σώματι μὲν λυσιτελεῖς ἀναπαύσεις ἔχων, ψυχῇ δʼ ἐξουσίαν καὶ ῥᾳστώνην εἰς τοὺς προσήκοντας παρέχων πόνους, ἅπας συνελήλυθεν ἐξ ἱερῶν, ἐκ λουτρῶν, ἐκ λιμένων, ἐκ δρόμων. ὥστʼ οὐδείς ἐστιν ὅστις ἂν σχολάσειε μεγίστην αὐτὴν προσειπεῖν,3 τῇ περιουσίᾳ τοῦ κάλλους γεγοητευμένος. θάλαττα δὲ καὶ ποταμοὶ καὶ προάστεια ἀλλήλων τε καὶ τῆς πόλεως ἄξια, ὥσπερ οὐ τύχῃ μᾶλλον ἢ ψήφῳ τῇ πόλει συγκεκληρωμένα. φαίης ἂν τὸ τοῦ Σμυρναίου ποιητοῦ, Ἀφρήτωρ, ἀθέμιστος, ἀνέστιός ἐστιν ἐκεῖνος, ὅστις οὐ πρότερον τοῦ τῆς Σμύρνης κάλλους ἐρᾷ, ἔπειθʼ οὕτως ὅτου δὴ τύχοι. τὸ δʼ αὖ μέγιστον ἁπάντων καὶ ἐντιμότατον εἰπεῖν, οἱ Μουσῶν καὶ Χαρίτων χοροὶ διʼ αἰῶνος τὴν πόλιν ἐμβατεύοντες, διʼ οὓς οὐχ ἡδίους μόνον, ἀλλὰ καὶ βελτίους πέφυκεν ἀπαλλάττειν τοὺς εἰσαφικνουμένους. ὥστε πῶς εἰκὸς, εἰ καὶ τὰ ἄλλα βελτίους γιγνόμεθα, περὶ ταύτην χείρους, ἀλλὰ μὴ βελτίους τοῖς δρωμένοις εἶναι, καὶ τὰς μὲν περὶ τοὺς λόγους ἐπιδόσεις τε καὶ διατριβὰς ἐν ἐκείνῃ μάλιστά πως ἅπασι γίγνεσθαι, ὅσα δʼ εἰς εὐφημίαν καὶ τὴν ἀπὸ τῶν λόγων χάριν ἔρχεται, μὴ ἐν πρώταις πόλεων ἐκείνῃ νέμειν; φέρε δὴ καὶ τῆς τρίτης ὡσπερεὶ σπονδῆς μνημονεύσωμεν· λέγω δὲ ἀριθμῷ τρίτην, οὐ τάξει τὰ νῦν· μὴ γάρ μοι ῥῆμα θηρεύων μηδεὶς εἰς τοὐναντίον ἀνθελκέτω τὸν λόγον. μέγιστον μὲν οὖν αὐτὸ τοῦτʼ ἤδη περὶ αὐτῆς ἔξεστιν εἰπεῖν, τὸ δυοῖν μὲν οὐσῶν τούτων πόλεων, τοσούτων δʼ αὖ καὶ τῶν περὶ αὐτῶν εἰρημένων ὄντων, λείπεσθαί τι καὶ περὶ ταύτης ἅμα τʼ ἀλλοῖον εἰπεῖν καὶ οὐ χεῖρον εἰρῆσθαι.4 οἶμαι δὲ καὶ πάντας ὅσοι στηλῶν Ἡρακλέους ἐντὸς καὶ ποταμοῦ Φάσιδος, οἰκειουμένους τὴν Ἔφεσον ὀρθῶς ἂν διανοεῖσθαι, τοῦτο μὲν τῇ τῶν λιμένων κοινότητι, τοῦτο δὲ ταῖς ἄλλαις ἁπάσαις ὑποδοχαῖς. πάντες γὰρ ὡς εἰς πατρίδα αὑτῶν κομίζονται καὶ οὐδεὶς οὕτως ἀγνώμων οὐδʼ οὕτως σφόδρα ὁμόσε τοῖς φανεροῖς ἰὼν, ὅστις οὐκ ἂν συγχωρήσειε ταμιεῖόν τε κοινὸν τῆς Ἀσίας εἶναι τὴν πόλιν καὶ τῆς χρείας καταφυγήν· οὐδέ γε οὕτω φιλαίτιος οὐδεὶς ὅστις ἂν μέμψαιτο ἐκείνης τῆς πόλεως τοὺς ὅρους. πολλὴ μὲν γὰρ εἰς μεσόγειαν ἀεὶ βαδίζοντι, πολλὴ δʼ ἐπʼ αὐτῆς τῆς θαλάττης, πανταχοῦ δὲ ἱκανὴ παρασχεῖν ἅπαντα ὅσων δεῖ πόλει, διαίταις τε ἁπάσαις ἀρκέσαι, ὅσας ἄνθρωποι διαιτᾶσθαι δύνανται καὶ προαιροῦνται. καίτοι πῶς εἰκὸς τὴν μὲν χρείαν κοινὴν ἅπασι τὴν παρʼ αὐτῆς εἶναι, τὴν δʼ εὔνοιαν μὴ κοινὴν αὐτῇ παρὰ πάντων ὑπάρχειν, καὶ τὸ μὲν εὐθενεῖν τὴν πόλιν πᾶσιν ὁμοίως διαφέρειν, μὴ συνεύχεσθαι δʼ ἅπαντας ὁμοίως τὴν πόλιν εὐθενεῖν; καὶ κατὰ μὲν τοὺς χρόνους τοὺς Περσικοὺς τοσαύτην αἰδῶ παρὰ τῶν βαρβάρων ὑπάρχειν τῇ Ἀρτέμιδι, ἡνίκα δʼ αὐτός τε ὁ νεὼς μείζων ἢ πρόσθεν ἕστηκεν, ἀρχή τε ἡ μεγίστη πασῶν καὶ ἅμα
——人们绝不能说此地缺乏港湾;相反,最正确、最恰当的说法乃是:这正是所有港湾中最坚固、最牢靠、接纳人数最多且最为风平浪静的港湾,在此港湾中,全人类得救的系缆皆系于阿斯克勒庇俄斯。因此,为如此伟大而卓越的城邦尽力协助、一同祈祷并竭尽所能予以颂扬,谁又会不算明智呢?因为我以为,正如这座城邦凭着神明的大能而成为全人类共同的福祉,它自身理所当然也应同时获得所有人共同的善意与尊荣。 很好。然而士麦那的气象难道是某种微不足道、随处可见之物,抑或是能在许多地方找到先例的事物吗?凡未曾亲见之人,即便凭空揣度也无法企及;而亲眼目睹之人,定会说这是诸神的杰作,正如同荷马所言,阿喀琉斯的盾牌及其上的城邦皆是赫淮斯托斯的造物。无论自陆地还是海洋望去,其全景皆会在泛舟驶入者与自陆路行进者之间引发极大的争论,辩驳他们当中究竟哪一方获得了更大的愉悦。因为它呈方阵之势耸立,以海岸为基底,以上方山岭的平地为顶峰,从平原与谷地依循始终如一的匀称格局缓缓升高。这不仅是外表而已,其内部更胜一筹。因为凡出于实用所需、能使身体获得有益休憩、并为心灵提供应对得宜辛劳的从容与舒缓的一切华美设施,皆汇聚于神庙、浴场、港湾与赛跑场中。因此,在极盛美景的倾倒之下,绝无人会有暇将其称为最伟大的城邦。海洋、河流与郊野皆彼此相称,亦无愧于城邦,仿佛并非出于偶然,而是如同通过郑重的表决而分派给该城邦的一般。你尽可以说出那位士麦那诗人的名句:“那人无宗族、无法度、无炉灶”——若他不首先热爱士麦那之美,而后才去爱他恰巧所遇之物。再者,要说起凡事中最宏大、最尊贵者,便是缪斯与美惠女神的歌队历世历代徜徉于城中,因着她们,这座城邦天然能使来访者不仅变得更为愉悦,而且变得更加善良。既然我们在其他所有方面都变得更为优良,怎能对待这座城邦反倒变得更为恶劣,而未能在行动上更加向善;既然关于言辞的一切进益与研习在彼处最为普遍地临到所有人,我们又怎能不将言辞所带来的颂扬与感激,在诸城邦中最先归于它呢? 来吧,让我们也提及这宛如第三道奠酒的城邦——我如今说的是数目上的第三,而非位次上的第三;切莫有人咬文嚼字,将我的话引向相反的含义。对于它而言,眼下能说的最宏大的赞辞莫过于此:即便已存在这两座城邦,且关于它们已陈述了如此众多的赞词,关于这一座城邦仍有话可说,且所言既别具一格,又毫不逊色。我认为,凡居住在赫拉克勒斯之柱以内至法西斯河之间的所有人,若将以弗所视为己有,皆是见识卓绝的;这既是因其港湾的共通性,亦是因其一切其他的接待容纳能力。因为所有人都宛如奔赴自己的祖国般前往该地,绝无任何人如此冥顽不灵或如此公然违背昭昭事实,竟不承认该城邦乃亚细亚共同的府库与排忧解难的避难所;亦无任何人如此吹毛求疵,竟会指摘那座城邦的疆域。因为向内地行进者见其辽阔,临海处见其广大,处处皆足以供应城邦所需的一切,足以满足人类所能且所愿选择的一切生活方式。然而,既然从它那里获得的功用为所有人所共享,众人对它的善意怎能不共同存在?城邦的繁荣既然与所有人同等休戚相关,大家又怎能不同样共同祈求该城邦繁荣兴旺?在波斯时代,蛮族对阿耳忒弥斯尚且抱有如此巨大的敬畏,而如今神庙本身比以往更为巍峨耸立,最为宏大的统治帝国,以及与之相伴——
- 521ἐν ᾧ πᾶσιν ἐξ Ἀσκληπιοῦ τὰ ἐπίγυια τῆς σωτηρίας ἤρτηται
τὰ ἐπίγυια(将船系于岸边的船尾缆绳)为比喻性用法,τῆς σωτηρίας 为同格或定义属格(“得救之系缆”),承接前文将圣所比作港湾的意象,表达获救的稳固可靠。
- 521πολλὴν ἂν ἔριν παρασχοῦσα
分词 παρασχοῦσα 与小辞 ἄν 结合,相当于带 ἄν 的希求法(πολλὴν ἂν ἔριν παράσχοι,“定会引发巨大的争论”),在省略限定动词的句子中修饰主语名词 πρόσοψις。
- 521ὥστʼ οὐδείς ἐστιν ὅστις ἂν σχολάσειε μεγίστην αὐτὴν προσειπεῖν
动词 σχολάζω 接不定词表示“有闲暇、有工夫(做某事)”。与前面的否定词 οὐδείς 及潜在希求法(ἂν σχολάσειε)结合,构成夸张表达,意为人们倾倒于极盛的美景,以致“绝无人会有暇将其称为最伟大者”。
- 522τὸ δυοῖν μὲν οὐσῶν τούτων πόλεων, τοσούτων δʼ αὖ καὶ τῶν περὶ αὐτῶν εἰρημένων ὄντων, λείπεσθαί τι καὶ περὶ ταύτης ἅμα τʼ ἀλλοῖον εἰπεῖν καὶ οὐ χεῖρον εἰρῆσθαι
由中性定冠词 τό 引导的不定词短语(核心为 τὸ ... λείπεσθαι)与εἰπεῖν 的宾语 αὐτὸ τοῦτο(“正是此事”)构成同格,阐明其具体内容。其间的 δυοῖν μὲν οὐσῶν... 与 τοσούτων δʼ... ὄντων 为并列的属格独立结构,表明“既然已有这两座城邦且已述及如此之多”的背景条件。
