← 阿里斯·台德斯

致诸城:论和谐

§519-520

亚细亚省的繁荣与别迦摩赞

演说者赞美亚细亚省优越的地理环境、绝佳政制以及在罗马统治下的殊荣,力劝各城邦摒弃内讧,并开始依次赞扬争夺首位的诸城邦。他以东道主城邦别迦摩为开端,赞叹其壮丽的卫城、辽阔的街区,尤其是他自身亦曾蒙受医治神迹的阿斯克勒庇俄斯圣所。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§519

τάς γε μεγίστας τοιαύτας. ἔτι δὲ χωρῶν κάλλη παντοῖα καὶ ὡρῶν συμμετρίαν καὶ διαίτας παντοίας καὶ θέσιν τὴν πᾶσαν, ὡς ἐν ὀμφαλῷ μὲν τῆς πάσης ἡγεμονίας ἵδρυται, πολλοῖς καὶ ἡμέροις τοῖς περὶ αὐτὴν ἔθνεσι καὶ γένεσιν ἐκ γῆς καὶ θαλάττης ἐστεφανωμένη· τάξει δὲ τῇ βελτίστῃ συνοικεῖ καὶ οὔτε αὐθάδειαν οὔτʼ ἄγαν δουλείαν ἔχοι τις ἂν αἰτιάσασθαι, ἀλλʼ ἐν μέσῳ σχήματι κάλλιστα δὴ τῶν ὑφʼ ἡλίῳ πολιτεύεται. εἰς τοῦτο δὲ ἀνήκει τῆς ἀξίας ὥστε τοσαύτης οὔσης τῆς ἁπάσης χώρας, ἣν ὅ τε Φᾶσις καὶ ὁ Νεῖλος διειλήφασι πρὸς τὸν ἄνω τόπον, καὶ ταύτης συλλήβδην κληθείσης Ἀσίας ὑφʼ Ἑλλήνων ἐξ ἀρχῆς, ἡ περὶ θάλατταν αὕτη νυνὶ μοῖρα ἀφελομένη τὴν ἤπειρον τοὔνομα ἑαυτῆς ἴδιον πεποίηται, οὕτως ἀντὶ πάσης τῆς ἄλλης νενίκηκεν εἶναι. πρὸς δὲ τούτοις ἡ παρὰ τῶν ἡγεμόνων αἰδὼς καὶ φιλανθρωπία καὶ τὸ συγκεχωρηκὸς εἰς ἅπαντα βελτίους ἢ ὁμοτίμους ὑμᾶς εἶναι τοῖς πολλοῖς τῶν ἀρχομένων πεποίηκε δοκεῖν. ὥστε πῶς οὐκ εἰκὸς ἅπαντας μὲν ἀγάλλεσθαι τοῖς ὑπάρχουσι, πάντας δὲ ὡς ὑπὲρ οἰκείων καὶ κοινῶν ἀγαθῶν οὕτω διανοεῖσθαι, στασιάζειν δὲ πρὸς αὑτοὺς μηδαμῶς, περὶ ὧν γε οὐδεὶς τῶν ἔξω στασιάζει τὸ μὴ οὐ τοῖς πᾶσι κρατεῖν.1 φέρε δὴ καὶ τὰς πόλεις ἐπέλθω τὰς περὶ τοῦ πρωτείου νῦν ἁμιλλωμένας καὶ παρʼ ὧν ἡ πλείστη τῆς ἔριδος ἀρχὴ συμβαίνει, οὐκ αὐτῶν, ὥς γʼ ἐγὼ φαίην ἂν, μᾶλλον ἁμαρτανουσῶν ἢ τῶν ἄλλων ὅσοι περὶ ταύτας διῄρηνται. ᾗ γὰρ ἂν οἰκείως ἕκαστος ἔχων τυγχάνῃ, τὰς ἄλλας ὑπὲρ ταύτης κακίζειν καθʼ ὅσον δύναται βούλεται. ἐγὼ δὲ τοῦτο μὲν οὔτʼ ἂν αὐτὸς ποιήσαιμι οὔθʼ ὅστις ἄλλος ποιεῖ νοῦν ἔχειν ἡγοῦμαι, τὴν δὲ ἐναντίαν πᾶσαν βαδιοῦμαι καὶ τὰς πόλεις ὡς ἂν οἷός τε ὦ κοσμήσω, κεφαλαίοις τῶν ἐπαίνων ὥσπερ εἰκός ἐστι χρώμενος. ἄρξομαι δʼἀπὸ τῆς δεχομένης ἡμᾶς τὰ νῦν καὶ ἣ τὸ βουλευτήριον τοῖς περὶ τούτων λόγοις παρέχεται. ὡς μὲν οὖν ἦρξέ ποτε τῶν περὶ τὸν τόπον τοῦτον καὶ ὡς ὕστερον αὐτὰ ταῦτα ἐφʼ οἷς φιλοτιμούμεθα ἐντεῦθεν ἔσχε τὴν ἀρχὴν ἐάσειν μοι δοκῶ, ἃ δʼ εὐθὺς εἰς ὀφθαλμοὺς ἔρχεται, ἀκρόπολις μὲν αὕτη τοσαύτη τὸ μέγεθος, πόρρωθεν ἀστράπτουσα ἀπὸ πάσης εἰσόδου, ὥσπερ κοινή τις κορυφὴ τοῦ ἔθνους. ὑπὸ δʼ αὐτὴν ἡ λοιπὴ πόλις ἄλλη κατʼ ἄλλους τόπους παντοίας εἴληφε θέσεις τε καὶ μορφάς. φαίης ἂν ἄστη πολλὰ συνελθόντα εἰς ταυτὸν οἰκεῖν καὶ εἶναί τινας ὥσπερ ἀστυγείτονας χρόνῳ συνοίκους γεγενημένους, αὐξηθέντων αὐτοῖς τῶν ἐπʼ ἀλλήλους ἀεί.2 κόσμοι δὲ καὶ παλαιοὶ καὶ νέοι διὰ πάσης τῆς πόλεως διήκοντες, εἷς αὐτῶν ὁ τυχὼν ἀποχρῶν καὶ συμπάσης πόλεως κόσμος εἶναι. πολλὰ μὲν δὴ καὶ περὶ τῶν ἄλλων ἄν τις ἔχοι διεξιέναι τῶν εἴτε μερῶν εἴτε καὶ ὡς πολισμάτων χρὴ λέγειν, τὸ δʼ ἁπάντων τιμιώτατον καὶ πάσης ἀεὶ μνήμης ἐμοὶ τίς ἂν οἷός τʼ εἴη σιωπῇ παρελθεῖν; λέγω δὲ τὸ τελευταῖον τμῆμα τῆς πόλεως, ὃ τῷ σωτῆρι καθωσίωται κατὰ τὴν κοινὴν ἁπάντων ἀνθρώπων ἀγαθὴν τύχην. ἐπειδὴ γὰρ ἔδει καὶ εἰς τήνδε τὴν ἤπειρον διαβῆναι τὸν θεὸν, διαβαίνει πρῶτον ἐνταυθοῖ καὶ τὴν πόλιν ὁρμητήριον ποιεῖται τῆς εἰς ἅπασαν τὴν ἤπειρον ὁμιλίας. καὶ γίγνεται τοῖς μὲν χρόνοις αὕτη δευτέρα τις ἀποικία δεῦρο ἐκ τῆς Ἑλλάδος μετὰ τὴν ἐξ Ἀρκαδίας τῶν ἅμα Τηλέφῳ, τῇ δὲ ἀξίᾳ καὶ τῇ δυνάμει πολὺ πρεσβυτάτη πασῶν ἀποικιῶν. ἑστία γὰρ Ἀσκληπιοῦ τῆς Ἀσίας ἐνταῦθα ἱδρύθη, κἀνταῦθα δὴ φρυκτοὶ φίλιοι πᾶσιν ἀνθρώποις αἴρονται παρὰ τοῦ θεοῦ καλοῦντός τε ὡς αὐτὸν καὶ μάλα ἀληθινὸν φῶς ἀνίσχοντος. καὶ οὔτε χοροῦ σύλλογος πρᾶγμα τοσοῦτον οὔτε πλοῦ κοινωνία οὔτε διδασκάλων τῶν αὐτῶν τυχεῖν, ὅσον χρῆμα καὶ κέρδος εἰς Ἀσκληπιοῦ τε συμφοιτῆσαι καὶ τελεσθῆναι τὰ πρῶτα τῶν ἱερῶν ὑπὸ τῷ καλλίστῳ καὶ τελεωτάτῳ δᾳδούχῳ καὶ μυσταγωγῷ καὶ ᾧ πᾶς ἀνάγκης εἴκει θεσμός. ἐγὼ μὲν οὖν καὶ αὐτός εἰμι τῶν οὐ δὶς βεβιωκότων ὑπὸ τῷ θεῷ, ἀλλὰ πολλούς τε καὶ παντοδαποὺς βίους βεβιωκότων καὶ τὴν νόσον κατὰ τοῦτο εἶναι λυσιτελῆ νομιζόντων, πρὸς δὲ καὶ ψήφους εἰληφότων·3 ἀνθʼ ὧν ἔγωγʼ ἂν οὐδὲ σύμπασαν δεξαίμην τὴν ἐν ἀνθρώποις λεγομένην εὐδαιμονίαν. οὐκοῦν οὐδὲ ἀλίμενα

——尤其是拥有如此众多的最宏大城邦。此外,它还展现出各色土地的美景、适度的四季气候、丰富多样的生活方式以及整全的地势:它宛如坐落在整个帝国的中心肚脐之处,被陆地和海洋周围众多开化的部族与民族如冠冕般环绕;它在最优良的秩序下聚居,人们既无法指责其傲慢,也无法指责其过度受役,而是在一种折中的政制中,在阳光普照之下的一切之中治理得最为美好。其崇高地位已达如此境地:尽管法西斯河与尼罗河向上方地区所划分的全部地域是如此广袤,且自古便被希腊人统称为亚细亚,但如今沿海的这一部分却剥夺了整个大陆的名称,将其据为己有;它就这样压倒了其余全部地域,自身成为了亚细亚。除这些之外,统治者们的敬意与仁爱,以及他们在凡事上的让步,使得你们被认为优于或等同于大多数受统治者。因此,大家全都为现有的福祉感到自豪,全将这些视作各自的以及共同的利益来思考,并且绝不彼此内讧,这又怎能不合乎情理呢?毕竟对于这些利益,外界之人没有谁会对它在所有方面占据优势持有异议。 且让我继续探讨那些如今正在争夺首要地位、并由此产生绝大部分纷争的城邦——依我之见,倒不是说它们本身比那些围绕它们而分裂的其他人犯下了更大的过错。因为每个人无论恰巧对哪座城邦心怀亲近,便总想为了它而尽己所能贬低其他城邦。但我自己既不会做这样的事,也不认为其他这样做的人是明智的;相反,我将走一条完全相反的道路,尽可能去赞美这些城邦,合情合理地采用赞扬的大要。 那么,我将从当下接待我们、并为关于这些事务的演讲提供议事厅的城邦开始。它昔日如何统治此地周围的人民,以及我们如今为之竞争的这些殊荣后来如何发端于此,我想我暂且略去不谈;但至于那些直接映入眼帘的景象,便是这座规模如此宏伟的卫城,从任何入口远远望去皆闪烁夺目,宛如该民族共同的山巅。而在卫城之下,其余的城邦部分在不同地势中呈现出各种位置与形态。你尽可以说,这是许多城镇聚集在同一处居住,有些恰如邻近的城镇随着彼此之间建筑的不断扩建,久而久之共同聚居成一体。贯穿全城的古代与崭新的装饰景观,其中随处挑出一个,便足以作为一整座城邦的华美点缀。固然,关于其他部分,抑或该称之为小城镇的区域,人们尽可以详加叙述许多事,但对于一切之中最尊贵、且对我而言永远值得铭记之处,又有谁能默然置之呢?我所指的,便是城邦最后的那个区域,它依照全人类共同的幸运被奉献给了救主。因为当这位神明也必须跨海来到这片大陆时,他首先渡海来到此地,并将这座城邦作为与整座大陆往来的根据地。从时间而言,这是继特勒福斯一行的阿卡迪亚殖民之后,从希腊来到此地的第二处殖民地,但在尊严与威能上,它远比所有殖民地都要古老崇高。因为亚细亚的阿斯克勒庇俄斯的炉灶正是在此奠定,正是在此,神明为全人类举起了友善的烽火,既召唤他们归向自己,又升起极真实的明光。与一同前往阿斯克勒庇俄斯圣所、并在至美至完备的持炬者与秘仪引导者门下领受最核心的神圣秘仪——连一切必然法则也须遵从这位神明——这一巨大财富与收益相比,结成歌队、同舟共济或从师于同一位学者,皆算不得什么大事了。我自己便属于那些不仅在神明庇佑下活过两次、而且活过了许多次不同生命的人,甚至认为疾病在此意义上也是有益的,并且还获得了神明的裁决与厚爱;即便拿世人所说的一切幸福与之交换,我也绝不愿接受。因此,它也并非缺乏港湾——

语法注3 条
  1. 519τὸ μὴ οὐ τοῖς πᾶσι κρατεῖν

    在含有否定意义的争论动词(οὐδεὶς ... στασιάζει)之后接冠词附带不定式结构 τὸ μὴ οὐ。「否定+否定/怀疑动词」常引出 μὴ οὐ+不定式,表示所争辩的内容,其中 μὴ οὐ 为赘余否定,意即“没有人对它在所有方面均居优势持有异议”。

  2. 520αὐξηθέντων αὐτοῖς τῶν ἐπʼ ἀλλήλους ἀεί

    独立属格结构。主语为冠词化的介词短语 τῶν ἐπʼ ἀλλήλους(“朝向彼此延伸的部分/建构”),谓语分词为 αὐξηθέντων,与格 αὐτοῖς 表示领属或关涉,意指“随着彼此相向延伸的城区不断扩大”,生动描绘了多个聚落扩张并最终融为一城的演化过程。

  3. 520καὶ ψήφους εἰληφότων

    λαμβάνειν ψήφους(“获得选票/筹码”)的比喻或宗教用法。在阿斯克勒庇俄斯崇拜与神启医治的语境中,指从神明那里领受了赞同、赦免或认可的选票,即正式蒙受了神意恩赐与医治指示。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg042.humanitext-grc2:519-520