← 阿里斯·台德斯

致诸城:论和谐

§517-518

提倡城邦和睦与论述联合体的卓越

演说者批判了修辞学者沉溺于虚构演练或无端争辩的现状,提出以城邦间的和睦为论题,宣布将公正地称赞所有城邦而非偏私谄媚,并由此着手阐述该地区联合体制的卓越地位。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§517

οἱ μὲν πολλοὶ τῶν περὶ τοὺς λόγους, ὦ ἄνδρες Ἕλληνες, εἰώθασιν ἢ τὰς ἐπὶ τῶν πλασμάτων διατριβὰς προελόμενοι τὸν ἅπαντα χρόνον μελετᾶν λέγειν, τοῦ λέγειν δʼ ἀπολείπεσθαι τοσοῦτον ὅσονπερ ἂν εἰ μηδὲν τῶν εἰς τοῦτο φερόντων ἔπραττον,1 ἢ τούτων ὑπερφρονήσαντες αὐτοὶ μηδὲν σπουδαιοτέρῳ τούτων σχολάζειν πράγματι, τῷ περὶ τὴν ἔριν καὶ τῷ ταράττειν τοὺς εἰς λόγον αὐτοῖς ἀφικνουμένους, ἐξ ὧν λυποῦσι μὲν τοὺς ἐντυγχάνοντας, βελτίους δὲ οὔτʼ αὐτοὶ φαίνονται δήπουθεν οὔτʼ ἐκείνους ποιεῖν ἔχουσιν. ἤδη δέ τις τῶν ἐλλογίμων καὶ τῶν παλαιῶν σοφιστῶν ἐσεμνύνατο ἐπʼ ἀρχῇ τοῦ συγγράμματος ὡς αὐτός γε τοιοῦτον οὐδὲν ποιήσων οὐδὲ κομψευσόμενος,2 ἀλλʼ ὑπὲρ δυοῖν τούτοιν διαλεξόμενος, τῆς τε πρὸς ἀλλήλους ὁμονοίας καὶ τοῦ πολέμου τοῦ πρὸς τοὺς βαρβάρους, καὶ μάλα γενναίαν, ὥς γʼ ἐμοὶ κριτῇ, καὶ προσήκουσαν τῶν λόγων ἐνστησάμενος τὴν ὑπόθεσιν. ἐγὼ δʼ ὑπὲρ μὲν τοῦ πολέμου τοῦ πρὸς τοὺς βαρβάρους οὐκέθʼ ὁρῶ καιρὸν λέγειν. ἀθρόαν γὰρ ἁπάντων δεδωκότων δίκην τοῖς τε θεοῖς καὶ τοῖς ἡγεμόσι μελήσειν οἶμαι, καὶ σὺν αὐτοῖς γε εἰπεῖν τοῖς θεοῖς οὐ πολὺν τὸν ἀγῶνα νομίζω γενήσεσθαι, ὁρῶν τῆς ἁπάσης οἰκουμένης καὶ τῆς ἤδη βεβαίως ἐχομένης μικρὸν μέρος τὸ νῦν ὑπʼ ἀνοίας ἀνθεστηκὸς, ὃ δὲ λοιπόν ἐστι, περὶ τῆς πρὸς ἀλλήλους ὁμονοίας οὕτως ὅπως ἂν οἷός τε ὦ διαλέξομαι. νομίζω γὰρ καὶ τῆς συνεχοῦς ταύτης ἀσχολίας καὶ μελέτης τῆς περὶ τοὺς λόγους εἰς τὰ τοιαῦτα μάλιστα τῶν ἀγωνισμάτων ἀνήκειν τὴν χρείαν. οὐ γὰρ ὅπως μηδέποτʼ εἴποιμεν τῶν χρησίμων μηδὲν, διὰ τοῦτʼ ἀεὶ μελετῶμεν, ἀλλʼ ὅστις τὰ δέοντα λέγειν ἔχει τε καὶ θαρρεῖ, οὗτός ἐστιν ὁ καὶ τὴν μελέτην δεικνὺς ὡς οὐχὶ μάτην οὐδʼ εἰκῆ πεποίηται. ἠπιστάμην μὲν οὖν καὶ τοῦτο ὥσπερ ἔρεισμα πολλοῖς ὂν καὶ καταφυγὴν τὸ τοὺς παρόντας ἐπαινεῖν3 ἀεὶ καὶ ἐν οἷς ἂν λέγωσι, πολλοὺς δὲ καὶ τῶν ἀποδιδρασκόντων ἐξ ἑτέρων πόλεων κακῶς ἐκείνας λέγοντας πρὸς ταύτας ἐν αἷς ἂν γένωνται, ἄλλως τε κἄν τις αὐταῖς προϋπάρχῃ πρὸς ἀλλήλας διαφορά. ἐγὼ δʼ οὔτʼ ἐπαίνους ἀνέδην γιγνομένους ἔχοιμʼ ἂν ἐπαινεῖν, εἰ μή τι καὶ χρείας προσείη καὶ τοῦ τοὺς ἀκούσαντας βελτίους ἐκ τῶν δυνατῶν ἀπελθεῖν, οὔθʼ ὅσα καὶ χαρίσασθαι δεῖ τῷ λόγῳ μετὰ τοῦ δικαίου τὴν μὲν ἐν ὀφθαλμοῖς θεραπεύσω πόλιν, τὰς δʼ ἑτέρας φύγοιμʼ ἂν τῶν εἰκότων ἀξιῶσαι, οὐδʼ ἐν αὐτῷ τούτῳ πρώτῳ διαστήσω τὰς πόλεις, ὥσπερ οἱ πολλοί τε καὶ φαῦλοι, ἀλλʼ ἐπαινέσομαι πάσας εἰς ὅσον εἰκός ἐστιν ἑκάστην, καὶ ἄρξομαί γε τῶνδε τῶν λόγων ἀπὸ τούτου. ἡγοῦμαι γὰρ τῷ βουλομένῳ φιλίαν κοινὴν ταῖς πόλεσι πρᾶξαι πρὸς ἀλλήλας οὐ τὰς μὲν εὖ λέγειν, τὰς δὲ κακῶς προσήκειν, ἀλλὰ πασῶν ἐπʼ εὐφημίᾳ μνησθῆναι, ἵνα πρῶτον μὲν ἅπαντες ἡδίους γενόμενοι προθυμότερον πρόσησθε τὴν συμβουλὴν, ἔπειτʼ ἤδη τι τῶν εἰς τὴν ὁμόνοιαν φερόντων περαίνηται. ἐὰν γὰρ εἰς τὸ κοινὸν ἐπαινούμενοι δέξησθε καὶ μηδεὶς ὑμῶν τὰς ἑτέρων εὐφημίας ὡς ἀτιμίαν ἑαυτοῦ λογίσηται, ἀλλὰ τοῖς ἀλλήλων ὡς ἰδίοις ἕκαστοι συνησθῆτε, πρῶτον μὲν ἀφʼ ἑστίας ἀρξάμενοι τὴν ὁμόνοιαν ἐνδείξεσθε, ἔπειτα καὶ αὐτοὶ κατὰ μικρὸν ἐθισθήσεσθε καὶ λέγειν ἀλλήλους εὖ καὶ φρονεῖν, ἃ κοινῇ πᾶσιν ὑμῖν συμφέρει. τὸ δὲ ἥκειν μὲν ὡς συμβουλεύσοντα ὁμονοεῖν, ὁμοῦ δὲ ὑμᾶς ἐπαινέσαι κατοκνεῖν, ἅμα μέν τις καὶ ἀνανδρεία μοι φαίνεται, ἅμα δὲ εἶναι καὶ διαφθείροντος τὴν ὑπόθεσιν,4 καὶ δυοῖν θάτερον, ἢ κακῶς ἐγκεχειρηκότος, ἢ μὴ εἰδότος ὅντινα χρὴ τρόπον περὶ αὐτῆς ἐπεξελθεῖν. πρῶτον μὲν τοίνυν περὶ τῆς ὅλης συστάσεως ἐνθυμηθῶμεν, εἰς ἣν ἅπαντες οἱ ταύτῃ συντελοῦμεν ὁμοίως μείζους καὶ ἐλάττους, ὁπόσῳ τινὶ τῶν ἄλλων προέχειν πεπίστευται καὶ παρὰ τοῖς ἄρχουσι κριταῖς καὶ παρὰ τοῖς ἄλλοις σχεδὸν ὡς εἰπεῖν ἅπασιν. οὔτε γὰρ πόλεις τοσαύτας τὰς πάσας οὐδεμία ἄλλη τῶν πασῶν παρέχεται οὔτε δὴ

希腊的男士们,多数从事言辞之业的人,往往要么选择把全部光阴耗费在虚构的演练上练习言说,然而对于真正的雄辩却相去甚远,正如他们从未做过任何有助于此事的工作一样;要么轻视这些,自己却沉溺于绝不比这些更严肃的事情之中,即沉溺于争辩和搅乱那些前来与他们交谈的人,由此既使相遇的人痛苦,他们自己也显然没有显得更出色,更不能使那些人变得更好。然而,昔日著名的古老智者中已有人在著作开篇自豪地宣称,他绝不做任何此类之事,也不玩弄浮华巧言,而是要论述这两件事:彼此间的和睦,以及针对蛮族的战争;在我看来,他设立了一个极其高尚且切合言辞的主题。但是对我而言,关于针对蛮族的战争,我已看不出有何进言的时机。因为既然所有人均已全面领受了惩治,我认为神明与统治者们自会挂心,而且可以说在神明保佑下,我认为这场争斗将不会浩大,因为我看到在整个已知世界以及已被牢固掌握的疆域中,如今出于愚蠢而负隅顽抗的只是极小的一部分;至于剩下的部分,关于彼此之间的和睦,我将尽我所能加以论述。因为我认为,在言辞上的这种持续专注与操练,其效用最应属于此类辩论场合。因为我们绝不是为了永远不说出任何有益之言而时刻操练,相反,凡有能力且有勇气说出切要之言的人,正是他表明了自己的操练并未徒劳,也非盲目。 因此,我固然明白,在任何发言中始终称赞在场之人,对许多人而言犹如倚仗与避难所;而许多逃离其他城邦的人,往往在他们所寄居的城邦面前说原城邦的坏话,尤其是当这些城邦彼此之间预先存在某种分歧时更是如此。但我既不愿赞许毫无节制的赞美,除非它附带某种益处,并能使听众在可能范围内变得更好而归;我也不会在言辞所应伴随公正而给予的取悦之中,只谄媚眼前的城邦,却回避给予其他城邦应有的公正评价;我更不会在这第一步上就使各城邦离心离德,正如那些庸俗的大多数人所为,而是要依照各自适度的分寸称赞所有城邦,并且我的这篇演辞正是要以此为开端。因为我认为,对于希望在各城邦之间促成彼此共同友谊的人而言,合宜的做法绝非褒扬某些城邦而贬抑另一些城邦,而是以赞美之辞提及所有城邦,以便首先使你们大家心情更为愉悦,更加欣然地接受劝告,其次使有助于和睦的事宜即刻得以促成。因为如果你们将受到的赞扬视作公共整体的赞扬而加以接受,且你们当中无人将他人的美誉视为自身的耻辱,而是各自将彼此的优点视作自己的优点而同感欣喜,那么首先你们将从炉灶之始便展现出和睦,其次你们自己也将逐渐习惯于彼此称善,并思考对你们所有人共同有益的事情。然而,作为前来劝导和睦之人,却同时畏惧称赞你们,这在我看来既是一种怯懦,又像是破坏自己主题之人的行径,二者必居其一:要么是行事不善,要么是不知应当以何种方式探讨该主题。 那么,首先让我们思考我们该地区所有人无论大小均平等参与构成的整体体系,无论在执政的裁判官们眼中,还是可以说在几乎所有其他人眼中,它被确信在多大程度上超越了其他一切。因为在所有体系中,没有任何其他体系能呈现如此众多的全部城邦,也绝不——

语法注4 条
  1. 517τοῦ λέγειν δʼ ἀπολείπεσθαι τοσοῦτον ὅσονπερ ἂν εἰ μηδὲν τῶν εἰς τοῦτο φερόντων ἔπραττον

    ἀπολείπεσθαι 支配属格 τοῦ λέγειν,意为“落后于”、“与……相去甚远”。τοσοῦτον ὅσονπερ ἂν εἰ ... 构成虚构的非现实比较从句(“正如假若他们未曾做过……一样”),修饰不定词 ἀπολείπεσθαι,后者与 μελετᾶν 并列,同受 εἰώθασιν 支配。

  2. 517ὡς αὐτός γε τοιοῦτον οὐδὲν ποιήσων οὐδὲ κομψευσόμενος

    连词 ὡς 搭配将来时分词 ποιήσων 和 κομψευσόμενος,表意图或宣称之内容,主格代词 αὐτός 指向主句动词 ἐσεμνύνατο 的主语。

  3. 517ἠπιστάμην μὲν οὖν καὶ τοῦτο ὥσπερ ἔρεισμα πολλοῖς ὂν καὶ καταφυγὴν τὸ τοὺς παρόντας ἐπαινεῖν

    动词 ἠπιστάμην 支配宾格分词结构 τοῦτο ... ὂν,其中 ἔρεισμα 和 καταφυγήν 为宾语补足语(述语宾格)。定冠词加不定词短语 τὸ τοὺς παρόντας ἐπαινεῖν 则作为 τοῦτο 的同位语说明其具体内容。

  4. 518ἅμα δὲ εἶναι καὶ διαφθείροντος τὴν ὑπόθεσιν

    不定词 εἶναι 依赖于 φαίνεται,分词 διαφθείροντος 为表特征/性质的属格(“属于败坏主题之人的做派”)。随后的分词属格 ἢ κακῶς ἐγκεχειρηκότος 与 ἢ μὴ εἰδότος 承接此特征属格结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg042.humanitext-grc2:517-518