← 阿里斯·台德斯

留克特拉演说二

§445

驳斯巴达宽容论与主张彻底击溃

演说者驳斥了那些搬出拉栖代梦昔日投票挽救雅典的反对者,主张当下正是彻底击溃斯巴达的良机,并通过历数阿提卡屡遭蹂躏的历史,否定了斯巴达领土具有任何不可侵犯的特权。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§445

ἀποδύρασθαι;1 τί δὲ τῆς ψήφου τῆς ἐκείνων ἀναμιμνήσκειν, ἣν ὅτε τοῖς ὅπλοις οὐκ ἐχρώμεθα ἡμεῖς, τότʼ ἤνεγκαν, οὐ πρότερον; εἶθʼ οὓς καὶ αὐτοὶ ψήφῳ σώσαιμεν ἂν, κατὰ τούτων τοῖς ὅπλοις χρησόμεθα; νὴ Δίʼ εἰκότως, ἵνα γε τῇ ψήφῳ σώσωμεν. δεῖ γὰρ αὐτοὺς εἰς τὴν αὐτὴν τύχην ἐλθεῖν, εἴπερ τὴν αὐτὴν ψῆφον ἀνταπολήψονται παρʼ ἡμῶν. ἔτι τοίνυν καὶ ἐναντίος ἐστὶν οὗτος ὁ λόγος τῆς βοηθείας, ὑπὲρ ἧς οὗτοι λέγουσιν. ὥσπερ γὰρ εἰ μηδὲν ἦν ὑπόλοιπον, ἀλλὰ ψήφου μόνης καιρὸς ἦν, ἔδει σώζειν αὐτοὺς, ἐπειδήπερ ἀρκούντως ἐτετιμωρήμεθα, οὕτω νῦν καθαιρετέον καὶ καταγωνιστέον ἐστὶν, ἐπειδήπερ ἀντέχοντες ὁρῶνται. ταύτης μὲν οὖν τῆς φιλανθρωπίας συνεύχομαι τὸν καιρὸν ἐλθεῖν· τῶν δὲ παρόντων πραγμάτων οὔ φημι δεῖν ἐκκρουσθῆναι διὰ ῥημάτων εὐπρέπειαν, οὐδʼ ἀνεῖναι Λακεδαιμονίους βεβλημένους, οἵ γε, ὑμᾶς ἂν ἐκφεύγωσιν, ὕστερον οὐχὶ ληφθήσονται. πρὸς Διὸς, πόσου ποτʼ ἂν ἐπρίασθε, ὅτε ἤρχεσθε ὑπʼ αὐτῶν καὶ ὑβρίζεσθε ὑπὸ τῶν τυράννων, εἰς τοιοῦτον καιρὸν περιστῆναι τὰ πράγματα καὶ τοιαύτην λαβὴν ὑμῖν παραπεσεῖν; ἐγὼ μὲν κἂν τῆς σωτηρίας.2 εἰ δέ τις τὸ τῶν Λακεδαιμονίων ὄνομα ἢ τὰ σεμνὰ τῆς χώρας ἐν αἰδοῖ ποιεῖται, καὶ δεινὸν αὐτῷ τι φαίνεται καὶ σχέτλιον τὴν ἐπʼ Εὐρώτᾳ γῆν πειραθῆναι πολεμίων ἐμβολῆς, οὐδὲν ἀτιμοτέρα τῶν παρʼ ἐκείνοις τόπων Ἐλευσὶς αὕτη, τὸ Θριάσιον, Ἀχαρναὶ, τὰ ἄλλα ὅσα μυριάκις κατατέτμηται. ταῦτʼ οὖν αὐτὸν παραμυθείσθω καὶ ῥᾷον οἴσει. οὐ γὰρ δή που τὸ μὲν δῃοῦν Λακεδαιμονίοις ἀποδώσομεν, τὸ δʼ ἡσυχάζειν πορθουμένους ἡμῖν ἀποκείσεται, ὥσπερ τῇ μὲν Ἀττικῇ σύνηθες ὂν τὸ φθείρεσθαι, τῇ δὲ ἐκείνων γέρας τι καὶ τιμὴν ἀνεῖσθαι3 τὸ μόνην ἐξαίρετον εἶναι τῶν τοῦ πολέμου κακῶν. ἀλλʼ εἴ γέ τινα ἔδει χώραν ἀπαθῆ τούτων εἶναι, τὴν ἡμετέραν ἔδει. καὶ γὰρ ἡ πρώτη καρποὺς ἐνεγκοῦσα καὶ μεταδοῦσα τοῖς Ἕλλησιν, οὐ μόνον Λακεδαιμονίοις, ἐστὶν αὕτη, καὶ ὁ θεὸς ταύτην μητρόπολιν τῶν καρπῶν εἴρηκεν, οὐ τὴν Λακεδαιμονίων, καὶ τἄλλα ὅσα θεῖα ταύτῃ παρὰ πάντων ἐπιφημίζεται, οὐ τῇ Λακεδαιμονίων· καὶ διὰ ταύτην καὶ τοὺς ταύτης ἐνοίκους ἀδῄωτος ἡ τῶν ἄλλων ἔμεινε γῆ.

又何必哀叹这些呢?又何必提起他们当年的投票呢?那是在我们不再动用武力之时投下的,在那之前可曾有过?“那么,对于我们自己也愿意用投票来拯救的人,我们反倒要对他们动用武力吗?”凭宙斯起誓,理当如此,正为了能用投票来拯救他们!因为如果他们真要从我们这里得到同样的投票作为回报,他们就必须先陷入同样的境遇。此外,这一论调实际上恰恰违背了这些人所主张的援助。因为正如在别无所剩、唯需投票之时,鉴于我们已经予以充分惩治,理当拯救他们一样;如今既然他们显然仍在负隅顽抗,就必须将其打倒并征服。因此,我固然一同祈祷展现此种仁德的时刻到来,但我断言绝不可因辞令的动听而错失当前的局势,也不可放过遭受重创的拉栖代梦人;若是让他们从你们手中溜走,日后便再也无法擒获了。凭宙斯起誓,当你们受他们统治、遭僭主凌辱之时,若能让时局转变为如此良机、让这般制胜的把柄落入你们手中,你们当年愿付出何等代价来换取?若是我,纵然舍弃性命也在所不惜。如果有人敬畏拉栖代梦的名号或其国土的尊严,认为埃夫罗塔斯河畔的土地遭受敌军入侵是一件可怕而痛心之事,那么眼前的厄琉息斯、特里亚西翁平原、阿哈尔奈以及其他被蹂躏过无数次的地方,比起他们那里的土地来绝无丝毫逊色。因此,且让他以此自慰,他便能更泰然处之。因为我们总不至于把蹂躏抢掠让给拉栖代梦人,而惨遭洗劫却保持沉默则留作我们的宿命;仿佛对阿提卡而言遭受摧残是司空见惯之事,而对他们的土地而言,唯独免受战争灾祸反倒被奉为某种特权与荣耀。然而,若有哪片土地理应免受这些灾难,那本应是我们的土地。因为这片土地最先结出庄稼并分享给全希腊人,而非仅仅给拉栖代梦人;神明亦将此地而非拉栖代梦人的土地称为庄稼的母邦;世人归于此地的所有其他神圣荣耀,亦从未归于拉栖代梦人的土地;正是凭借这片土地及其居民,其他人的土地才得以免遭劫掠。

语法注3 条
  1. 445ἀποδύρασθαι

    不定式,接续前一段落末尾的主句动词短语 τί δεῖ ταῦτʼ。整个句式结构为 τί δεῖ ταῦτʼ ἀποδύρασθαι;(“为何必须为这些事哀叹?”),并与随后的 τί δὲ ... ἀναμιμνήσκειν; 形成并列关系。

  2. 445ἐγὼ μὲν κἂν τῆς σωτηρίας

    承接前句 πόσου ποτʼ ἂν ἐπρίασθε(“你们愿付出何等代价购买……?”)的省略句,省略了动词 ἐπριάμην(或 ἂν ἐπριάμην)。τῆς σωτηρίας 为表示价格的属格,与 κἄν (= καὶ ἄν) 连用,意为“若是我,即便以性命/存活为代价[也愿换取]”。

  3. 445ὥσπερ τῇ μὲν Ἀττικῇ σύνηθες ὂν τὸ φθείρεσθαι, τῇ δὲ ἐκείνων γέρας τι καὶ τιμὴν ἀνεῖσθαι

    由 ὥσπερ 引导的比况从句中的变则并列(句式杂糅)。前半句以中性单数分词构成的主格/宾格绝对独立分词短语 σύνηθες ὄν(“仿佛……是司空见惯的”)为核心,后半句则通过 μέν ... δέ 转变为完成时被动态不定式 ἀνεῖσθαι(“仿佛……被奉为特权”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg034.humanitext-grc2:445