- 底本
- Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg034.humanitext-grc2:446-447
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者驳斥了以神话先例作为援助斯巴达之借口的论调,主张只有通过彻底的军事胜利迫使其完全投降,才能彰显真正的宽宏,并警告若拒绝合作必将迫使忒拜投靠波斯大王,因而敦促雅典继续领导对斯巴达的战争。
καὶ δικαιότερον δήπουθεν, ὦ Δήμητερ, Ἀθηναίους ὄντας τὰ αὑτῶν περιστέλλειν ἐστὶν ἢ τὰ Λακεδαιμονίων. ἥσθην δὲ ἐφʼ οἷς Ἡρακλέους καὶ τῶν Ἡρακλέους παίδων ἐμνήσθη τις, ὥσπερ εἰς Λακεδαιμονίους, ἀλλʼ οὐκ εἰς Θηβαίους πολὺ μᾶλλον ταῦθʼ ἡμῖν πεφιλοτιμημένα,1 εἰ μὴ καὶ τὸν Ἰόλεων Σπαρτιάτην ἀποφαίνουσι. θαυμάζω δʼ ὅπως οὐ καὶ τὸν Οἰδίπουν προσέθηκαν ὡς ἐδεξάμεθα, οὐδὲ καὶ τοῦτο εἰς τὴν Λακεδαιμονίων τιμὴν ἀνήνεγκαν. ἐγὼ δʼ εὖ οἶδʼ ὅτι καὶ ταῦτα καὶ πολὺ πλείω τούτων κοινὰ πρὸς Θηβαίους ἂν ὑμῖν ἐπέπρακτο, εἰ τοιαῦται παρέπιπτον ἀφορμαί. καὶ οὐκ ἐμὲ λέληθεν ὅτι καὶ τούτων ἕκαστον τῶν νῦν ὑπαρχόντων ἦν ὅτʼ ἄπρακτον ἦν, ἀλλʼ ὅμως ἐπὶ καιρῶν ἕκαστα ἐγένετο. οὐ μὴν οὐδενὶ τῶν ἔμπροσθεν τοιοῦτος καιρὸς ὑπῆρξεν οἷός περ ὁ τῶν νῦν ἔργων τούτων. νυνὶ γὰρ εἰς ὑμᾶς πάντʼ ἀνάκειται τὰ τῶν Ἑλλήνων. μένουσι μὲν Θηβαῖοι πιστοὶ καίπερ εὐτυχηκότες, Λακεδαιμόνιοι δὲ ὑποκεχωρήκασιν. ὑπάρχει δʼ ὁμοῦ Θηβαίοις τὰ πιστὰ φυλάξαι καὶ δίκην παρὰ τῶν πολεμησάντων ὑμᾶς λαβόντας προεστάναι τὸ λοιπὸν τῆς Ἑλλάδος ἀσφαλῶς μετὰ τοῦ δεῖξαι πᾶσιν ἀνθρώποις περὶ τῆς πόλεως τὰ κάλλιστα, τοὺς ἐπιβουλεύσαντας ὅπως μεταχειρίζεται, καὶ τοῖς ὑπάρξασί τινος εὐεργεσίας ὅπως χρῆται διὰ τέλους. ὀλίγου δέω λέγειν οὐδὲ φιλάνθρωποι φανῆναι δυνήσεσθε, εἰ μὴ καὶ πρότερον χαλεποὶ γίγνεσθε. ἂν γὰρ ἐπεξελθόντες τῷ πολέμῳ μέχρι παντὸς καὶ παραλαβόντες τοὺς ἄνδρας, τὴν πόλιν, τὰ κτήματα, τηνικαῦτα σώσητε, ἔχοντες ὅ τι ἂν βούλησθε χρήσασθαι, τότʼ αἰσθήσονται τῆς φιλανθρωπίας ὑπὸ τοῦ καιροῦ Λακεδαιμόνιοι, καίπερ οὐκ ὄντες οἷοι τῶν εὖ ποιούντων αἰσθάνεσθαι. τόθʼ ὁμοῦ καὶ ἄνδρας καὶ δικαίους νομιοῦσιν ἅπαντες ὑμᾶς. μέμνησθε, ὦ Ἀθηναῖοι, τῆς ἐν Σικελίᾳ συμφορᾶς· τότε Συρακοσίοις παρόντες οὗτοι Λακεδαιμόνιοι νενικηκόσιν οὐ παρὰ μικρὸν, ἀλλʼ ὡς καὶ τὰς ναῦς ἡμῶν ἁπάσας διεφθαρκέναι καὶ ὅπλα καὶ σώματα εἰληφέναι τὰ μὲν ἐν τῇ θαλάττῃ, τὰ δὲ ἐν τῇ γῇ, καὶ μηδὲν ὧν ἂν εὔξαντο ἐνδεῖν αὐτοῖς, τί ἐποίησαν ὁρῶντες φεύγοντας ἡμᾶς πεζοὺς καὶ τραυματίας οὐκ ὀλίγους ἀπολελοιπότας; ἆρʼ ἐβοήθησαν, ἢ μετετάξαντο; οὐ μὲν οὖν ἀπέστησαν πρὶν παρέδωκαν οἱ στρατηγοὶ σφᾶς αὐτοὺς καὶ τὸ στράτευμα αὐτοῖς. τηνικαῦτα δὲ τοὺς μὲν ἀπέκτειναν, τοὺς δʼ ὅπως αὐτοῖς ἔδοξεν οὕτω μετεχειρίσαντο, καὶ οὐ προσέθηκα ὅτι σπονδῶν οὐσῶν πρὸς ἡμᾶς αὐτοῖς, ἃς ὅτε τοὺς αἰχμαλώτους ἐκομίζοντο ἐποιήσαντο. οὐκοῦν ὅταν καὶ νῦν ἡμῖν μετὰ Θηβαίων ἐπιοῦσι παραδῶσιν ἑαυτοὺς ἐν τῷ μέρει καὶ εἰς ἃ τότʼ ἤγαγον Νικίαν ἀφίκωνται, τότε μὴ μιμησώμεθα αὐτοὺς, ἀλλʼ ὑπερβαλώμεθα τῇ μεγαλοψυχίᾳ διατηρήσαντες· πρότερον δὲ μὴ κατεπειγώμεθα, μὴ μεταγνῶμεν. οἶμαι τοίνυν κἀκεῖνο δεῖν προσκοπεῖν, ὅπως μὴ τρέψομεν, ὦ Ἀθηναῖοι, Θηβαίους πρὸς ὃν οὐ βουλόμεθα·2 εἴπω σαφῶς; βασιλέα. οὐ γὰρ ἔσθʼ ὅπως ἡσυχάσουσιν ἁμαρτόντες ἡμῶν, ἀλλʼ ἐπʼ ἄλλον τινὰ ἥξουσιν· οὗτος δʼ ἐκεῖνος γένοιτʼ ἂν αὐτοῖς. ὅπου γὰρ νῦν ἐπὶ Λακεδαιμονίους ὑμῶν δέονται, πῶς οὐκ ἐφʼ ὑμᾶς γε ὁμοῦ καὶ Λακεδαιμονίους βασιλέως δεήσονται; ἀλλὰ μὴν εἰ τοῦτʼ ἔσται, πῶς καλῶς ἢ δικαίως περὶ τῶν Ἑλλήνων βεβουλεῦσθαι φήσομεν, σαφῶς οὕτως τὸν βάρβαρον αὐτοῖς ἐπενηνοχότες; εἶτα Λακεδαιμόνιοι μὲν ἐν μυχῷ τῆς Πελοποννήσου καὶ δεινοὶ τὸ κατὰ σφᾶς ἀεὶ ζητεῖν, ἡ δʼ Ἀττικὴ πρόκειται ἔνθεν μὲν Θηβαίοις, ἐκ θαλάττης δὲ τῷ βασιλεῖ· καὶ κατὰ τὴν παλαιὰν στρατείαν ἐνταῦθα ὁ πᾶς πόνος καὶ ἡ τριβὴ συνηνέχθη. μὴ τοίνυν Λακεδαιμονίους παρὰ καιρὸν οἰκτείροντες ἄκαιρον πόλεμον τῇ πόλει μηδὲ τοῖς Ἕλλησι περιστήσωμεν, ἀλλʼ ὑπομείνωμεν προστάται μᾶλλον τοῦ πρὸς Λακεδαιμονίους πολέμου γενέσθαι ἢ ʼκείνους ἀπαλλάξαντες αὐτοὶ πράγμασι καὶ κακοῖς ἀνυποστάτοις συνέχεσθαι. ἐμοὶ μὲν ταυτὶ περὶ τούτων δοκεῖ· γενοίμην δʼ ἐπὶ Λακεδαιμονίοις, εἴ τι τῇ Θηβαίων εἶπον εὐνοίᾳ καὶ μὴ καθαρῶς ὑπὲρ ὑμῶν ἅπαντα.3
凭德墨忒尔起誓,作为雅典人,守护自身的利益无疑比维护拉栖代梦人的利益要正当得多。对于有人搬出赫拉克勒斯和赫拉克勒斯的子孙,我实感可笑;说得就好像这些热忱效劳的功绩,全是为了拉栖代梦人,而绝非更是为了忒拜人似的——除非他们还能证明伊奥劳斯也是个斯巴达人!我甚至诧异他们为何没有把我们接纳俄狄浦斯一事也添上去,为何没有把这件功绩也归于拉栖代梦人的荣耀。但我深知,若有此等良机出现,你们本会与忒拜人共同成就这些功绩,乃至远胜于此的大业。我也深知,如今存在的每一项功业,亦曾有过尚未成就之时,但各项事业终究是在各自适宜的时机下促成的。然而,以往的任何人都不曾享有如今这些战果所带来的绝佳良机。因为如今,全希腊的大局完全系于你们一身。忒拜人虽逢大捷却依然坚守信义,而拉栖代梦人则已溃退败走。你们不仅可以向忒拜人信守盟约,向曾对你们开战之人施加惩戒,今后更可安然领袖希腊,同时向全人类昭示本城邦最崇高的品格:她如何处置图谋不轨之徒,又如何自始至终善待那些施恩于己之人。我几乎要说,除非你们先展现出严厉,否则你们甚至无法显现出仁慈。因为如果在把战争进行到底,俘获其兵员、城池与财物之后,在拥有随心所欲处置他们的权力之时,你们再予以宽赦,彼时拉栖代梦人受时势所迫,才会真切体会到你们的仁德——尽管他们的本性根本不知感念恩德。唯有在那个时刻,万民才会认定你们同时既是勇士又是义人。雅典人啊,请回想一下在西西里遭受的惨祸吧!当时这些拉栖代梦人与叙拉古人同在,叙拉古人取得的可不是微弱的小胜,而是彻底歼灭了我们的全数战舰,无论在海上还是陆上都俘获了我们的军械与人员,其所得完全不逊于他们祈求的一切。然而当看到我们徒步溃逃、丢下众多伤员之时,他们做了什么?难道他们施以援手了吗,抑或是调转了阵营?绝非如此,他们绝未罢休,直到将军们将自身与全军向他们拱手投降!在那时,他们有的予以处决,有的则随心所欲加以虐待;而且我甚至无需多提,这还是在他们与我们订有停战协定的情况下干的——那正是他们在领回俘虏时所订立的条约。因此,如今当他们轮到在我们与忒拜人联合进击之下投降,沦落到当年他们将尼客阿斯逼入的绝境时,到了那时,我们不要效仿他们,而要以保全他们来展现超越他们的恢弘气度;但在此之前,切莫操之过急,切莫动摇心意。此外,雅典人啊,我认为我们还必须预先提防:切不可将忒拜人推向我们不愿看到的势力——我要明说吗?那就是波斯大王!因为如果失去了我们,他们断无安分守己之理,必然会投靠他人;而那个人就唯有大王。既然他们如今为了对付拉栖代梦人而求助于你们,那么面对你们与拉栖代梦人的联手,他们又怎会不去求助于大王?然而,一旦果真如此,当我们如此公然地将蛮族引向希腊人之时,我们又怎能宣称自己为全希腊作出了良善而正义的谋划?况且,拉栖代梦人退居伯罗奔尼撒的偏狭一隅,向来擅长独善其身,而阿提卡却一边直面忒拜人,海上一面又直面大王;在当年的远征中,所有的劳苦与消耗皆落于此地。因此,切莫因不合时宜地怜悯拉栖代梦人,而将一场不合时宜的战争引向我们的城邦与全希腊;我们宁可甘愿作为讨伐拉栖代梦人的战争统帅,也不要放过他们,从而使我们自身陷入无法招架的困境与灾难之中。关于这些,以上便是我所持的见解;如果我说出这番话是出于偏向忒拜人的私心,而非完完全全、纯粹为了你们的利益,就让我落入拉栖代梦人的手中吧!
- 446ὥσπερ εἰς Λακεδαιμονίους, ἀλλʼ οὐκ εἰς Θηβαίους πολὺ μᾶλλον ταῦθʼ ἡμῖν πεφιλοτιμημένα
由 ὥσπερ 引导的宾格绝对分词结构,包含完成时被动分词 πεφιλοτιμημένα 及其主语中性复数 ταῦτα。此处带有讽刺意味地刻画了对方辩者的虚妄预设,即仿佛那些救援赫拉克勒斯后裔的古老功绩全是为了斯巴达人,而非主要为了忒拜人。
- 447ὅπως μὴ τρέψομεν, ὦ Ἀθηναῖοι, Θηβαίους πρὸς ὃν οὐ βουλόμεθα
由动词 προσκοπεῖν 所引出的表示审慎与防范的从属从句,采用 ὅπως μή 搭配将来时直陈式(τρέψομεν)。此结构并非普通的否定目的从句,而是着重表达必须预先戒备、防止出现不测后果(即迫使忒拜投靠波斯大王)的防范构式。
- 447γενοίμην δʼ ἐπὶ Λακεδαιμονίοις, εἴ τι τῇ Θηβαίων εὐνοίᾳ καὶ μὴ καθαρῶς ὑπὲρ ὑμῶν ἅπαντα
采用愿望希求法(γενοίμην)构成的庄严起誓或自我诅咒式修辞(conditional oath)。介词短语 ἐπὶ Λακεδαιμονίοις 表示“任由拉栖代梦人宰割/落入其手中”。条件从句的后半部分(καὶ μὴ...)省略了前文的动词 εἶπον,演说者以此立誓:若非完全为了雅典的利益而是偏袒忒拜,甘愿沦落敌手,以此确证自己动机的至诚。
