- 底本
- Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg034.humanitext-grc2:443-444
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者以赛会竞技为喻告诫切勿在胜利前夕背弃盟友,力陈中立与倒向斯巴达之不智,主张应与忒拜人并肩到底以共享胜利的荣光。
λαμβάνειν τοῖς ἡττωμένοις αὑτὸν προσνείμειεν ἐξαίφνης. ἄνθρωπε, ῥιπτεῖς ἔχων; ναὶ, φησίν. ἀλλὰ Θηβαῖοι τῆς δόξης κληρονομήσουσι νὴ Δίʼ, ἐάν γε ἡμεῖς ἀπολειφθῶμεν. ἀλλʼ ἐκεῖνοι τὸν πόλεμον ἀνειλήφασιν. οὐκοῦν ἐν προσθήκῃ γενέσθων, ἡμεῖς δὲ ἀναδεξώμεθα τὴν προστασίαν. καὶ μὴν οὐδʼ ἀδοξότερον δή που τὸ βοηθεῖν τοῖς καλέσασιν ἢ τὸ καλεῖν τοὺς βοηθήσοντας. οὐ γὰρ οἱ μείζους ἐπὶ τοὺς ἐλάττους καταφεύγουσιν, ἀλλὰ τῶν μειζόνων οἱ φαυλότεροι δέονται. διὸ τῶν ἐκβάντων κατὰ τούτους ἡ δόξα νικᾷ. θαυμάζω δʼ εἴ τις τὸ μὲν τῆς νίκης καὶ τῶν κατορθωμάτων κοινωνεῖν τὴν πόλιν αἰσχρὸν ἡγεῖται, τὸ δὲ τὴν τῶν ἀτυχημάτων καὶ τῆς ἥττης τάξιν λαβεῖν ἔντιμον νομίζει, καὶ σὺν ἄλλοις μὲν κρατῶν αἰσχύνεται, κληρονομῶν δὲ τῆς ἑτέρων συμφορᾶς καλοῦ καὶ λαμπροῦ σχήματος ἡγεῖται μερίτης ἔσεσθαι. εἰ δʼ ὅτι Θηβαίοις ἤδη τὰ μείζω προεξείργασται, διὰ τοῦτʼ ἀποκνήσομεν, τοὐναντίον οὗ δεῖ πεισόμεθα. νυνὶ γὰρ ὥσπερ ὕλην ἐκκόψαντες ἐκεῖνοι καὶ προκαθήραντες εὔπορον τὴν ὁδὸν ἡμῖν καὶ ῥᾳδίαν πεποιήκασι καὶ τῶν πραγμάτων καὶ τῶν δυσχερῶν καθʼ αὑτοὺς ἀπολαύσαντες τὴν ἐπὶ τῷ τέλει δόξαν ἡμῖν τετηρήκασιν· οὗ σπανιώτερον οὐδέν ἐστιν εὐτύχημα, ἢ διὰ τῶν ἑτέροις πεπονημένων εὐδοξίαν οἰκείαν πορίσασθαι δικαίως. μόνοις δʼ οὐχὶ νομίζω τοῖς ἀπέχειν τὴν δίκην ἡμᾶς τὴν παρὰ Λακεδαιμονίων φάσκουσιν εἶναι ταῦτα λέγειν.1 εἰ γὰρ Θηβαίων τοὔργον ποιοῦνται καὶ οὐδὲν εἶναι ταῦτα πρὸς ἡμᾶς φασι, πῶς λέγουσιν εἰληφέναι τὴν δίκην ἡμᾶς; δῆλον γὰρ ὅτι Θηβαίοις μὲν ἂν δεδωκότες εἶεν, ἡμῖν δʼ ὀφείλουσιν. οὐκοῦν εἰ μὲν αὐτοὶ διʼ ἡμῶν αὐτῶν τετιμωρήμεθα αὐτοὺς, κἂν ἀποχρῆν εἶπέ τις· Θηβαίων δὲ τῶν κεκρατηκότων ὄντων οὐκ ἔνεστιν εἰς τὸ φάσκειν ἐξαρκεῖν καταφεύγειν. αὐτὸ γὰρ ἂν τοῦτο καὶ πάνδεινον εἴη, εἰ Θηβαῖοι μὲν εἰς ἔχθραν αὐτοῖς ἐλθόντες δίκην ἠδυνήθησαν λαβεῖν ὑπόγυιον, ἡμεῖς δʼ ὄντες οἵπερ ἐσμὲν ταυτὸν τοῦτʼ οὐχὶ ποιήσομεν ἐκ πολλοῦ προοφειλόμενον αὐτοῖς. ὅλως δὲ μήτοι νομίσητε, ἂν νικᾷ τις Ὀλυμπίασι τὸν ὑπʼ ἄλλου του συγκοπέντα ἥττω φιλοτιμίαν ἔχειν αὐτῷ τὸν στέφανον, μηδʼ ἧττόν τι νικῶντα κηρύττεσθαι, ὅτι τις προπαρεσκεύασεν αὐτῷ τὸ μέρος τὴν νίκην, ἀλλʼ ἐκεῖνο λογίζεσθε, εἰ συνηγωνισμένοι ταύτην αὐτὴν τὴν μάχην ἦτε τοῖς Θηβαίοις, ἆρʼ οὐκ αἰσχρὸν καὶ παλίμβολον ἦν ἀποδράντας τῇ ὑστεραίᾳ μετὰ τῶν Λακεδαιμονίων τάττεσθαι; καὶ μὴν συνηγωνίσασθε μὲν ἂν προθύμως, εἴ τις ὑμᾶς ἐκάλεσε τότʼ εὐθύς. τὸ δʼ ὄνειδος ὅμοιον, καὶ νῦν ἐὰν ὑπαχθῆτε. οὐ γὰρ ταύτῃ τῇ μάχῃ μόνον, ἀλλὰ καὶ πολλαῖς ἄλλαις ταῖς ἄνω πράττειν ὑπεναντία δόξετε. καὶ μὴν οὐδʼ ἐκποδὼν συμβουλεύσαιμʼ ἂν ὑμῖν οὐδʼ αὐτὸς ἀμφοτέροις στῆναι, ἀλλʼ εἰ οἷόν τʼ εἰπεῖν μᾶλλον τοῖς Λακεδαιμονίοις ἢ μηδετέροις προσθέσθαι. ἐκείνως μὲν γὰρ Θηβαίους ἀδικοῦντες Λακεδαιμονίους φήσετʼ οἰκτείρειν, οὕτω δʼ οὔτε Θηβαίοις τὰ δίκαια φυλάξετε οὔτε τούσδε φίλους προσλήψεσθε, δόξαν δὲ οὐ καλὴν ἀργίας οἴσεσθε, ἣν οὐδέσι μᾶλλον τῶν ὄντων προσήκει φυγεῖν ἤπερ ὑμῖν. διὰ τί; ὅτι πρῶτον μὲν πάντων ὀνειδῶν ἀπηλλαγμένοι τούτου πλεῖστον ἀφεστήκατε, καὶ λόγος ἐστὶ παλαιὸς καὶ γνῶναι τὰ βέλτιστα καὶ πρᾶξαι πάντων ὑμᾶς ὀξυτάτους εἶναι· δῆλον δʼ ἔκ τε τῶν ψηφισμάτων καὶ τῶν ἀγώνων, οὓς ἐν τῷ παντὶ χρόνῳ πεποίησθε. ἔπειτα νόμος παρʼ ὑμῖν, ὡς ἐγὼ μονίζω,2 μόνοις ἐστὶν, ὁ γραφὰς πεποιηκὼς ἀργίας, ἵνα μηδεὶς σχολάζῃ παρὰ καιρὸν μηδʼ ἀμελῇ, μηδʼ ἀπραγμοσύνην τὸ νωθρὸς εἶναι καλῇ. ἃ δὲ τοὺς ἰδιώτας κεκωλύκατε, τούτοις αὐτοὺς ἐνόχους δημοσίᾳ φανῆναι κακῶν ἔσχατόν ἐστι. καὶ γὰρ αὖ κἀκεῖνο. εἰ μὲν οἷοί τʼ εἰσὶν ἀναφέρειν οἱ Λακεδαιμόνιοι, μὴ μετὰ τῶν Θηβαίων ὑμῶν στάντων,3 οὐ πάρεισιν οἷ προσῆκεν αὐτοὺς οὐδʼ οἷ δεῖ σπουδάζειν προαγαγεῖν· εἰ δʼ ὑπερσχήσουσιν οἱ Θηβαῖοι, βέλτιον ἐφʼ ὑμᾶς ἐλθεῖν τοὔνομα ἢ ἐπὶ τοὺς καὶ χωρὶς ὑμῶν ἂν κρατήσαντας. οὐ δεινὸν οὖν ἐξαλεῖψαι Λακεδαιμονίους ἐκ τῆς Ἑλλάδος; πάνυ γε, ὅταν περ ἐφʼ ἡμῖν γένωνται καὶ παραδῶσι τὴν πόλιν, ὥσπερ ὑμεῖς ἐκείνοις πρότερον. εἰ δʼ ἔγκεινται, τί δεῖ ταῦτʼ
……本应立刻戴上花冠之时,却突然将自己归入败者之列。“朋友,你胜券在握却要弃权吗?”“是的,”他说。“但凭宙斯起誓,如果我们被抛在后面,忒拜人将继承这份荣耀!”“然而他们已经挑起了战争。”“那么就让他们处于附庸地位,由我们来接掌领导权吧。” 况且,援助发出召唤之人,绝不比召唤他人来援助更为逊色。因为并非更强大者投奔弱小者,而是弱小者需要更强大者;因此在结局上,后者的荣耀要胜过前者。若有人认为城邦分享胜利与功勋是可耻的,却认为加入不幸与溃败的行列是光荣的;与他人共同取胜便感到羞耻,继承他人的灾难却自以为能分享美好而辉煌的形象,这实在令我感到惊异。如果我们因忒拜人已经预先完成了主要的大业而因此退缩,我们所承受的将恰恰与应有的相反。因为如今他们就像砍伐树丛、预先扫清道路一样,为我们铺就了平坦通达的道路,自身历尽艰险,却将终局的荣耀留给了我们;世上再没有比通过他人辛劳而正当地为自己赢得美誉更为罕见的幸运了。 而且我认为,唯独声称我们已经从拉栖代梦人那里得到了应有偿还的人,是没有资格说这番话的。因为如果他们将此归功于忒拜人,并声称这与我们毫无干系,他们又怎能说我们已经得到了补偿呢?显然,拉栖代梦人或许已经向忒拜人作出了补偿,但对我们仍然有所亏欠。因此,若是我们亲手惩治了他们,或许有人可以说已经足够;但既然是忒拜人赢得了胜利,我们便绝不能逃避于声称已经足够。这本身就是极其可怕的:若是忒拜人刚与他们交恶便能立刻施加惩罚,而以我们的身份,却不对他们施加这笔早已欠下的惩罚。 总而言之,切莫以为在奥林匹亚击败一个已被他人重创的对手,所得的花冠就会减少荣誉,也不要以为因为有人预先为他准备了部分胜利,他被宣告为胜者便有何逊色;相反,请深思这一点:如果你们曾与忒拜人并肩参与了这场战役,难道次日便抽身逃跑、列阵于拉栖代梦人一边,不是一种可耻而反复无常的行径吗?事实上,若当时有人立刻召唤你们,你们必会欣然并肩作战。然而如果你们如今受到蛊惑,其耻辱是一模一样的。因为你们不仅违背了这一场战役,而且会被视为与过去许多其他的战绩背道而驰。 再者,我甚至不会建议你们置身事外、对双方皆袖手旁观;若是可以这样说的话,我宁可建议你们投向拉栖代梦人,也不赞成两不相帮。因为在前一种情况下,你们虽对忒拜人不义,尚可托词哀怜拉栖代梦人;但在后一种情况下,你们既未对忒拜人坚守正义,又未能结交拉栖代梦人为友,反而会招致怠惰的不光彩名声——而世上最不应当承担此名的正是你们。为何?首先,因为你们免受一切非难,距此名最为遥远,世人自古便盛传你们在明辨与践行至善之事上最为敏捷;这从你们历来所通过的法令与所参与的争战中便昭然可见。其次,据我所知,唯独在你们这里立有针对怠惰提起公诉的法律,以防有人不合时宜地荒废时日或懈怠职守,亦不容人将萎靡不振美化为安分守己。然而,对于你们明令禁止私人的行为,自己却在公共层面上显出犯有其罪,乃是最大的祸事。 此外还有一点:如果因你们不与忒拜人站在一起,拉栖代梦人便得以复苏,他们便不会落入其应有的处境,亦未达到我们应当全力推动他们达到的境地;但若忒拜人占据压倒优势,将此名声归于你们,岂不胜过归于即便没有你们也能取胜的人?“那么将拉栖代梦人从希腊彻底抹去,难道不是可怕的事吗?”当然,唯有当他们落入我们手中、交出城邦,正如你们昔日交给他们那样时,方可如此言之;但若他们依然咄咄逼人,又何必……
- 443μόνοις δʼ οὐχὶ νομίζω τοῖς ἀπέχειν τὴν δίκην ἡμᾶς τὴν παρὰ Λακεδαιμονίων φάσκουσιν εἶναι ταῦτα λέγειν
不定词 εἶναι 在此处作无人称动词使用(相当于 ἔξεστιν,“被允许/有资格”),支配与格成分 τοῖς ... φάσκουσιν 以及不定词主语 ταῦτα λέγειν。否定词 οὐχὶ 与 νομίζω 连用(通过否定提升来否定 εἶναι),而句首的 μόνοις 统摄整个否定结构(“唯独那些声称……的人,没有资格说这番话”)。
- 444μονίζω
传抄文本中的形近错乱或字母换位,当为 νομίζω 之误。在句法及语境上,确指常见的插入从句 ὡς ἐγὼ νομίζω(“据我所认为”)。
- 444μὴ μετὰ τῶν Θηβαίων ὑμῶν στάντων
带有否定词 μή 的属格独立结构,嵌于条件从句 εἰ μὲν οἷοί τʼ εἰσὶν ἀναφέρειν οἱ Λακεδαιμόνιοι 内部,表示动作的前提条件(“若你们不与忒拜人站在一起”)。因分词具有假设与条件含义,故使用否定词 μή 而非 οὐ。
