← 阿里斯·台德斯

留克特拉演说二

§441-442

对忒拜的恩义与雅典全邦的团结

演说者斥责拉栖代梦人背信弃义的本性,论证忒拜人曾在关键时刻庇护雅典流亡者,是值得信赖的盟友,并呼吁城邦内外的雅典人同心协力协助忒拜人完成战争。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§441

διʼ ὃν τῆς μὲν χρείας ἀεὶ δούλους εἶναι, τῶν δʼ εὐεργετῶν δεσπότας, ἂν τύχωσι, γίγνεσθαι δοκεῖ μοί τις αὐτοὺς ἂν εἰπεῖν ὀρθῶς.1 ἆρʼ οὖν οὐδὲ Θηβαίους ἔστʼ εἰκὸς ἡμῖν χάριν εἴσεσθαι, ἂν μετὰ τούτων ἐπʼ ἐκείνους ἔλθωμεν; ἀλλὰ μάλιστα μὲν εἰ καὶ γίγνοιτό τις ἀγνωμοσύνη καὶ διενεχθῆναι δέοι ψευσθέντας δόξης, Θηβαίους ἔγωγʼ ἂν ἑλοίμην τὸ ἐμαυτοῦ μέρος πολὺ μᾶλλον, οὓς καὶ πρότερον Μυρωνίδης τοὺς πρεσβυτάτους τῶν πολιτῶν ἐξαγαγὼν μετὰ πάντων Βοιωτῶν παρεστήσατο ῥᾳδίως,2 ἢ Λακεδαιμονίους, ὑφʼ ὧν ἃ πεπόνθαμεν ἴσμεν. χωρὶς γὰρ τῶν ἄλλων Θηβαίοις μὲν, ἐὰν ἀγνωμονῶσί τι πρὸς ἡμᾶς, πολλοὺς ἔσεσθαι τοὺς οὐκ ἐπιτρέψοντας ἡγοῦμαι, μάλιστα δʼ οἷς νῦν χρῶνται τοὺς Ἀρκάδας καὶ τοὺς Ἀργείους καὶ τοὺς ἄλλους, οἳ τοῦτον τὸν τρόπον ἂν ἴδωσιν αὐτοὺς προσφερομένους τοῖς συμμάχοις, ἀδίκημα κοινὸν ποιήσονται καὶ μιᾷ γνώμῃ πάντες ὡς ἡμᾶς μεταστήσονται. Λακεδαιμόνιοι δʼ ἂν αὐξηθῶσι διʼ ἡμῶν καὶ μὴ δικαίως μηδʼ ἁπλῶς ἡμῖν προσφέρωνται, πῶς ἀπαντήσομεν αὐτοῖς, ἢ τί ποιήσομεν; μεμψόμεθα ἐν τοῖς Ἕλλησιν; ἢ διʼ αὐτοὺς καὶ βοήθειαν αἰτήσομεν; ἢ τί ποιήσομεν ἰσχυροτέρους αὐτοὺς φάσκοντες εἶναι; ἀλλʼ ὁ πρὸς τοῦτʼ ἂν λόγος ἐλθὼν σαφὴς καὶ γνώριμος. ὑμεῖς, ὦ καλῶς φρονεῖν φάσκοντες, τούτους τοὺς ἀνθρώπους ἐξὸν ὑμῖν εἰς πᾶν ἀσθενείας ἀγαγεῖν καὶ χρῆσθαι κοσμίοις, οὐ μόνον οὐκ αὐτοὶ τοῦτʼ ἐποιήσατε, ἀλλὰ καὶ Θηβαίους διεκωλύσατε καὶ προὔδοτε συμμάχους ὄντας. τί οὖν νῦν καταιτιᾶσθε τὴν ἰσχὺν καὶ τὴν πλεονεξίαν οὓς αὐτοὶ καθʼ ὑμῶν αὐτῶν καὶ κατὰ τῶν ἄλλων ἠσκήσατε; ὅτι δὲ, ὦ Ἀθηναῖοι, καὶ ἀδεὲς καθαρῶς τὸ γοῦν τῶν Θηβαίων ἐστὶ δέος οἶμαι δείξειν. λογίζεσθε γάρ. Θηβαῖοι πρὶν παθεῖν ὁτιοῦν ὑφʼ ἡμῶν ἀγαθὸν, μᾶλλον δὲ ἐν χερσὶν ἔτι τῶν προσκρουσμάτων ὄντων, οὐ μόνον οὐκ ἦλθον εἰς Πειραιᾶ, κελευόντων Λακεδαιμονίων, ἀλλʼ ἔτι καὶ τῆς τυραννίδος καταστάσης, ἣ καὶ μικρὸν χρόνον εἰ προσδιήρκεσεν, οὐκέτʼ ἂν ἀντέσχεν ἡ πόλις, πάντων ἄριστοι περὶ ἡμᾶς ἐγένοντο. παρασχόντες γὰρ οἰκείαν καὶ φίλην τὴν σφετέραν αὐτῶν πόλιν, ἀζήμιον καὶ ἄλυπον τὸ μετοικεῖν ἀπέφηναν, Ἀρχίνῳ, Θρασυβούλῳ, τοῖς ἄλλοις, οἳ πολλοὶ καθʼ ἡμέραν ἑκάστην ἐγίγνοντο· καίτοι ταῦτα οὐκ ἀκίνδυνα ποιοῦντες πρὸς Λακεδαιμονίων ᾔδεσαν. εἶτʼ ὦ πρὸς Διὸς οἱ παρὰ τοιαύτην συμφορὰν εὐνοϊκῶς ἡμῖν ἔχοντες καὶ οἱ πρὶν ὅτου παρʼ ὑμῶν τεύξονταί ποθʼ ὕστερον εἰδέναι, τοιαύτης οἰκειότητος καὶ φιλίας ὑπάρξαντες, οὗτοι Λακεδαιμονίων ἀπαλλαγέντες διʼ ἡμῶν μὴ παρακινήσωσί τι φοβησόμεθα; ἀλλʼ ὑπερβολὰς ἐκείνων; οὐ τἀναντία δή που δεῖ προσδοκᾶν κατὰ γοῦν τοὺς λογισμούς; ἀλλʼ ἐπειδήπερ ἐνταῦθα ἐγενόμην, ἡδέως ἂν, ὦ Ἀθηναῖοι, πυθοίμην περὶ Λακεδαιμονίων, ποτέροις καλῶς ἔχον ἐστὶ μετʼ αὐτῶν γενέσθαι; πότερον τοῖς ἐκ Πειραιῶς; ἀλλʼ ἐξέπεσον διʼ ἐκείνων, καὶ κατελθεῖν ἐπιχειροῦντες ἐναντιουμένων πάλιν αὐτῶν ἐπειρῶντο. ἀλλὰ τοῖς ἐξ ἄστεος; ἀλλʼ ἀπολώλασι τό γʼ ἐκείνων μέρος τῷ δήμῳ παραδοθέντες.3 τῇ δὲ τῆς πόλεως ἀγαθῇ τύχῃ καὶ τῷ καλῶς βουλεύσασθαι σῶοι καὶ ἀπαθεῖς τοῦ πλείονος ἐσμὲν ἀμφότεροι. πάλιν δὴ περὶ Θηβαίων ἐρήσομαι, ποτέροις οὐκ ἄξιον συλλαβεῖν αὐτοῖς; πότερον τοῖς ἐκ Πειραιῶς; ἀλλʼ οὐκ ἐρῶ μὲν διὰ Θηβαίους, ἐκ Θηβῶν δʼ ὁρμηθέντες Φυλὴν κατέλαβον· ἣν καταλαβόντες τῆς ὕστερον εὐτυχίας καὶ ὧν ἐπεθύμουν κύριοι κατέστησαν. ἀλλὰ δὴ τοῖς ἐξ ἄστεος; ἀλλὰ διὰ ταύτην τὴν κάθοδον τῆς πρὸς τοὺς οἰκείους δυσμενείας καὶ ταραχῆς εἰσιν ἀπηλλαγμένοι, καὶ τοὺς αὐτοὺς ἐχθροὺς καὶ φίλους ὀμωμόκασι κρίνειν. οὐκοῦν ἐχθροὶ μὲν ἀμφοῖν Λακεδαιμόνιοι δείκνυνται, φίλοι δʼ ἀμφοῖν οἱ Θηβαῖοι. κέκριται δὴ τοῦτο πάλαι καὶ οὐ τήμερον πρῶτον· ὀξύτατος δʼ ὁ παρὼν καιρὸς, ἐν ᾧ δεῖ τοῦτο πᾶσι πέρας ἐπιθεῖναι. τί δὴ λοιπὸν ἢ συνεκτελέσαι τὰ πράγματα τοῖς Θηβαίοις καὶ μὴ λιπεῖν τὴν τάξιν, ὃ καὶ τοῖς ἰδιώταις αἰσχύνην φέρει, μηδʼ αὐτομόλων ἔργον ποιῆσαι, μεταστάντας καὶ ἀποδράντας τὰ πράγματα ἐπʼ αὐτῆς τῆς τελευτῆς ἑστηκότα. ὅμοιον γάρ ἐστι τοῦτό γε ὥσπερ ἂν εἴ τις πυγμὴν ἤ τι τοιοῦτον ἀγωνιζόμενος μέχρι μὲν τῶν ἄθλων ἔλθοι προθύμως, ἔπειτʼ ἐξειργασμένων αὐτῷ τῶν πραγμάτων, καὶ τόν γε στέφανον δέον ἤδη4

由于这种习性,在我看来,若有人说他们始终是需求的奴隶,而在获得机会时便成为恩人的主宰,那将是极为恰当的。那么,倘若我们与这些人〔忒拜人〕一同去讨伐那些人〔斯巴达人〕,连忒拜人也不大可能对我们心存感激吗?然而最重要的是,即使出现某种不讲理的举动,使我们在希望落空后不得不产生纷争,就我个人而言,我也宁愿选择忒拜人——昔日米罗尼德斯率领城邦最年长的公民出征,便轻而易举地降伏了他们以及全体玻俄提亚人——而不愿选择拉栖代梦人,因为我们深知自己曾从他们那里遭受过什么。且不说别的,若是忒拜人对我们有任何不义之举,我认为必有许多人不会容忍,尤其是他们如今视为盟友的阿卡迪亚人、阿尔戈斯人及其他人;这些人一旦见到他们以这种方式对待盟友,便会将其视作共同的侵害,并万众一心地倒向我们一边。但如果拉栖代梦人借助我们而实力大增,却对我们既不公正也不坦诚,我们将如何应对他们,又能做些什么呢?难道在希腊人面前抱怨申诉吗?还是因他们的缘故去乞求援助呢?抑或一边声称他们更为强大,一边又能做些什么呢?对此必将招致的反驳是清晰而显而易见的:‘你们这些自诩深明事理的人啊,当你们本可以将这些人削弱到极点并使其俯首听命之时,你们不仅自己未曾这样做,反而横加阻挠忒拜人,背弃了同为盟友的他们。如今,对于你们自己亲手培养出来反对自身及其他人的那些人的强权和贪欲,你们又为何要加以责难呢?’雅典人啊,我认为自己能够证明,至少对忒拜人的恐惧纯粹是毫无根据的。请诸位深思:忒拜人在未曾从我们这里获得任何恩惠之前,甚至在我们之间的冲突记忆犹新之时,他们不仅在拉栖代梦人下达命令时拒绝开赴比雷埃夫斯,而且在僭主统治确立之后——那场统治若再多持续片刻,城邦便将再也无法支撑——他们对我们的态度在所有人中堪称至善至美。因为他们将自己的城邦提供为亲善友好的避难所,使得阿尔基诺斯、色拉叙布洛斯以及日益增多的其他人得以外出移居而不受惩罚与侵害;尽管他们深知,这样做并非没有来自拉栖代梦人的危险。那么,凭宙斯起誓,在如此深重的灾难面前对我们心怀善意,且在尚未知晓日后能从你们这里获得何种回报之前便主动施以如此亲密与友谊的人,难道我们会害怕他们在借助我们摆脱拉栖代梦人之后会轻举妄动吗?或是害怕他们做出过分的狂妄举动?至少依照理性的推论,我们难道不应当期待恰恰相反的结果吗? 然而,既然我已经讲到这里,雅典人啊,我很乐意就拉栖代梦人发问:究竟对哪一方而言,与他们站在一起是妥当的呢?是对来自比雷埃夫斯的人吗?但他们正是因拉栖代梦人而被驱逐流亡,在试图返回时又再次遭遇他们的阻挠。难道是对留在城内的人吗?但就拉栖代梦人所作所为而言,这批人本已被交给民众而走向覆灭;只是多亏城邦的好运和明智的决断,我们双方才得以保全,未曾遭受更大的厄运。再就忒拜人发问:对哪一方而言,协助他们是不应当的呢?是对来自比雷埃夫斯的人吗?我虽不说是完全靠忒拜人,但他们正是从忒拜出发攻占了菲莱;而在攻占菲莱后,他们便掌握了随后的好运和所渴望的一切。那么是对留在城内的人吗?正是由于这次回归,他们才摆脱了对同胞的仇恨和动荡,并立誓以相同的人为敌友。由此可见,拉栖代梦人被证明是双方共同的敌人,而忒拜人则是双方共同的朋友。此事早在很久以前便已有定论,并非今日始然;而当下正是最紧要的关头,必须在此时为这一切画上圆满的句号。那么,除了与忒拜人一道彻底完成大业,不擅离职守——这即便对于平民百姓而言也是奇耻大辱——并且不做逃兵之事,不在大事已至终局之际抽身逃跑,此外还能剩下什么呢?因为这种做法正如同参与拳击或类似比赛的人,极力奋战直到奖品近在眼前,在万事皆已告捷、本应立刻戴上花冠之时……

语法注4 条
  1. 441διʼ ὃν τῆς μὲν χρείας ἀεὶ δούλους εἶναι, τῶν δʼ εὐεργετῶν δεσπότας, ἂν τύχωσι, γίγνεσθαι δοκεῖ μοί τις αὐτοὺς ἂν εἰπεῖν ὀρθῶς.

    关系代词短语 διʼ ὃν 指向上一个段落结尾处的先行词 ὁ τρόπος(习性)。主句骨干为 δοκεῖ μοί τις ἂν εἰπεῖν ὀρθῶς,其中 ἄν 与不定词 εἰπεῖν 结合,相当于潜在希求法(εἴποι ἄν,“某人或许能恰当断言”)。在带不定词的宾格结构中,αὐτούς 为主语宾格,δούλους 与 δεσπότας 作补足语宾格,分别支配宾格性属格 τῆς χρείας(需求的)与 τῶν εὐεργετῶν(恩人的)。

  2. 441οὓς καὶ πρότερον Μυρωνίδης τοὺς πρεσβυτάτους τῶν πολιτῶν ἐξαγαγὼν μετὰ πάντων Βοιωτῶν παρεστήσατο ῥᾳδίως

    关系代词 οὓς 指前文的 Θηβαίους。介词短语 μετὰ πάντων Βοιωτῶν 在语义上修饰动词 παρεστήσατο 的宾语 οὓς,意为“(将忒拜人)同全体玻俄提亚人一并制服”,而非修饰主语米罗尼德斯的军队构成。此句指公元前457年前后米罗尼德斯率领老弱出征并在厄诺费塔等地战胜玻俄提亚联军的历史典故。

  3. 442ἀπολώλασι τό γʼ ἐκείνων μέρος τῷ δήμῳ παραδοθέντες

    短语 τό γʼ ἐκείνων μέρος 为惯用的副词性宾格,意为“就他们(斯巴达人)而言”或“在他们力所能及的范围内”。被动分词 τῷ δήμῳ παραδοθέντες(“被交由民众处置”)表明,若仅依斯巴达人的行径,城内的寡头派本已被彻底遗弃并交付民众而遭覆灭,幸赖雅典自身的和解才得以免遭屠戮。

  4. 442καὶ τόν γε στέφανον δέον ἤδη

    中性单数宾格分词 δέον(源自无人称动词 δεῖ)构成绝对宾格结构(意为“在理应……之时”)。尽管本段落在后接的不定词(如 ἀναδεῖσθαι 或 λαβεῖν)之前截断,但其结构完整支撑了由 ὥσπερ ἂν εἴ τις 引出的比喻:搏击选手拼搏至赛程终点,正在理当领取花冠之际(却弃权而逃)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg034.humanitext-grc2:441-442