- 底本
- Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg034.humanitext-grc2:439-440
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者指出援助拉栖代梦人只会陷入无休止的战争循环,强调其势力复苏远比忒拜人称霸更为危险。他回顾希波战争以来的历史,揭露拉栖代梦人忘恩负义的天性,指责其历来对施恩者反戈相向。
βουλόμεθα, αὖθις τοὺς ἐκείνων ἐχθροὺς αἱρησόμεθα, ἀεὶ τοῦθʼ ὃ σπουδάζομεν λύσομεν, ὥσθʼ ἡμῖν ἐκ πολέμου πόλεμος φύσεται. τί οὖν ἔτι καὶ δεῖ κινδυνεύειν, εἰ τότʼ οὐχ ἕξομεν τὸ ἆθλον ὅταν κτησώμεθα; ἀλλὰ νὴ Δία ταυτὶ μὲν σαφῆ, ἀδεὲς δὲ ἄλλως συναναλαβεῖν Λακεδαιμονίοις τὴν δύναμιν καὶ φόβον οὐδʼ ὁντινοῦν ἔχει. ἀλλʼ ἔγωγε, καὶ μηδεὶς ἐκπλαγῇ πρὸς τὴν ὑπερβολὴν, οὐκ ὀκνήσαιμʼ ἂν φῆσαι πολὺ μᾶλλον δεδιέναι Λακεδαιμονίους τῆς αὑτῶν κυρίους ὄντας ἢ Θηβαίους τῆς Ἑλλάδος. οὗτοι μὲν γὰρ οὐδʼ ἂν ἔχοντες τὴν ἀρχὴν φυλάξαι μοι δοκοῦσιν,1 ἐλάττους ὄντες τῶν πραγμάτων, ἀλλʼ ἐν ἀκαρεῖ τοῦ χρόνου ῥᾳδίως ἂν πάλιν οἷοίπερ ἦσαν γενέσθαι, ἐκεῖνοι δʼ ἕως ἂν καὶ ἡντινοῦν ἀφορμὴν ἔχωσιν, οὐ χαλεπῶς ἄν μοι δοκοῦσι κατὰ μικρὸν αὐξηθῆναι, ἐπεὶ καὶ τὸ παλαιὸν ἐκ μικρῶν κομιδῆ καὶ φαύλων πολισμάτων ὁρμηθέντες, Βοιοῦ καὶ Κυτινίου καὶ Ἐρινεοῦ, καὶ οὐδένων ὄντες σεμνότεροι, ἀλλὰ καὶ ἀγαπητῶς ἐλθόντες οὗ νῦν οἰκοῦσι, διʼ ἡμῶν πρῶτον μὲν Πελοποννήσου τὰς δύο μοίρας ἔσχον, Μεσσήνην ἀνελόντες, ἔπειτα πάσης τῆς Ἑλλάδος ἦρξαν δυνάμεως κατὰ μικρὸν εὐπορήσαντες. ἀλλʼ ὦ μάτην δεδιὼς, ἡ χάρις αὐτοὺς, ἣν ὀφείλουσι τῆς βοηθείας ἡμῖν, μετριωτέρους ποιήσει, φαίη τις ἄν. χάρις δέ ἐστι τίς ἣν ἀνθρώπων ἴσασί τῳ Λακεδαιμόνιοί ποτε, οἳ τοὐναντίον τοῖς ἄλλοις ἀνθρώποις πεπόνθασιν; οἱ μὲν γὰρ, κἂν τὰ μάλιστα ἀδικηθῶσι, πραότεροι γίγνονται διὰ τὰς ὕστερον εὐεργεσίας, Λακεδαιμονίοις δʼ εἴπερ ἄλλο τι ἐπιτετήδευται καὶ τοῦτʼ ἤσκηται, ὅταν τὰ μέγιστα εὖ πάθωσι, τότε ἐπὶ τοὺς ποιήσαντας ἔρχεσθαι. πρῶτον μὲν, ἵνʼ ἀπὸ τῶν οἰκείων ἀρξώμεθα, οὗτοι σωθέντες ὑφʼ ἡμῶν ἐπὶ τοῦ πολέμου τοῦ πρὸς τοὺς βαρβάρους, —ἴστε γὰρ δή που τοῦθʼ ὅτι δέκα μὲν ναῦς εἰς τὸ ναυτικὸν αὐτοὶ, τετρακοσίους δʼ ὁπλίτας εἰς Πύλας παρέσχοντο, καὶ ταῦτʼ ἦν αὐτοῖς μόνα τὴν πρώτην, ἃ κἂν εἰ πρὸς Μεγαρέας ἐπολέμουν, γέλως ἦν, τὸ δὲ σύμπαν εἰς ἡμᾶς καὶ τὰς ἡμετέρας τριήρεις ἀνήρτητο, αἵπερ οὖν καὶ ἐκώλυσαν τὴν Πελοπόννησον κατὰ πόλιν ληφθῆναι—ἀλλʼ ὅμως τοιαύτης μὲν καὶ τηλικαύτης εὐεργεσίας πειραθέντες, πρέσβεις δʼ, ὅτε Μαρδόνιος προὐκαλεῖθʼ ἡμᾶς εἰς συμμαχίαν ἐπὶ δώροις, ἀντιπέμψαντες αὐτοὶ καὶ φωνὰς οὐκ ἐλάττους ἢ νῦν ἀφέντες, μὴ προδοῦναι σφᾶς, οὐ πολὺς χρόνος μετὰ ταῦτα διεγένετο καὶ ἐκώλυον μὲν ἡμᾶς τειχίζειν τὴν πόλιν, βοήθειαν δὲ εἰς Ἰθώμην ᾔτησαν μὲν, ἐλθοῦσαν δʼ ἀπέπεμψαν ἀτίμως, τὰ τελευταῖα δὲ εἰς πόλεμον φανερὸν καταστήσαντες ἃ παθεῖν ὤφειλον αὐτοὶ, ταῦθʼ ἡμᾶς εἰργάσαντο. πάλιν ἐν τούτῳ τῷ πολέμῳ γενομένου χρησίμου βασιλέως αὐτοῖς καὶ τὰ μέγιστα συγκαταπράξαντος, πῶς ἀπεμνημόνευσαν τὴν χάριν; διὰ Χειρισόφου καὶ Κλεάρχου Κῦρον ἐπῆγον αὐτῷ. καὶ οὐκ ἀπέχρη ταῦτα, ἀλλὰ πάλιν διὰ πάσης τῆς Εὐρώπης ἐλθόντες σὺν Ἀγησιλάῳ, τὴν Ἀγαμέμνονος στρατείαν ἐπὶ Τροίαν μιμούμενοι, Φαρνάβαζον ἦγον καὶ ἔφερον, καὶ τί κακὸν οὐκ ἐποίουν τὴν βασιλέως γῆν καὶ τοὺς ὑπάρχους, ἕως ἐπέλιπεν αὐτοὺς τὸ δύνασθαι καὶ ἡμῖν ὁμοῦ καὶ Θηβαίοις κἀκείνῳ πολεμεῖν; τίνα δὲ αὖ καὶ τὰ Θηβαίων; ἐπειδὴ τάχιστʼ αὐτοῖς συγκατειργάσαντο τὸν πόλεμον τὸν πρὸς ἡμᾶς, εὐθέως περὶ τῆς αὑτῶν ἐκινδύνευον. ὑπέρευ γε νὴ Δία οὗτοί γε καὶ δικαιότατʼ ἀνθρώπων, εἴποι τις ἂν, οὕτω γὰρ καὶ μάλιστα ἔμελλον σαφῶς τὴν αὑτῶν ἄνοιαν κατόψεσθαι. φημὶ κἀγώ. ἀλλʼ οὐ διὰ τοῦτʼ ἐπʼ αὐτοὺς ἐτράποντο, ἵνʼ ἡμῖν χαρίσωνται καὶ δίκην ὑπὲρ ἡμῶν λάβωσι· γέλως γὰρ τοῦτό γε; αὑτοὺς γὰρ ἂν πρότερον ἢ τούτους ἐπʼ ἐκείνοις ἐτιμωροῦντο. ἀλλʼ ἦλθον, οἶμαι, καὶ ἐπὶ τούτους ὁδῷ. ὡς δʼ εἰπεῖν συνελόντα, κληρονομοῦντες διαγεγόνασιν ὧν ἀπήλλαξαν αὐτοὺς ἕκαστοι πολέμων.2 ἆρʼ ἔχουσι χάριν Λακεδαιμόνιοι τοῖς εὐεργέταις καὶ ἀποδιδόασι μείζονα ἢ καθʼ ἃ ἂν λάβωσι; τί ποτʼ οὖν τὸ αἴτιον καὶ τίς ἡ φύσις αὐτῶν; δοκοῦσί μοι χειρίστην κρίνειν αἰσχύνην οὐ τὸ μὴ ἀντευποιεῖν τοὺς ὑπάρξαντας, ἀλλὰ τὸ εὖ πεπονθέναι δοκεῖν. ἵνα δὲ μὴ τοῦτο ὁμολογῶσι, μεταστρέψαντες ἐπʼ αὐτοὺς ἔρχονται τοὺς αἰτίους τῶν μεγίστων αὐτοῖς ἀγαθῶν, ἀκριβέστερον δὴ δεικνύντες ὅτι οὐδʼ ἡντινοῦν αὐτοῖς ὀφείλουσι χάριν. ὁ μὲν Λακεδαιμονίων τρόπος οὗτός μοι φαίνεται,
……扶持到我们所希望的地位,我们便又会选择站在他们的敌人一边,不断瓦解我们自身为之奋斗的目标,以致在我们中间战端相继、兵连祸结。 既然在我们获得酬报之时却无法保有它,那么究竟为何还要去冒险呢?“但是,凭宙斯起誓,”有人或许会说,“这些固然显而易见,但帮助拉栖代梦人恢复力量在其他方面并无危险,也无任何可惧之处。”然而,就我而言——且请诸位切勿为其夸张而惊愕——我敢毫不犹豫地宣称:比起忒拜人称霸希腊,我更惧怕拉栖代梦人成为自己土地的主人。因为在我看来,前者由于力不能胜其任,即使掌握了统治权也无法长久守住,反而在转瞬之间便会轻易重回旧态;而后者只要拥有一星半点的出发点,便很容易一步一步壮大起来。因为在古时,他们也是从博翁、屈提尼翁和厄里纽斯这些极其微小简陋的聚落出发,起初并不比任何人更受尊崇,反倒是庆幸能迁徙至如今居住之地;随后正是借助我们的力量,他们先是通过消灭麦塞内夺取了伯罗奔尼撒的三分之二,继而实力逐渐充裕,最终统治了全希腊。 “哎呀,你这是无端忧惧,”有人或许会说,“他们因我们的援助而欠下的恩情,自会使他们变得更为克制。”然而,拉栖代梦人何时曾对世间何人知恩图报过呢?他们的性情恰恰与其余凡人完全相反。因为其他人即便遭受极深的不义,也会因后来的恩惠而变得温和;而在拉栖代梦人那里,如果说有何种特长被他们奉为圭臬并潜心操练的话,那就是:每当承受了最大的恩惠之时,便正是向施恩者发难之日。 首先,从与我们自身切身相关的事说起:在抗击蛮族的战争中,他们正是被我们所拯救——想必诸位皆知,他们自己当时只向舰队提供了十艘船,向温泉关派遣了四百名重装步兵,这在最初便是他们的全部力量,即便用来同墨伽拉人作战都堪称笑柄;而全局的存亡全系于我们和我们的三段帆船之上,也正是这些战船阻挡了伯罗奔尼撒免于被逐城攻陷——然而,在亲身领受了如此巨大深厚的恩德之后,在马尔多尼乌斯以重金引诱我们结盟之际,他们曾亲自派来使节,发出不亚于今日的呼号,哀求我们切莫背弃他们;可是此后不久,他们便阻挠我们筑造城墙;他们请求派往伊托墨的援助,援军一到,他们却不体面地予以驱逐;到最后更公然挑起战争,将他们本应承受的灾祸强加于我们身上。 再者,在这场战争中,当波斯王对他们大有用处并协助他们取得最重大战果之时,他们又是如何回报恩德的呢?他们通过凯里索福斯和克利阿科斯,引诱小居鲁士去反对波斯王。这还不够,他们又随阿格西劳斯横穿整个欧洲,模仿阿伽门农远征特洛伊,大肆掠夺法尔纳巴佐斯的领地;直到他们无力同时与我们、忒拜人以及波斯王交战为止,他们何曾没有对波斯王的土地和总督施加种种祸害? 反观忒拜人的遭遇又如何呢?当他们刚协助拉栖代梦人彻底打赢对我们的战争,立刻就为自身的存亡陷入危局。“凭宙斯起誓,他们真是罪有应得,是世上最公正不过的报应,”有人或许会说,“因为唯有如此,他们才能最清楚地看清自己的愚蠢。”我也这般认为。但拉栖代梦人对他们反戈相向,绝非为了取悦我们,亦非替我们复仇——因为若真如此简直成了笑谈,毕竟为了那些事,他们本该先惩罚自己而不是忒拜人!依我看,他们不过是按其惯常之道向他们下手罢了。简而言之,无论哪一方将他们从战争中解救出来,他们便历来继而与该方为敌。 难道拉栖代梦人会对恩人怀有感激,并作出超过所受恩惠的回报吗?那么,其缘由究竟为何,他们的天性又是什么呢?在我看来,他们判定最大的耻辱,并非在于不回报施恩于己之人,而在于显得自己曾承受过恩惠。为了不承认这一点,他们便反戈一击,冲向为自己带来最大益处的恩人,从而更为确凿地表明他们根本不欠对方任何恩情。 拉栖代梦人的做派在我看来正是如此;
- 439οὐδʼ ἂν ἔχοντες τὴν ἀρχὴν φυλάξαι μοι δοκοῦσιν
助词 ἄν 在句法上修饰依附于 δοκοῦσιν 的不定式 φυλάξαι(意为“在我看来他们似乎不可能守住……”)。ἄν 紧随否定词 οὐδέ 倒装置前(hyperbaton),伴随分词 ἔχοντες 带有条件含义(“即使掌握了统治权”)。
- 440κληρονομοῦντες διαγεγόνασιν ὧν ἀπήλλαξαν αὐτοὺς ἕκαστοι πολέμων
先行词 πολέμων 被吸收入关系从句中(先行词内化/吸引),并受表示分离的动词 ἀπαλλάττω(ἀπαλλάττειν τινά τινος,“将某人从……中解救出来”)支配而呈现为属格。句子的基本骨架为 κληρονομοῦντες διαγεγόνασι [τούτων τῶν πολέμων],表达“凡是某一方将他们从战争中解救出来,他们便继而挑起针对该方的战争”这一逻辑。
