← 阿里斯·台德斯

留克特拉演说二

§437-438

共战历史与背弃忒拜的背信之咎

演说者指出,在共经多次战役后抛弃身处顺境的忒拜人,既与波斯王的背信无异,更违背了雅典自身严惩叛盟者所依循的正义准则,是极端愚蠢与背信之举。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§437

μὴ τοίνυν νομίσητε τηλικοῦτον εἶναι κατηγόρημα τὸ πρὶν συναγωνίσασθαι μετατάξασθαι, ἡλίκον τὸ πολλῶν τισι καὶ μεγάλων ἀγώνων κεκοινωνηκότας, εἶτʼ ἐναντία θέσθαι τὰ ὅπλα ῥᾳδίως, ἵνʼ οὕτως ἐάσω τὸ κατὰ Θετταλοὺς καὶ Ἀθηναίους οὐ φαῦλον διάφορον.1 οὐ γὰρ ἀμνημονεῖν γε φήσομεν οὔτε τῆς ἐν Ἁλιάρτῳ μάχης, ἣν ἐνικῶμεν κοινῇ Λακεδαιμονίους, οὔτε τῆς ὕστερον ἐν Κορίνθῳ τῆς μεγάλης ἐκείνης, οὔτε τῆς πρὸς Ἀγησίλαον πρὸς Κορωνείᾳ, τάς τε ἄλλας σιωπῶ, καταλέξαι γὰρ ἴσως ἁπάσας οὐ ῥᾴδιον. νὴ Δία, τὸ γὰρ τοῦ βασιλέως σοφὸν, ὃς διῆγεν ἡμᾶς ἐπʼ ἀνίσων ἐπὶ τοῦ μεγάλου πολέμου. καὶ τί μεῖζον τῆς ἀπιστίας ἔχοι τις ἂν εἰπεῖν δεῖγμα ἢ τὸ φίλον μὲν μηδετέροις φάσκοντα, ἐχθρὸν δʼ ἀμφοτέροις, καὶ μηδὲν μᾶλλον τοὺς ἀνθεστηκότας μισεῖν ἢ μεθʼ ὧν ἦν ἑκάστοτε; τούτου μὲν ἕνεκα κἂν τὰς ἐπιορκίας ἐκείνου ζηλοῖμεν καὶ τἄλλα ὅσα ἐκείνῳ διεσπούδασται κακὰ, ἀλλὰ μὴ τῶν αἰσχρῶν ᾖ,2 μᾶλλον δʼ ὅλως ἄτοπον, ὄντας Ἀθηναίους τὰ τοῦ Πέρσου πονηρεύματα μιμεῖσθαι. οὐδὲ γὰρ οὐδʼ ὁμοίως περὶ τῆς Ἑλλάδος ὑμῖν τε κἀκείνῳ βουλευτέον ἐστὶν, ἀλλʼ ἐκείνῳ μὲν ὡς ἐχθρῷ καὶ μισοῦντι, ὑμῖν δʼ ὡς ἄρχουσι καὶ προστάταις. οἶμαι τοίνυν μηδʼ ἄλλως ἔχειν λόγον χρηστὸν μηδὲ τῆς ἐπωνυμίας ταύτης ἄξιον χείρους φανῆναι Θηβαίων. εἰ γὰρ οἱ μὲν καίπερ εὐτυχηκότες οὐκ ἀπολείπουσιν ἡμᾶς, ἀλλʼ ἐμμένουσι ταῖς ὑπαρχούσαις πίστεσιν, ὑμεῖς δʼ οὐ φροντιεῖτε προϊέμενοι καὶ καταλιπόντες ἐκείνους, καὶ ταῦτα καλούμενοι, πῶς οὐχ ὃ μηδὲ λέγειν δεῖ συμβήσεται; οὐ μὴν οὐδʼ ἐκεῖνο καλὸν, βελτίους ὑμᾶς ὑπὸ Θηβαίων ὑπειλῆφθαι ἤπερ ὑφʼ ὑμῶν αὐτῶν ἀποφανθῆναι. τὸ γὰρ ὡς μεμνημένους τῶν δικαίων καὶ φυλάττοντας τὰ πιστὰ καλούντων ἐκείνων μήθʼ ὑπακοῦσαι καὶ τοῖς ἑτέροις αὑτοὺς δοῦναι,3 πῶς ἂν εἴη τὴν αἰσχύνην ταύτην ἐκπεφευγός; ἄξιον δʼ ἐξετάσαι πῶς ποτε ἔχετε αὐτοὶ πρὸς τοὺς ἀφισταμένους τῶν συμμάχων. ἆρά γε πράως καὶ μετρίως; οὐκ ἂν φαῖεν οἱ πεπειραμένοι. εὑρεθήσονται γὰρ τῶν ἐκ προφανοῦς ἐχθρῶν πολὺ μείζω δίκην δεδωκότες αὐτῶν ἔνιοι, καὶ τοῦτο οὐδʼ ἂν εἷς ὑμῖν ἐπιτιμήσειεν οὐδὲ μέμψαιτο δικαίως. ὅλως μὲν γὰρ οὐκ ἔστι φέρειν ἀδικούμενον, τὸ δʼ ὑφʼ ὧν ἥκιστα ἐχρῆν ἀπαραίτητον τὴν ὀργὴν παρίστησι. μὴ τοίνυν ἃ τοῖς ἄλλοις δίκαια ὡρίσατε, αὐτοὶ ταῦτα ὑπερβαίνοντες φανῆτε, ἀλλὰ λογίζεσθε ὅτι ἐκείνων μέν τισι καὶ πρόφασίς τις ὕπεστι διʼ ἣν τύχοιεν ἄν ποτε συγγνώμης, οἷον μείζους εἶναι τοὺς φόρους, ἐλαύνεσθαι, παρεκλέγειν ἰδίᾳ τινὰς αὐτοὺς, τὰ τοιαῦτα, ἐφʼ ὑμῶν δʼ οὐδʼ ἂν εἷς εἴποι τοιοῦτον οὐδὲν, οὐδέ γε ἔχοιτʼ ἂν αὐτοί. πῶς οὖν οὐχ ὑπερβολὴν δεῖ τινα πίστεως εἶναι; οὐ γὰρ δή που γενναῖόν γʼ εἶναι φήσομεν μέχρι τούτου τισὶ συμπράττειν μέχρι ἄν τι χρηστὸν πράξωσι, τηνικαῦτα δʼ ἐχθροὺς γίγνεσθαι μεταβάλλοντας αὐτοὺς ὥσπερ ἠδικημένους. ὅλως μὲν γὰρ τὸ ἐγκαταλιπεῖν τοὺς φίλους, ἐάν τε ἀτυχοῦντας ἐάν τε εὖ πράττοντας, τῆς αὐτῆς αἰσχύνης ἐστὶν ὄνομα· ἔπειτα τοσούτῳ χεῖρον ἐμοὶ γοῦν δοκεῖ καὶ πονηρότερον τὸ τοῖς εὐτυχοῦσιν ἀπίστους εἶναι, ὅσῳπερ οἱ μὲν τοὺς ἐν ταῖς συμφοραῖς προϊέμενοι κἂν ἀδυναμίαν εἰπεῖν ἔχοιεν, διʼ ἣν οὐχ οἷοί τʼ εἰσὶν αὐτοὺς ἐξελέσθαι, οἱ δὲ τοῖς εὖ πράττουσι δυσμεναίνοντες φθόνου καὶ βασκανίας καὶ οὐδεμιᾶς πολιτικῆς αἰτίας δόξαν σχοῖεν ἂν λοιπήν· ὃ πάνθʼ ὑπεραίρει τὰ ἐξ ἀνθρώπων ὀνείδη. ὥσπερ γὰρ, οἶμαι, κυβερνήτῃ παρὰ μὲν τὸν χειμῶνα καὶ τὸν σκηπτὸν ἀφέντι τὴν ναῦν συγγνώμη, οὐρίᾳ δὲ παρὸν πλεῖν προεμένῳ κατηγόρημα καὶ μέμψις ἄφυκτός ἐστιν, οὕτω καὶ ἐπὶ τῶν τοιούτων αἱ μὲν δυσκολίαι τῶν καιρῶν ἀπολογίας ἐνδιδόασι τοῖς ἀφεστηκόσιν, αἱ δʼ ἐν ταῖς εὐτυχίαις ἀγνωμοσύναι σαφῆ καὶ καθαρὰν τὴν μέμψιν ἐργάζονται. ἔπειτʼ ἔμοιγε οὐδὲ ἀνοητότερον οὐδὲν φαίνεται ἢ τὸ τῶν μὲν πόνων καὶ τῶν κακῶν κοινωνεῖν ἐθέλειν τοῖς δεομένοις, ὅταν δʼ ὁ τοῦ κομίζεσθαι τοὺς καρποὺς καιρὸς ἔλθῃ, τότε ἄλλους μεθʼ ὅτων τις πάλιν ταλαιπωρήσεται ζητεῖν. πρὸς δὲ οὐδʼ ὁρῶ τὸ πέρας. εἰ γὰρ τοὺς μὲν κρατουμένους ἀεὶ προσδεξόμεθα, ἐπειδὰν δὲ καταστήσωμεν αὐτοὺς οὗ

因此,请你们切勿认为在并肩作战之前倒戈,与在同他人共经无数重大战斗之后轻率倒转兵刃相向,是同等分量的罪状——且不说色萨利人与雅典人之间存在的巨大差异。因为我们绝不会说自己忘记了在哈利亚图斯的战斗,我们在那里曾共同击败拉栖代梦人;也不会忘记后来在科林斯的那场大战,以及在科罗内亚对抗阿格西劳斯的交锋;至于其余的战斗,我姑且不论,因为要一一罗列或许绝非易事。“凭宙斯起誓,诚然如此,”有人或许会说,“波斯王的策略确属高明,他在那场大战中使我们长期处于力量不平衡的状态。”然而,对于一个声称与双方皆非朋友、实则与双方皆为仇敌,并且对敌对者的憎恨并不甚于对自己当时结盟者的人,谁能举出比这更显著的背信弃义的明证呢?按此逻辑,我们甚至可以去效仿他的伪誓以及他所热衷的一切恶行;但这岂不是一件可耻的事吗?或者说,身为雅典人却去模仿波斯人的奸恶,岂不是彻底荒谬吗?况且,你们与他在对待希腊的问题上绝不应以同样的方式谋划:他是以仇敌和怀恨者的身份,而你们则是以领导者和守护者的身份。因此我认为,无论从何种正当道理出发,抑或从配得上这一头衔的角度考虑,表现得劣于忒拜人都是不可取的。因为,如果他们纵然身处盛运,却未曾抛弃我们,而是坚守现有的盟约与信义;而你们在受到召唤之时,不仅毫不顾念,反而将他们抛弃并置之不顾,那么,连提都不应当提的恶果又怎能不降临呢?再者,你们被忒拜人认为比你们自己所展现出来的更好,这绝非光彩之事。当他们以你们谨记正义、恪守信义为由向你们呼吁时,你们非但不予理会,反而将自身投向对方,这又怎能逃脱这等耻辱呢?此外,值得审视的是你们自己平日对待那些背叛同盟者究竟是何种态度。难道是温和而克制的吗?亲身经历过的人绝不会这样说。因为人们会发现,他们中有些人所遭受的惩罚,远甚于公开的敌人;而对于这一点,绝不会有任何人能够公正地非难或指责你们。因为总括而言,蒙受不义乃是人人所不能忍受的,而来自最不该加害于己之人的不义,更会激起无可化解的怒火。因此,切莫让你们自己表现为逾越了你们为他人所设定的正义准则;相反,应当考虑到,对于那些人中的某些人,尚有某种借口使他们终可获得宽恕,例如贡赋过重、遭受压迫、个别官员擅自盘剥等等,但在你们身上,绝无人能说出任何此类托辞,你们自己也拿不出任何借口。既然如此,怎能不展现出某种极高标准的信义呢?因为我们断然不会说,同某些人合作直到他们取得某种成就为止,届时却突然转变态度把他们当作仇敌、仿佛自己受了不义之举一样,乃是高尚之举。总的来说,抛弃朋友,无论其处于逆境还是顺境,所招致的都是同样的耻辱之名;但对我而言,对身处顺境者背信弃义,显得尤为恶劣和低下,因为那些在灾难中抛弃他人的人,或许还能以无能为力、无法解救他们为借口;而对亨通之人怀恨在心者,留下的便唯有嫉妒与恶意之名,毫无政治层面的正当理由——这超越了世间所有人的责难。因为我想,正如舵手在暴风雨和雷霆之下弃船尚可得到原谅,而在能够顺风扬帆之际弃船则必遭无可推卸的控诉与责难一样;在这些事情上亦是如此:时局的艰难为背离者提供了辩解的余地,而顺境之中的背义则会招致确凿无可辩驳的谴责。再者,在我看来,最愚不可及的事莫过于:在他人困乏之时乐于与他们分担辛劳与祸患,但当收获成果的时刻到来时,却又另觅他人去重新承受艰辛。此外,我也看不到这究竟何处是尽头。因为如果我们总是接纳被击败者,而一旦将他们扶持到……

语法注3 条
  1. 437ἵνʼ οὕτως ἐάσω τὸ κατὰ Θετταλοὺς καὶ Ἀθηναίους οὐ φαῦλον διάφορον

    连词 ἵνα 接虚拟式 ἐάσω 在此并非表示实际的目的状语,而是修辞上的插入性省略表达(“暂且不论……”、“姑且搁置……”)。演说者借此略过对上一段末尾提及的色萨利骑兵叛离与雅典当前处境之间差异的繁复辨析,以便迅速转向论述双方共同作战的历程。

  2. 437ἀλλὰ μὴ τῶν αἰσχρῶν ᾖ

    μὴ ᾖ 为独立句中的虚拟式,表示担忧、疑惧或委婉的断言(“只怕这属于可耻之事吧”)。它与下文的修正语 μᾶλλον δʼ ὅλως ἄτοπον(“或者更确切地说是彻底荒谬”)紧密呼应,委婉而有力地否定了雅典人去效仿波斯王背信行径的可能性。

  3. 437τὸ γὰρ ὡς μεμνημένους τῶν δικαίων καὶ φυλάττοντας τὰ πιστὰ καλούντων ἐκείνων μήθʼ ὑπακοῦσαι καὶ τοῖς ἑτέροις αὑτοὺς δοῦναι

    此句主语是由中性单数冠词 τὸ 所统辖的两个不定词短语 μήθʼ ὑπακοῦσαι 与 αὑτοὺς δοῦναι(联结不定词)。冠词 τὸ 与不定词之间插入的 καλούντων ἐκείνων 为属格独立结构,其所引出的 ὡς 搭配宾格分词 μεμνημένους 和 φυλάττοντας,指明忒拜人主观视阈下雅典人所应具备的品格。谓语则是以迂回式构成的潜在希求法 πῶς ἂν εἴη ... ἐκπεφευγός。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg034.humanitext-grc2:437-438