- 底本
- Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg034.humanitext-grc2:435-436
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者回顾了当年与忒拜结盟的历史经过,严厉抨击亲拉栖代梦派的自相矛盾与虚伪:他们当年或保持沉默或投下赞成票,如今却翻出旧账煽动撕毁盟约。
τῶν τυράννων ὑπεδέξαντο, ἧκον δὲ Θηβαῖοι δεῦρο καλοῦντες ὑμᾶς, καὶ ἐδέοντο μὴ περιοφθῆναι, κύριοι δʼ ἦτε καὶ προέσθαι καὶ μὴ, τί τότε ἐφρόνουν οἱ νῦν μετὰ Λακεδαιμονίων ὄντες; εἰ μὲν γὰρ προέσθαι καὶ παριδεῖν τοὺς Θηβαίους ᾤοντο δεῖν, οὐκ ἂν ἔπεισαν ἃ ἐγίγνωσκον·1 εἰ δὲ δέξασθαι καὶ χρήσασθαι συμμάχοις, τί νῦν προφέρουσιν αὐτοῖς ὧν ὅτε καιρὸς ἦν οὐκ ἐμέμνηντο; καὶ μὴν εἰ μὲν οὐκ ἦσαν ὁμογνώμονες ὑμῖν, οὐκ ἐπιεικῶν ἔργον ἐποίουν πολιτῶν, οὐδὲ Θηβαίων μόνον, ἀλλὰ καὶ ὑμῶν ἀντιδίκων· εἰ δʼ ἦσαν σύμψηφοι, καὶ παρὰ τὴν αὑτῶν ἐξελέγχονται νῦν λέγοντες γνώμην, οὐ μόνον παρὰ τὴν ὑμετέραν. σκαιοὺς τοίνυν καὶ ἀναιδεῖς ἐγὼ μὲν οὐκ ἂν αὐτοὺς προσείποιμι, προσειπὼν δέ τις οὐκ ἂν ἁμάρτοι θατέρου,2 σκαιοὺς μὲν, εἰ μετεστρόφασι τὴν τάξιν, καὶ ὅτʼ ἔδει ταῦτʼ ἐξελέγχειν καὶ κατηγορεῖν, σιωπήσαντες, νῦν διδάσκουσιν, ὅτε εἰ καὶ τότʼ εἰρήκεσαν, ἡσυχάζειν λοιπὸν ἥρμοττεν· ἀναιδεῖς δὲ, εἰ καὶ τότʼ εἰπόντες ἡττήθησαν καὶ περὶ τῶν αὐτῶν πάλιν ὕστερον τοῦ καιροῦ βιάζονται. εἰ μὲν γὰρ ἐπείσθητε ὑπὸ Θηβαίων ἱκανῶς τότε ἐν τοῖς λόγοις ὡς οὐ κοινῇ τὸν ἀνδραποδισμὸν ἤνεγκαν, πῶς ἄξιον περὶ τούτων νῦν ἀκούειν, ἃ τότε αὐτοῖς ἀπολυομένοις συνέθεσθε; εἰ δὲ τοῦτο μὲν οὐκ ἐπιστεύσατε, τῷ δʼ ὕστερον εὔνων πειραθῆναι παρὰ τὴν χρείαν οὕτως ἔσχετε γνώμης ὥστε καὶ περὶ ἐκείνων οὐκ ἔχοντες μεταπεισθῆναι διὰ τὴν μετὰ ταῦτʼ οἰκειότητα καὶ πίστιν βοηθεῖν αὐτοῖς,3 τοῦ χάριν νῦν καταλείψετε τοὺς αὐτοὺς τούτους, ὅτʼ ἐξ ἁπάντων προθυμότερον στῆναι μετʼ αὐτῶν δεῖ; πρῶτον μὲν γὰρ οὐχ ὅμοιον, ὦ ἄνδρες Ἀθηναῖοι, συμμάχους ὑπάρχοντας καὶ φίλους καθαρῶς γεγενημένους εὖ ποιεῖν, ἢ πρὶν εἰς ταύτην τὴν τάξιν καταστῆναι. ἔπειτα εἰ τόθʼ ὑμᾶς ἐκίνει τὰ Θηβαίων εὐεργετήματα καὶ διʼ ἐκεῖνα κινδυνεύειν ᾤεσθε δεῖν ὑπὲρ αὐτῶν, νῦν ἐκεῖνά θʼ ὑπάρχει καὶ τὰ παρʼ ὑμῶν εἰς ἐκείνους γέγονεν. εἶτα καὶ πάνδεινον, ὅτε μὲν οὔτε τριήρεις εἴχομεν οὔτε τείχη οὔθʼ ὅλως ἀνενηνόχειμεν ἐκ τῆς πολλῆς καὶ συνεχοῦς ταλαιπωρίας, τότε μὲν κηδομένους αὐτῶν φανῆναι καὶ μὴ περιιδεῖν, νῦν δʼ ὅτε ἐπανελήλυθε καλῶς ποιοῦσα εἰς τὰ πράγματα ἡ πόλις καὶ ἀνέρρωται, μὴ μόνον τὸ βοηθῆσαι φυγεῖν, ἀλλὰ καὶ πόλεμον ἄρασθαι πρὸς αὐτοὺς, μηδὲν ἔχοντας μέμψασθαι, καὶ πλείω νῦν λόγον τῆς Λακεδαιμονίων ἀσφαλείας ἢ τῆς ἡμετέρας αὐτῶν τότε ποιήσασθαι, ὥσπερ ἂν εἴ τις νοσῶν μὲν καὶ ἀρρώστως ἔχων προθυμοῖτο τοὺς φίλους ὠφελεῖν, ὅτε μηδʼ ἔξω τῆς οἰκίας βαδίζειν οἷόν τʼ ἐστὶν αὐτῷ, ῥαΐσας δὲ καὶ λαβὼν δύναμιν, εἶτα παίοι καὶ ἄγχοι καὶ πατάττοι4 τοὺς αὐτοὺς τούτους ἀντὶ τοῦ βοηθεῖν ἐφʼ ἑτέρους. ὡς δʼ εἰπεῖν κεφάλαιον, μὴ προσδέξασθαι μὲν συμμάχους Θηβαίους μηδὲ κοινωνοῖς χρήσασθαι γνώμης κρίσις ἦν, δεξαμένους δὲ καὶ ποιησαμένους, εἶτʼ ἐγκαταλιπεῖν ἀποπληξίας δόξει πέρας εἶναι. οὐ γὰρ ὁ μὴ σώσας ὃν οὐχ ἡγεῖτʼ ἄξιον ἠδίκηκεν, ἀλλʼ ὁ προστὰς μὲν ὡς εὔνους, πάλιν δὲ κακῶς ποιῶν ἐκ μεταβολῆς. καινότατον δʼ ἔσται πάντων, εἰ πολεμίους μὲν γεγονότας καὶ ὅτε εἴχομεν ἐγκαλεῖν, προσίεσθαι τοὺς Θηβαίους ἔγνωμεν καὶ συμμάχους ἐποιησάμεθα, ἐπειδὴ δὲ σύμμαχοι γεγόνασι, τῶν ἐξ ἀρχῆς δυσκόλων φανούμεθα μεμνημένοι καὶ πολεμίους πάλιν ποιησόμεθα, οἷόνπερ τρόπον τότʼ ἐκ πολεμίων συμμάχους. τῶν μὲν τοίνυν εἰς δικαστήριον ἐρχομένων ἀμφισβητησίμων λύσις καὶ πέρας ἐστὶν ἡ ψῆφος, τῶν δʼ ἐφʼ ὑμᾶς τὸν δῆμον τί ποτʼ ἄν τις φήσειεν ἄλλο πλὴν τὰ ψηφίσματα; οὐκοῦν ἐν τούτοις βοηθεῖν Θηβαίοις γέγραπται. εἶθʼ οὓς ἤδη πεποιήμεθα συμμάχους καὶ περὶ ὧν ἐφθάσαμεν ἐγνωκότες τί χρὴ ποιεῖν, τούτους ἐξ ἀρχῆς δοκιμάζομεν; ὥσπερ εἰ καὶ τήμερον κρίναντες χρῆσθαι συμμάχοις αὐτοῖς, εἶτα τῇ ὑστεραίᾳ σκοποῖμεν πάλιν εἰ δεῖ ποιεῖν αὐτὸ τοῦθʼ ὃ βεβουλεύμεθα, ἢ καὶ νὴ Δία τήμερον εὐθὺς κρίναντες, εἶτα πάλιν ἐπʼ αὐτῷ τούτῳ σκοποῖμεν εἰ δεῖ. ἔστιν ἀκούειν τῶν πρεσβυτέρων ὡς Θετταλοί ποτε δεῦρʼ ἐλθόντες ἱππεῖς κατὰ συμμαχίαν μετέστησαν παρὰ τὴν μάχην ὡς τοὺς Λακεδαιμονίους.
当忒拜人收容了被僭主们驱逐的我国公民,并来到这里向你们呼吁、恳求不被置之不理,而你们本有权决定抛弃还是不抛弃他们之时,如今站在拉栖代梦人一边的那些人,当年究竟作何感想呢?因为如果他们当时认为应当抛弃并不顾忒拜人,他们本无法说服你们接受他们的想法;而如果他们认为应当接纳他们并视作盟友,如今为何还要向他们翻出那些在时机适宜时未曾提及的旧账呢?再者,如果他们当时与你们意见相左,他们所做的便不是正派公民的行径,不仅成了忒拜人的敌手,也成了你们的敌手;而如果他们当时投了赞成票,他们如今所言便被证实不仅违背了你们的意愿,也违背了他们自己的判断。 因此,我本人固然不愿称他们为愚钝和无耻,但若有人如此称呼他们,在二者之中必有一项不会偏离事实:称其愚钝,倘若他们颠倒了次序,在应当予以辩驳和控诉时保持沉默,却在如今——哪怕当时说过也本该就此息事宁人的时刻——跑来向我们说教;称其无耻,倘若他们即使当年进言而遭否决,如今时过境迁却又就同一议题强行纠缠。因为,倘若你们当时在忒拜人的言辞劝说下已充分信服他们并未全体一致主张将我们贬为奴隶,那么对于当年在他们洗清罪责后你们所达成和解的事,如今又有何道理再听取这些指责呢?反之,倘若你们当时并未相信这一点,却因后来在患难之际体验到了他们的善意,以致下定决心:即使在当年那件事上未能改变看法,也因其后的亲近与忠诚而向他们施以援手,那么如今在比以往任何时候都更需要热诚地与他们站在一起之际,你们究竟为何要抛弃这完全相同的一群人呢?首先,雅典的同胞们,善待已经是盟友且已纯然成为朋友的人,与他们尚未确立这一地位之前完全不可同日而语。其次,如果说当年是忒拜人的恩惠打动了你们,使你们认为应当为了他们甘冒风险,那么如今不仅那些恩惠依旧存在,你们施予他们的恩情也已添列其中。再者,这更是极其荒谬的:当年我们既无三列桨座战船,亦无城墙,完全未从旷日持久的苦难中恢复过来,在那种时候尚且表现出对他们的关切而未曾坐视不管;如今城邦欣逢盛运,重掌事务且恢复了元气,却不仅逃避援助,反而要向毫无可指责之处的他们挑起战争,如今对拉栖代梦人安全的关切竟甚于当年对我们自身的安全!这简直就像一个人在患病卧床、连家门都无法迈出时,还热切地想要救助朋友;可一旦痊愈并恢复了力气,非但不去帮他们抵御外敌,反而对自己这些同样的朋友拳打、扼喉、痛击。总括而言,当初不接纳忒拜人为盟友、不用作伙伴,原本是一种见解的抉择;但在接纳并结盟之后再将其抛弃,则会被视为疯狂的极致。因为,不拯救自己认为不值得拯救之人并未行不义,但以善意者的姿态出面、随后却翻脸加害之人才是真正的不义。最前所未闻的事莫过于:在忒拜人曾经为敌、我们对其尚有怨言之时,我们决定接纳他们并结为盟友;可一旦他们成了盟友,我们却表现得对最初的过节念念不忘,再次将他们变为敌人——其做法恰如当年从敌人变为盟友一般。既然提交法庭的争议是以投票为解决和终局,那么提交给你们民众的事情,除了民众决议,人们还能指称什么呢?而正是在这些决议中,明确写着要援助忒拜人。难道对于我们已经结为盟友、且已预先决定该如何对待的人,我们如今又要从头审议吗?这就像我们今天刚判定将他们用作盟友,次日却又重新探讨是否该履行我们已决议的这同一件事;或者凭宙斯起誓,今天刚做裁决,随即就同一件事再次探讨是否应当去做。可以从老一辈人那里听到,色萨利骑兵当年依同盟之约来到此地,却在战斗进行中倒戈倒向了拉栖代梦人。
- 435οὐκ ἂν ἔπεισαν ἃ ἐγίγνωσκον
表示与过去事实相反的虚拟语气主句(ἄν 搭配过去未完成式/不定过去式直陈语气)。意为“他们本无法就其所想(ἃ ἐγίγνωσκον)说服你们”。主语是亲拉栖代梦派,关系代词从句充当 ἔπεισαν 的内在宾语或内容宾语。
- 435προσειπὼν δέ τις οὐκ ἂν ἁμάρτοι θατέρου
θατέρου 是 τὸ ἕτερον 经由元音缩合(crasis)而来的属格形式。动词 ἁμαρτάνω 支配属格,意为“脱靶、未能击中”。全句意为“若有人如此称呼他们,在二者(即愚钝与无耻)之中必有一项不会脱靶”,与条件分词 προσειπών(“如果有人如此称呼”)相呼应。
- 435ὥστε καὶ περὶ ἐκείνων οὐκ ἔχοντες μεταπεισθῆναι διὰ τὴν μετὰ ταῦτʼ οἰκειότητα καὶ πίστιν βοηθεῖν αὐτοῖς
由 οὕτως ἔσχετε γνώμης(“你们抱有如此之决心”)引导的结果状语 ὥστε 从句。分词短语 οὐκ ἔχοντες μεταπεισθῆναι(“即便无法改变看法”)含有让步意味,修饰核心不定式 βοηθεῖν(“施以援手”)。整句骨架为:即使关于过去之事未能被说服改意,但出于后来的亲善与信义,仍决意援助他们。
- 436ὥσπερ ἂν εἴ τις νοσῶν μὲν ... εἶτα παίοι καὶ ἄγχοι καὶ πατάττοι
由 ὥσπερ ἂν εἰ(“正如……一样”)引导的假设性比喻句。运用祈愿语气(προθυμοῖτο ... παίοι, ἄγχοι, πατάττοι)生动描绘了一种虚构的荒唐行径:一个人卧病在床时热心救助朋友,康复得力后却反过来殴打、勒喉、痛击这些朋友。
