- 底本
- Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg034.humanitext-grc2:433-434
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者指出伯罗奔尼撒战争的主要祸首是居于统治地位的拉栖代梦人而非附从的忒拜人,并通过列举后来的恩惠、三十僭主时期斯巴达的暴行以及业已缔结的同盟,论证了援助忒拜的正当性。
ἂν εἶναι καθάπαξ, οὐχ οὕτως οὔτʼ ἐπιλήσμων οὔτʼ ἀναίσχυντός εἰμι, πρὸς δὲ τὰ τῶν Λακεδαιμονίων κρίνων ἐκείνους, τοῦθʼ ὃ ἐγὼ φεύγω παραιτουμένους ὑπὲρ αὑτῶν εὑρίσκω. ὅταν γὰρ μὴ παρὰ μικρὸν ὑπερβάλωσιν αὐτοὶ, πῶς οὐχ ὃ θαυμαστὸν εἰπεῖν δοκῶ ποιοῦσι; πάντες γὰρ δή που τοῦτʼ ἴστε, ὅτι οὐ Θηβαῖοι Λακεδαιμονίους ἔχοντες ἐπολέμουν ἡμῖν τότε, ἀλλὰ Λακεδαιμόνιοι Θηβαίους. τί δὴ τοῦτο δύναται; ἐγὼ νομίζω τοὺς μὲν ἵνʼ ἄρχωσιν αὐτοὶ καὶ δυναστεύωσι πολεμοῦντας πλεονεξίας ἐπιθυμίᾳ τοῦτο ποιεῖν καὶ φθόνῳ νὴ Δία τῷ πρὸς τοὺς ὑπάρχοντας προστάτας, τοὺς δʼ ἀκολουθοῦντας καὶ μετέχοντας κοινωνεῖν μὲν οὐ δικαίου πράγματος, δικαίῳ δʼ ἑτέρῳ περιστέλλειν τὴν μέμψιν, τῷ πιστοὺς εἶναι τοῖς ἡγουμένοις.1 εἰ δʼ ὀρθῶς τοῦτο νομίζω, εὑρίσκω τοὺς μὲν ὀργῆς, τοὺς δʼ ἐπαίνου κριθέντας ἂν ἀξίους ἐκ τῶν αὐτῶν, οἶδα δʼ ὅτι εἰ Λακεδαιμόνιοι τὰ αὑτῶν πράττειν ἤθελον, οὔτʼ ἂν ὀργὴ Κορινθίων οὔτʼ ἂν μέμψις Μεγαρέων οὔτε Θηβαίων ἄνοια οὐδὲν ἂν ἴσχυσεν, οὐδʼ ἂν προσέλαβε τῷ μίσει δύναμιν τοῦ ποιῆσαι κακῶς ποτε τὴν πόλιν. νῦν δʼ, οἶμαι, δυσμένεια καὶ φθόνος καὶ ἀπιστία συνήθης τὸ κινῆσαν Λακεδαιμονίους ἦν ἐφʼ ἡμᾶς· τἄλλα δὲ πάντα ἅτε ὄντες δεινοὶ προφάσεις οὐκ ἀώρους προὐβάλοντο. ἔδειξαν δʼ οὐχ ἥκιστα ἐπὶ τῶν τειχῶν μετὰ τὸν πόλεμον τὸν πρὸς τὸν βάρβαρον εὐθέως. ἢ καὶ τότε Θηβαῖοι πέμπειν ἐκέλευον αὐτοὺς τοὺς κωλύσοντας αὐτὰ στῆναι; εἶτʼ ἐγὼ Φλιασίους ἢ τοὺς δεῖνας τῶν ἐπὶ τοῦ πολέμου κακῶν αἰτιῶμαι, καὶ τούτοις ἀνατιθῶ τὰς πράξεις, ἀλλʼ οὐ τοῖς ἐφʼ ἡμᾶς τούτοις χρησαμένοις, ἵνʼ αὐτοὶ τῆς Ἑλλάδος ἄρχωσιν; ἢ καὶ Φαρνάβαζον, ἢ Πισσούθνην αἰτιάσωμαι τῶν βαρβάρων, ἀλλʼ οὐ τὸν κύριον τῶν ὅλων βασιλέα; καὶ τίς πώποτε τοῖς δούλοις ἀνέθηκεν ὅσʼ ἂν κελευόμενοι ποιῶσιν, ἀλλʼ οὐ τοῖς ἄγουσιν αὐτοὺς ἐπὶ ταῦτα δεσπόταις; πρὸς τῷ τοίνυν μὴ τὴν ἴσην μέμψιν ἀμφοτέροις ὀφείλεσθαι τῶν τότε ἔργων, ἃ κοινά τις αὐτοῖς φησιν εἶναι, πρόσεστι πρὸς μὲν Λακεδαιμονίους πολλὰ καὶ ἄλλα ὕστερον ἡμῖν ὑπεναντία καὶ δύσκολα πραχθῆναι, πρὸς δὲ Θηβαίους μηδὲν μετʼ ἐκεῖνα. ὥστʼ εἴ τις ἰσχυρίζεται τῇ τότε κοινωνίᾳ τάδε προσθεὶς, ἐπὶ τοὺς Λακεδαιμονίους εὑρήσει ῥέποντα τὰ ἐγκλήματα, καὶ τοσούτῳ πλεονεκτοῦντας αὐτοὺς, ὅσῳ οὐκ ἔθʼ οἱ Θηβαῖοι μετεσχήκασιν. ἄνευ δὲ τούτων τε καὶ τῶν ἔμπροσθεν τοιαύτην ἔσχηκε τὴν τάξιν τὸ πρᾶγμα ὥστε Θηβαίους μὲν, εἰ καὶ πλέον εἶχον τῶν ἀδικημάτων, λελυκέναι πάντα ταῖς τελευταίαις εὐεργεσίαις, Λακεδαιμονίους δʼ, εἰ καὶ μηδὲν ἄλλο ἠδικήκεσαν, ὧν γʼ ἐπὶ τοῖς τυράννοις ἐποίησαν τὴν πόλιν2 τὴν ἐσχάτην ὀφείλειν δίκην, καὶ πολὺ μᾶλλον δεῖν Θηβαίους ὧν συνέπραξαν ἡμῖν εὖ ποιεῖν ἢ Λακεδαιμονίους διʼ ἐκεῖνα μισεῖν ὧν τούσδε κοινωνοὺς ἔσχον. τὸ δὲ πάντων ἰσχυρότατον, τοῖς μὲν ὧν πρὸς ἡμᾶς ἠγνωμόνησαν μέμψις ἐστὶ μόνη τοῖς Θηβαίοις, τοῖς δὲ πρὸς ταύτῃ μείζων καὶ ὧν ἐπὶ τούτους ἀδίκως ἦλθον τοὺς αὐτῶν ποτε συμμάχους. ὥστʼ εἰ μηδετέροις ἐκείνων μνησικακεῖν δεῖ, τοῖς γε δή που Θηβαίοις διὰ ταῦτα βοηθεῖν ἄξιον. εἰ δὲ δεῖ παρὰ πάντα εἰπεῖν τὸ γνωριμώτατον, οὐκ ἐξεταστέον ἡμῖν ἔτι Θηβαίους, πάλαι γὰρ ἔδει πρὸ τῆς συμμαχίας. νῦν δʼ ὑπὲρ ἧς ἄν τις ταῦτʼ ἐξήτασε, γεγονυῖα ὑπάρχει πολλοῖς πρότερον χρόνοις. καὶ τίς ἔσθʼ ἡ κραυγὴ καὶ ἡ πολλὴ ψῆφος, ἣν εἷς μὲν Θηβαίων ἤνεγκεν ἀνήρ;3 εἰ δὲ δὴ καὶ τὰ μάλιστα πᾶσι συνεδόκει, τότʼ ἔδει προφέρειν ὅτε πρῶτον ὑμῶν ἦλθον εἰς χρείαν. τότε γὰρ δήπουθεν ἐγγυτέρω τῶν ἐγκλημάτων ἦσαν. καὶ ἔγωγε ἡδέως ἂν ἐροίμην τοὺς ὑπὲρ τῶν Λακεδαιμονίων νῦν διατεινομένους, τίνα γνώμην εἶχον τότε καὶ τί ποτʼ αὐτοῖς ἐδόκει, ὅτʼ ἐξῄεσαν μὲν ἐκ Πελοποννήσου Λακεδαιμόνιοι σωφρονιοῦντες, ὡς ἔφασκον, τοὺς Θηβαίους, ἐπειδήπερ οὐ συνεστρατεύσαντο αὐτοῖς ἐπὶ τὸν Πειραιᾶ, ἀλλὰ καὶ τοὺς ἐκπεσόντας ἡμῶν ὑπὸ
绝非毫无过错——我也未曾健忘或厚颜无耻到这种地步;然而,若以拉栖代梦人的所作所为来衡量他们,我便发现他们正是用我所极力避免的那个罪名来为自己申辩的。因为当拉栖代梦人自身以无可比拟的程度超越了忒拜人时,他们岂不是正坐实了我这看似奇谈的论调吗?因为大家想必都清楚这一点:当年并非忒拜人驱使拉栖代梦人向我们开战,而是拉栖代梦人驱使着忒拜人。这究竟意味着什么呢?我认为,那些为了使自己统治并称霸而战的人,是出于贪得无厌的欲望,以及——凭宙斯起誓——出于对既有领袖的嫉妒而如此行事的;而那些追随并参与其中的人,虽然合伙做下了不义之事,却用另一重正当的原则掩盖了这份责难,即效忠于自己的主导者。若我的看法无误,我便发现在同样的行为中,前者理应招致愤怒,而后者理应获得赞赏。我也深知,倘若拉栖代梦人原本安分守己,那么无论是科林斯人的怒火、墨伽拉人的怨尤,还是忒拜人的愚妄,都绝不会产生任何效力,他们的仇恨也绝不可能获得加害我们城邦的力量。然而在现实中,依我看来,敌意、嫉妒和惯常的猜忌才是驱使拉栖代梦人向我们发难的根本动因;而他们由于狡黠多智,不过是将所有其余的由头当作合宜的借口抛出罢了。他们在反抗蛮族的战争刚一结束、围绕城墙修筑之事上,便最清楚不过地暴露了这一点。难道在当时,也是忒拜人命令他们派遣使者来阻挠城墙的立起吗?既然如此,我难道还要把战争中的灾祸归咎于弗利乌斯人或某某人,将那些行径算在他们头上,而不去谴责那些利用他们来对付我们以便自己称霸希腊的罪魁祸首吗?抑或在蛮族之中,我该去指责法尔纳巴佐斯或皮苏特尼斯,而不去归咎于统揽全局的国王吗?又有谁曾将奴隶奉命所为的恶行归罪于奴隶,而不去追究驱使他们作恶的主人呢? 因此,除了对于当年那些有人声称是由双方共同犯下的行径,不应由双方均分同等的责难之外,还要加上拉栖代梦人此后又针对我们做出了许多其他敌对而残酷的恶行,而忒拜人在那之后却未曾有过任何这类举动。所以,如果有人硬要抓住当年的同盟不放,再将这些后来的行径附加上去,他就会发现罪状完全倒向了拉栖代梦人一方,而他们的罪过之多,恰恰是忒拜人未曾继续参与的分量。此外,抛开这些以及前述的种种不论,事态的发展格局也是如此:忒拜人即便当年罪过更重,也已凭借近来的恩惠彻底化解了一切;而拉栖代梦人即使未曾犯下其他过错,仅凭他们在三十僭主时期对我们城邦所犯下的罪行,便欠下了最极端的惩罚;为了忒拜人与我们协同共济之功而善待他们,远比为了那些曾以忒拜人为同伙的事而仇恨拉栖代梦人,要更具必要性。而最有力的一点在于:对忒拜人而言,唯有对我们不义的罪责;而对拉栖代梦人而言,在此之外,更有他们不义地进攻这些曾为其盟友的忒拜人的更大罪责。因此,如果对当年的往事双方都不应记恨,那么仅仅出于这些缘由,支援忒拜人便也是完全理所应当的。倘若抛开一切,直陈最显而易见的事实,我们便不该再去清算忒拜人,因为这本该在结盟之前很久就予以清算。如今,本可以为此而清算旧账的那场结盟,早在此前多年便已缔结成立了。至于那番喧哗,以及某个忒拜人所投出的那个被大肆议论的投票,究竟又算得了什么呢?即便那在当时当真是所有人的共识,也该在他们最初有求于你们时提出来;因为在那个时候,他们显然离那些罪状更近。而且我本人很乐意问问那些如今极力为拉栖代梦人辩护的人,他们当时抱有何种看法、究竟作何感想——那时拉栖代梦人从伯罗奔尼撒出兵,声称要惩戒忒拜人,因为忒拜人没有随他们一同进军比雷埃夫斯,反而收容了我们被驱逐的...
- 433δικαίῳ δʼ ἑτέρῳ περιστέλλειν τὴν μέμψιν, τῷ πιστοὺς εἶναι τοῖς ἡγουμένοις
带冠词的不定式短语 τῷ πιστοὺς εἶναι τοῖς ἡγουμένοις 作为同位语,附属于动词 περιστέλλειν(掩盖、遮蔽)所要求的手段与格 δικαίῳ ἑτέρῳ(凭借另一正当原则),具体说明了该正当原则的内容(即效忠于主导者)。
- 434ὧν γʼ ἐπὶ τοῖς τυράννοις ἐποίησαν τὴν πόλιν
此处为动词 ποιεῖν 与施加对象(人/城邦宾格 τὴν πόλιν)和施加内容(事物宾格)构成的双宾格结构。事物宾格表现为省略先行词的关系代词 ὧν,受后文 ὀφείλειν δίκην(承担罪责/应受惩罚)的句意影响或受省略先行词的格吸引而变为属格。
- 434καὶ τίς ἔσθʼ ἡ κραυγὴ καὶ ἡ πολλὴ ψῆφος, ἣν εἷς μὲν Θηβαίων ἤνεγκεν ἀνήρ;
ἡ πολλὴ ψῆφος 属于惯用表达,其中的 πολύς 并非字面上的「多张选票」,而是意指「被大肆议论的/臭名昭著的投票」;紧接着的关系从句 ἣν εἷς μὲν Θηβαίων ἤνεγκεν ἀνήρ(「仅由一个忒拜人所投出」)形成鲜明对照,证实其并非指票数众多,而是指被过分渲染夸大的那单独一票。
