- 底本
- Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg034.humanitext-grc2:431-432
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者回顾了西西里远征及伯罗奔尼撒战争末期斯巴达施加给雅典的深重浩劫,指出斯巴达如今所受的惩罚与此相比微不足道,因而追究斯巴达决非「记恨旧怨」。他进而主张,雅典应当基于当前战争的正当性支持忒拜,而非因历史旧怨将其抛弃。
εἰ μέλλουσιν εἰς τοῦθʼ ἥξειν. ἑνὸς γὰρ μέρος τοῦ πολέμου τοῦ τότε [ἡμέρα καὶ καιρὸς], λέγω τοῦ Σικελικοῦ, πλείω κακὰ καὶ πράγματα ἡμῖν ἤνεγκεν ἢ Λακεδαιμονίοις ἃ νῦν ἀποδύρονται. ἢ πρὸς τί βούλεσθε ἐκείνων ταῦτʼ ἐξετάσομεν; πότερον πρὸς τὰς ναυμαχίας ἃς τοσαύτας ἠτυχήσαμεν, ἢ πρὸς τὰς ἐν τῇ γῇ μάχας, ἢ πρὸς τὸν τῶν τριήρων ἐμπρησμὸν, ἢ πρὸς τὴν ἀναχώρησιν τὴν πανώλεθρον; ἀλλὰ μὰ τὸν Δία καὶ τοὺς θεοὺς οὐκ οἶδα εἰ ἄδακρυς ταῦτα διεξιὼν ἀρκέσω. τί οὖν οἱ νῦν ταπεινοὶ Λακεδαιμόνιοι, τηλικαύτης καὶ τοσαύτης συμφορᾶς περιεχούσης τὴν πόλιν; ἆρά γε ἀποχρῆν ἔκριναν; πάντας μὲν οὖν ἀνθρώπους συνίστασαν τότε ἐπʼ αὐτὴν, Τισσαφέρνην, Κῦρον, τὰς Φοινίσσας τριήρεις, τοὺς βασιλέως δούλους, τοὺς Ἕλληνας ἅπαντας, ἕως ἅπαντα διελθόντες ἐν Αἰγὸς ποταμοῖς παρεστήσαντο τὸ ναυτικὸν ἡμῶν. καὶ τοῦ τοιούτου πάθους συμβάντος τῇ πόλει πῶς ἐποίησαν; καταλαβόντες τὸν εἴσπλουν εἶργον τὰ πλοῖα τοῦ Πειραιῶς· καὶ δὴ λιμὸς ἦν. οὐδὲ τοῦτʼ ἀπέχρη, ἀλλʼ ἐχομένων μὲν τῶν νήσων, ἐχομένων δὲ τῶν ἄλλων ἁπάντων κτημάτων, μεθεστηκότων δʼ οἰκετῶν, πορθουμένης δὲ τῆς χώρας ὑπὸ τῶν ἐν Δεκελείᾳ, τοῦ δὲ ἐδάφους ὄντος λοιποῦ τῇ πόλει, τοσοῦτον ἀπέσχον τοῦ βοηθεῖν ἂν ἐθελῆσαι, εἴ τις ἠδίκει, ὥστε1 συμβάσεως ἡμᾶς οὐκ ἠξίωσαν ἐν τοσούτοις κακοῖς, ἀλλὰ καὶ τοὺς πρέσβεις τοὺς ἐλθόντας ὡς αὐτοὺς παρʼ ἡμῶν πρότερον μὲν ἀπράκτους καθάπαξ ἀπέπεμψαν, τελευτῶντες δʼ ἐπὶ τοσοῦτον κατέσχον, ἕως πλήρη νεκρῶν ἐποίησαν τὴν πόλιν, καὶ ταύτην ἐπιθήκην κακῶν προσεξετίσαμεν αὐτοῖς. τηνικαῦτα δʼ ἐσπένδοντο ἐπὶ τῷ προσθεῖναί τι κακὸν, ἐπὶ τῷ παραδοῦναι μὲν ἡμᾶς αὐτοῖς τὰς ὑπολοίπους ναῦς, κατασκάψαι δὲ αὐτοχειρίᾳ τὰ τείχη. τάχʼ ἂν οὖν τις τοῦτʼ αὐτὸ μνησικακεῖν εἶναι φήσειε, τὸ ταῦτʼ ἐξετάζειν ἀκριβῶς, τὸ δʼ ἐστὶ πᾶν τοὐναντίον ἐκ τούτων ὅτι μὴ μνησικακοῦμεν δεικνύμενον.2 διὰ τί; ὅτι οὐδέπω πεπονθότων ἅπερ ἡμεῖς τῶν Λακεδαιμονίων οὐδὲ εἰς ἴσον ἡκόντων οὐκ ἔστιν εἰπεῖν ὡς αὐτάρκη δίκην εἰλήφαμεν. εἰ δὲ μηδέπω τὴν ἱκανὴν ἔχομεν, τὸ δοκεῖν μνησικακεῖν ἐκφεύγομεν, ἂν ἐπεξίωμεν αὐτοῖς. ἐγὼ γὰρ ὅστις μὲν τῶν δικαίων τετυχηκὼς, εἶτʼ ἔχεται τῶν ἐγκλημάτων ὑπὲρ τοῦ προσεξεργάσασθαί τι κακὸν, τοῦτον μὲν πέρα τοῦ καιροῦ παρωξύνθαι νομίζω καὶ τὸ ὑπερβάλλον τῆς ἀξίας μνησικακεῖν καλῶ· ὅστις δὲ οὐδέπω τετύχηκε τῆς προσηκούσης, ἐὰν ὅπως τεύξεται ζητῇ, τούτῳ οὔτʼ ἂν νεμεσῆσαί τινα ἡγοῦμαι δικαίως οὔτʼ ἐπενεγκεῖν ἔχω τοῦτο τὸ ῥῆμα. εἰ γὰρ τοὺς τὰ δίκαια λαβεῖν βουλομένους μνησικακεῖν φήσομεν, τί κωλύει τοὺς ὑπάρχοντας τοῦ κακουργεῖν ὡς γενναίους θαυμάζειν; ἢ καὶ τοὺς ἐν τοῖς δικαστηρίοις ἐπεξιόντας τοῖς ἀδικήσασι μνησικακεῖν νομίσωμεν; οἷς καὶ μείζονα ἢ καθʼ ἃ πεπόνθασι δέδοται παρὰ τῶν νόμων εἰς τιμωρίας λόγον. ἀλλʼ ἕτερόν ἐστιν, οἶμαι, μεμνῆσθαί τινα ὧν πέπονθε καὶ μνησικακεῖν· ἄμφω δὲ ταῦτα τῷ μέτρῳ διορίζεται.3 ὁ δʼ ὑπομνήσας ὑμᾶς τῶν τοῖς Θηβαίοις ἡμαρτημένων μαθέτω οὐκ εἰς ἴσον λόγον παρών. πρῶτον μὲν γὰρ, οὐκ οἶδα δʼ ὅ τι πρῶτον εἴπω πολλῶν ὄντων, εἴ τις ἔροιτό με, τοῖς Θηβαίοις ἂν προσθῆσθε, ἀντὶ τοῦ καὶ διὰ τί τοῖς Λακεδαιμονίοις πολεμεῖν ἔγνωτε; οὔθʼ ὑπὲρ τῶν ἰδίων ἂν φαίην οὔθʼ ὑπὲρ ὧν ἠδίκησάν ποτε τὴν πόλιν ἡμῶν, ἀλλʼ ἐπειδὴ δικαιότερα ἡμῖν ἐφαίνοντο λέγοντες οἱ Θηβαῖοι περὶ τοῦ νῦν πολέμου συνεστηκότος αὐτοῖς, διὰ τοῦτο τούτους, φαίην ἂν, εἱλόμεθα. πόθεν οὖν ἐξέβην ἐπὶ τὴν ἐξέτασιν τῶν ἐπὶ τοῦ Δεκελεικοῦ πολέμου πεπραγμένων τοῖς Λακεδαιμονίοις; ἐκ τοῦ βούλεσθαι τοῦθʼ ὑμῖν ἐπιδεῖξαι, ὅτι αὐτοὶ Λακεδαιμόνιοι διὰ πολλῷ φαυλότερα ἐγκλήματα εἰς πολὺ μείζω κακὰ τῶν νῦν αὐτοῖς ὄντων ἤγαγον ἡμᾶς. τί οὖν ἐνταῦθα ἡ Θηβαίων κατηγορία βούλεται, οὓς εἰ καὶ τότε ἠδίκουν, νῦν οὐ προετέον διʼ ἃς εἶπον αἰτίας; καὶ μὴν εἰ δεῖ τι καὶ περὶ τῶν τότʼ εἰπεῖν διὰ πλειόνων μικρὰ, οὐκ ἐξαιροῦμαι μὲν ἔγωγε Θηβαίους οὐδʼ ἀναμαρτήτους εἴποιμʼ
……他们若要沦落到那种地步的话。因为当时一场战争——我指的是西西里战争——中的一个部分带给我们的灾难与祸患,便已超过了拉栖代梦人如今所哀叹的困境。抑或你们愿意我们拿那些灾难中的哪一件来对照衡量他们如今的处境呢?是拿我们遭受败绩的如此多场海战来对照,还是拿陆战、三列桨战船的被焚毁,或是那场彻底毁灭性的撤退来对照呢?但指着宙斯和诸神起誓,我不知道自己在逐一述说这些往事时,能否忍住不流下眼泪。 那么,在如此巨大而沉重的灾难笼罩我们城邦之时,如今谦卑温顺的拉栖代梦人又是如何做的呢?难道他们认为这已经足够了吗?恰恰相反,他们当时把所有的人都纠集起来反对我们——提萨斐尼、小居鲁士、腓尼基的三列桨战船、波斯国王的臣民,乃至全体希腊人,直至他们穷尽一切手段,在埃戈斯波塔米彻底降服了我们的海军。而当城邦遭受了如此浩劫之时,他们又是怎样行事的呢?他们封锁了海湾通道,阻断了商船开入比雷埃夫斯;饥荒随即降临。甚至连这都未能令他们满足;而是在岛屿尽失、所有其他产业悉数被夺、奴仆逃散、国土遭到德凯莱亚驻军肆意蹂躏、城邦只剩下一片赤地焦土的情况下,他们非但绝不可能在有人侵犯我们时愿意施以援手,甚至在如此深重的灾难中都不屑于与我们媾和;不仅如此,对于我们派往他们那里的使节,他们起初一概不予理睬便驱逐而回,最后竟扣留了如此之久,直至令城邦内尸横遍野,使我们不得不向他们追加偿付了这一重重苦难。直到那时,他们才在强加新灾难的条件下缔结了和约——条件便是我们必须将剩余的战船交予他们,并亲手拆毁我们的城墙。 或许有人会说,这般细致地清算往事本身就是在记恨旧怨;但事实却全然相反,从这些事实中恰恰证明了我们并未记恨旧怨。这是为什么呢?因为拉栖代梦人尚未承受我们当年所承受的苦难,甚至尚未陷入与我们同等的处境,因而绝不能说我们已经获得了足够的惩罚与清偿。而如果我们尚未获得应得的偿还,那么向他们讨还公道便完全谈不上是记恨旧怨。因为就我而言,凡是已经获得了正当赔偿、随后却仍抓住过失不放以图进一步加害他人的人,我认为此人已经逾越分寸而变得狂暴,我将这种超出应得范畴的索求称为「记恨旧怨」;然而,凡是尚未获得应得之理的人,如果他寻求如何才能获得,我认为任何人都不能正当地对他心怀愤慨,我也无法将这一恶名加诸于他。因为如果我们将寻求公道的人称为记恨旧怨,那么又有何理由阻止我们赞美挑起祸端的人为高尚仁义呢?抑或我们也应当认为那些在法庭上控告行不义者的人是在记恨旧怨吗?——法律甚至在惩治的名义下,赋予了他们超出自身所受损害的赔偿权。但我认为,记住自己所受的苦难是一回事,而记恨旧怨则是另一回事;这两者是以应有的分寸为界线的。因此,那个提醒你们牢记忒拜人过失的人应当明白,他在说理时并不能站在同等正当的基准之上。 因为首先——论点如此之多,以至于我不知该从何说起——如果有人问我:「如果你们倒向忒拜人一边,究竟是为了报答什么、又是出于何种原因才决定向拉栖代梦人开战的?」我会回答说,既非为了私怨,亦非为了他们曾经施加给我们城邦的不义,而是因为在我们看来,忒拜人关于如今加诸于他们身上的这场战争所陈述的理由显得更为正当;我会说,正是因此我们才选择了他们。 那么,我究竟是出于何种缘由才转向审视拉栖代梦人在德凯莱亚战争中的所作所为呢?乃是出于希望向你们证明:拉栖代梦人自身仅仅因为微不足道的嫌隙,便将我们推入了远比他们如今所面临的还要巨大得多的灾难之中。既然如此,在这里对忒拜人的控告究竟意欲何为呢?即便忒拜人当年确有不当之处,基于我所陈述的理由,如今也决不应当抛弃他们。诚然,如果必须就当年的事情稍作详细的申述,我本人固然不会为忒拜人开脱,也不会称他们是毫无过错的……
- 431τοσοῦτον ἀπέσχον τοῦ βοηθεῖν ἂν ἐθελῆσαι, εἴ τις ἠδίκει, ὥστε
支配分离属格的动词 ἀπέχω 带有冠词的属格不定式短语 τοῦ βοηθεῖν ἂν ἐθελῆσαι。不定式搭配的 ἄν 与条件从句 εἴ τις ἠδίκει(未完成过去时直陈式)相呼应,表示与过去事实相反或潜在的虚拟语气(「即便有人对我们施加不义,他们也不可能会愿意救援」)。全句由相关词 τοσοῦτον ... ὥστε(「如此……以至于」)引导结果从句,极力强调斯巴达离施援的意愿有多么遥远。
- 431τὸ δʼ ἐστὶ πᾶν τοὐναντίον ἐκ τούτων ὅτι μὴ μνησικακοῦμεν δεικνύμενον
该句呈现语序倒装(hyperbaton)。其核心结构为 τὸ δὲ πᾶν τοὐναντίον ἐστίν(「但事实全然相反」),中性主格单数分词 δεικνύμενον 与主语 τὸ 一致,作主语补足语(即「从这些事实中证明了……」)。后面的 ὅτι 从句充当被证明的内容,说明雅典人并未记恨旧怨。
- 432ἄμφω δὲ ταῦτα τῷ μέτρῳ διορίζεται
与格 τῷ μέτρῳ 为手段或标准的与格,表明「记住苦难(μεμνῆσθαι)」与「记恨旧怨(μνησικακεῖν)」这两个概念是由「适度、分寸(μέτρον)」来加以划分界定的(διορίζεται)。其界限在于所求的是否停留在正当补偿的限度之内,抑或逾越了应得的分寸以图过度报复。
