- 底本
- Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg034.humanitext-grc2:429-430
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者回顾了斯巴达当年假借维护自治之名彻底摧毁雅典的往昔,论证斯巴达如今悍然强占卡德摩亚堡的罪行必须受到惩处,并主张雅典理应与忒拜结盟以伸张正义。
τι τῶν πάντων ἠδίκηντο ὑφʼ ἡμῶν ἐπʼ ἐκείνων τῶν χρόνων οὐκ ἂν ἔχοιεν οὐδέπω καὶ νῦν δεῖξαι οὐδὲ καταιτιάσασθαι. ἠξίουν δʼ ἡμᾶς Αἴγιναν αὐτόνομον ἀφιέναι καὶ Ποτιδαίας ἀπανίστασθαι, παραπλήσια οἷς νῦν Θηβαίοις ἐπέταττε Κλεόμβροτος. ἴστε γὰρ δή που τοῦθʼ ὅτι οὐδέν ἐστιν εὐπροσωπότερον Λακεδαιμονίων πλεονεκτεῖν ζητούντων. τότε προστάται τῶν Ἑλλήνων, τότε δεινοὶ κήδεσθαι τῆς ἐλευθερίας, ὅταν τι παρασπάσασθαι βούλωνται. ὡς δʼ οὐκ ἠνεσχόμεθʼ οὐδʼ ὑπηκούομεν, εὖ ποιοῦντες, ὦ Ἀθηναῖοι, καὶ τὸ τῆς πόλεως φρόνημα σώζοντες, οὕτως ἤδη πάντας ὅσους οἷοί τε ἦσαν παραλαβόντες πόλεμον ἐξήνεγκαν, μικρὰ μὲν τῶν ὅρκων καὶ τῶν ξυνθηκῶν φροντίσαντες, ἃς ὅθʼ εἵλομεν Εὔβοιαν ἐποιήσαντο πρὸς ἡμᾶς, μικρὰ δὲ τῶν τροπαίων καὶ τῶν ναυμαχιῶν, ὧν τίς ἂν ᾠήθη ποτὲ, ἕως ἂν ὦσι, μεμνημένοι καὶ μικρόν τι παρὰ γνώμην πράξειν αὐτοὺς τῇ ἡμετέρᾳ πόλει;1 ἐφρόντισαν δὲ οὐδὲν οὐδὲ τῆς προκλήσεως ἣν προὐκαλούμεθʼ αὐτοὺς λόγῳ δοῦναι καὶ λαβεῖν τὰ δίκαια περὶ τῶν διαφορῶν. ἀλλὰ ταῦτα πάντα εὐχερῶς ἀνελόντες καὶ ἐν οὐδενὶ θέντες εἰσβολὰς μὲν ἐτησίους καὶ φθορὰν τῆς χώρας ἀπέραντον σιωπῶ καὶ τοὺς καθʼ ἕκαστον ἀγῶνας, ἀλλʼ ἐκένωσαν μὲν ἡμῶν τοὺς καταλόγους, ἀπέστησαν δὲ τοὺς συμμάχους τοὺς πολλοὺς, τοὺς δὲ βίᾳ προσηγάγοντο, ἕως ἐψίλωσαν τὴν πόλιν. τελευτῶντες δὲ παρείλοντο μὲν τὴν σιτοπομπίαν, ἐλάβοντο δὲ τὰς ναῦς, τὰ δὲ τείχη κατέσκαψαν ταῖς ἡμετέραις αὐτῶν χερσὶν, ὦ Ζεῦ. ταῦτʼ οὖν ὅτʼ ἀντʼ Αἰγινητῶν καὶ τοῦ πολιορκεῖν Ποτίδαιαν ἔκριναν παθεῖν ἡμᾶς, τί φαῖεν ἂν αὐτοὺς δεῖν ἀντὶ τοῦ τὴν Καδμείαν κατασχεῖν εἴσω παρελθόντας ἐν εἰρήνῃ καὶ συνθήκαις ταῖς χρησταῖς ταύταις, ὦ γῆ καὶ θεοὶ καὶ δίκαι, αἷς, ἵνʼ ἐξ ἑτέρων εἰς ἕτερον ἔλθω, ἀλλʼ ἐῶ τό γε νῦν τοῦτο. ἀλλʼ ὅτι γε αὐτονόμους μὲν ἐκείνους εἶναι δεῖν τότε γνόντες,2 ταῦτα δʼ ἐπειδήπερ οὐ συνεχωρήσατε ποιήσαντες τὴν πόλιν, οὐδʼ ὁτιοῦν ἕξουσιν εἰπεῖν αὐτοὶ νῦν εἰ τοιαῦτʼ ἀγνωμονήσαντες περὶ Θηβαίους καὶ τοιαύτης ἀδικίας ἄρξαντες δώσουσι μὲν ἐκείνοις, δώσουσι δʼ ὑμῖν δίκην, ἐκ τούτων ἡγοῦμαι δείκνυσθαι. οὐδὲ γὰρ οὐδʼ ἴσον τοὺς δεῖνας ἀφεστηκότας προσάγεσθαι, ἢ τοὺς δεῖνας οἷς αὐτός τις χρῆσθαι κελεύειν νόμοις, καὶ τὴν Θηβαίων ἀκρόπολιν καταλαβόντας ἔχειν βίᾳ παρὰ τὰς συνθήκας, εἰ δεῖ τὸ μεῖζον εἰπεῖν, τὰς ἑαυτῶν. ἴστε γὰρ δή που τοῦθʼ ὅτι οὐχ ἡμεῖς οὐδὲ Θηβαῖοι τὴν ἀρχὴν ἐκινήσαμεν, οὐδʼ ἐσπουδάσαμεν περὶ τούτων, ἀλλʼ ἐκεῖνοι βασιλέα προσλαβόντες ἡμᾶς ἐβιάσαντο, καὶ οὕτως συνεχωρήσαμεν. θαυμάζω τοίνυν εἰ τοῖς ἄλλοις τὰ αὑτῶν πράττειν ἀνάγκην προσθέντες, αὐτοὶ τηλικαῦτα καὶ τοιαῦτα περιεργασάμενοι βοήθειαν αἰτήσουσιν, οὐ δίκην ὑφέξουσι. νὴ Δίʼ ἀλλʼ ἤδη δεδώκασιν αὐτάρκη, καὶ σύνηθες τῇ πόλει μὴ μνησικακεῖν, καὶ τοιοῦτοί τινες πρὸς τὸ δίκαιον ἀπαντῶσι λόγοι, πρὸς οὓς ἐγὼ ταῦθʼ ἥδιστʼ ἂν εἴποιμι· εἰ τοὐναντίον ἦν, καὶ οἱ Θηβαῖοι παρόντες ἐφαίνοντο ἐπὶ τοὺς Λακεδαιμονίους τότε πρῶτον, μὴ ἐπὶ τούτους ἐκεῖνοι, τί ἂν εἶπον οἱ τοῖς Λακεδαιμονίοις κελεύοντες βοηθεῖν; οὐχ ὡς ἠδίκηνται καὶ δεῖ διὰ τοῦτο μετʼ αὐτῶν γίγνεσθαι; οἶδʼ ἐγὼ μεθʼ ὅσης καὶ ἡλίκης κραυγῆς τοῦτʼ ἂν ἐλέγετο. εἰ τοίνυν [εἰ μὲν] προηδίκηντο, ταῦτʼ ἂν προὐβάλοντο καὶ διὰ ταῦτʼ ἂν ἔδει βοηθεῖν, ἐπεὶ δʼ ἀδικοῦντες ἑώρανται, διὰ τὸ μὴ δεῖν μνησικακεῖν ὁμοίως βοηθήσομεν; καὶ πότε καὶ μετὰ Θηβαίων ἐσόμεθα, ἢ πόθεν, ὦ Ἀθηναῖοι, τὸν ἐξετασμὸν τοῦ ποτέρους δεῖ ἑλέσθαι ποιησόμεθα, εἰ μηδὲν ὧν πεποιήκασι θήσομεν εἰς λόγον; οὐ γὰρ δὴ κλήρῳ γε κελεύσομεν αὐτοὺς διακριθῆναι, ἀλλʼ ὁποτέροις ἂν τὰ πεπραγμένα, οἶμαι, προσάγῃ, τούτοις, ἐὰν ἃ χρὴ ποιῶμεν, βοηθήσομεν. ἀλλὰ μὴν πρός γε τὸ οὐ χρὴ μνησικακεῖν καὶ δεδώκασιν ἤδη Λακεδαιμόνιοι δίκην, εἴ γε ἦν ἀληθὲς θάτερον, συνέφασκον ἀμφότερα.3 τί δὴ λέγω; οὐδέπω πάρεισιν, ὦ Ἀθηναῖοι, Λακεδαιμόνιοι. πόθεν; εἰς ἅ ποτε ἡμᾶς ἤγαγον; πολλὰ πάθοιεν ἂν,
即使直到今日,他们也绝不可能指出或指责说,在那个时期他们曾遭受过我们的任何不公对待。然而他们却要求我们准许埃癸娜自治,并从波提狄亚撤军,这与方才克勒翁布罗托斯强加给忒拜人的要求何其相似。因为你们完全清楚,拉栖代梦人在谋求私利时,其表面言辞是再冠冕堂皇不过的。每当他们想要掠夺某些利益时,他们便摇身一变成为希腊人的保护者,显得对自由无比关切。 然而,雅典人啊,当我们没有容忍他们、也没有顺从他们,而是做出了正确的选择并捍卫了城邦的尊严时,他们便立刻纠集了所有能够召集的力量发动了战争。他们既轻视了当我们收复埃维亚时他们与我们立下的誓言和条约,也轻视了那些战利纪念碑和海战——谁曾料想过,只要他们活着且还记得这些,他们竟会对我们城邦做出哪怕一丝一毫违背我们意愿的事呢?不仅如此,对于我们向他们提出的通过言论讲理来公正解决争端的挑战,他们也毫不理睬。相反,他们轻率地废弃并无视这一切;对于每年的入侵、对我方领土无休止的蹂躏,以及各次的交战,我且按下不表,但他们耗尽了我们的公民名册,诱使我们的大多数盟友叛变,又以武力胁迫其余盟友,直至使这座城邦陷于孤立无援的境地。最后,他们切断了我们的运粮通道,夺走了我们的战舰,啊,宙斯啊,甚至逼迫我们亲手拆毁了自己的城墙! 既然当年为了埃癸娜人以及为了我们包围波提狄亚之事,他们便判定我们理应遭受这些苦难,那么对于在和平时期、在订立了那些崇高条约的情况下闯入城内并占据卡德摩亚堡之事,他们又会说自己理应〔遭受〕什么呢——大地、诸神与正义啊!关于那些条约——容我从一个话题转到另一个话题——不过我暂且隐忍不谈。但是,既然他们当年判定那些人应当享有自治,且仅仅因为你们没有应允便使我们的城邦遭受了如此浩劫,那么显而易见,如今在他们对忒拜人施加了如此的狂暴、率先犯下了如此的不义之后,即便他们既向忒拜人、又向你们偿付罪责,他们自身也绝无任何辩驳的余地。 因为,迫使某些叛离者归顺,或者命令某些人遵守自己指定的法律,与强占忒拜人的卫城并在违背条约——更确切地说是违背他们自己的条约——的情况下以武力霸占它,这两者绝非同日而语。因为你们完全知晓,当初并非我们或忒拜人挑起这一事端,我们对此亦无热情,而是他们拉拢了波斯国王强迫我们,我们才被迫做出了退让。因此,如果他们对他人强加了各安本分的义务,自己却在制造了如此巨大而恶劣的事端之后,反而前来请求援助而不是甘受惩罚,这实在令我感到匪夷所思。 「对啊,但是他们已经受到了足够的惩罚,而且不念旧恶本是我们城邦的惯常传统」——有人或许会以诸如此类的说辞来回应正义的质问;对此,我极愿作如下答复:如果局势颠倒过来,是忒拜人当时率先攻打拉栖代梦人,而不是拉栖代梦人攻打他们,那么那些主张援助拉栖代梦人的人又会说什么呢?难道不会说拉栖代梦人遭受了不义,因此必须站在他们一边吗?我很清楚,这话定会伴随着何等巨大的喧嚣而被说出!那么,如果拉栖代梦人率先遭受不义,他们就会以此为盾牌,且你们就应当因此援助他们;可是如今既然已经目睹他们才是施暴作恶者,我们难道还要以不念旧恶为借口同样援助他们吗?雅典人啊,如果我们将他们所做的一切恶行都置之不理,我们又何谈何时与忒拜人并肩作战,又如何去权衡究竟应当选择哪一方呢?因为我们决不能命令他们凭抽签来决断,而是我认为,他们各自的作为指向哪一方,只要我们依理而行,我们就应当去援助哪一方。况且,针对「不应念旧恶」以及「拉栖代梦人已然赎罪」之说,倘若其中之一是真实的,这两点我本都会赞同。我究竟是什么意思呢?雅典人啊,拉栖代梦人根本还没有沦落到他们曾经将我们逼入的那种境地!差得远呢!他们将会遭受许多苦难……
- 429ὧν τίς ἂν ᾠήθη ποτὲ, ἕως ἂν ὦσι, μεμνημένοι καὶ μικρόν τι παρὰ γνώμην πράξειν αὐτοὺς τῇ ἡμετέρᾳ πόλει;
关系代名词 ὧν 先行词为前面的 τῶν τροπαίων καὶ τῶν ναυμαχιῶν,并作为分词 μεμνημένοι 的属格宾语提前。分词 μεμνημένοι 为主格复数,在语法上修饰主语斯巴达人,带有条件或状语色彩(「只要他们还记得这些……」)。主句动词为带 ἄν 的 ᾠήθη(表过去的非真实推测「谁曾料想」),后接带不定式句 αὐτοὺς ... πράξειν(以 αὐτούς 为主语)。句子由于倒装(hyperbaton)而较为复杂,但整体结构清晰,意为「谁曾想到,只要他们还记得这些战功,他们竟会对我们城邦做出违背意愿的事呢?」
- 429ταῦτʼ οὖν ὅτʼ ἀντʼ Αἰγινητῶν ... ἀλλʼ ἐῶ τό γε νῦν τοῦτο. ἀλλʼ ὅτι γε αὐτονόμους μὲν ἐκείνους εἶναι δεῖν τότε γνόντες...
长句破格(anacoluthon)与顿跌修辞(aposiopesis)的典型构造。从时间状语从句 ὅτʼ ... ἔκριναν παθεῖν ἡμᾶς 开始,继之以反问 τί φαῖεν ἂν αὐτοὺς δεῖν ...,但在通过关系从句 αἷς 提及条约时,演说者以 ἵνʼ ἐξ ἑτέρων εἰς ἕτερον ἔλθω, ἀλλʼ ἐῶ τό γε νῦν τοῦτο(「容我从一个话题转到另一个话题——不过此事我暂且不谈」)打断了话头。随后以 ἀλλʼ ὅτι γε... 重新梳理逻辑,并由分词 γνόντες 和 ποιήσαντες 引导前提,最终落脚在主句 ἐκ τούτων ἡγοῦμαι δείκνυσθαι(「我认为由这些事实足以证明……」)之上。
- 430εἴ γε ἦν ἀληθὲς θάτερον, συνέφασκον ἀμφότερα.
采用直说法过去时 ἦν 与 συνέφασκον 构成的假想让步论证。θάτερον(两者之中的一个)指代前文提到的对方两点辩解(一是「不应念旧恶」,二是「斯巴达人已经受罚」)中的后者。「倘若其中之一(即他们确实已受惩罚)是真实的,那么两点我都会赞同(既然已受惩罚,自然可以不念旧恶予以援助);但事实并非如此,他们根本未受惩罚,因此两点皆不能成立。」
