← 阿里斯·台德斯

留克特拉演说二

§427-428

卡德摩亚之忆与结盟忒拜之利

演说者敦促雅典人回应勒克特拉战役后忒拜人的结盟请求,唤起他们对斯巴达昔日占领卡德摩亚堡的义愤,并阐明响应呼吁的道德正当性与战略利益。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§427

οἶμαι μὲν, ὦ Ἀθηναῖοι, μὴ τήμερον πρῶτον περὶ τῆς Θηβαίων συμμαχίας ὑμᾶς βουλεύεσθαι μηδʼ ἐξ ὧν ἂν ἡμεῖς εἴπωμεν, ἀλλʼ εἴ τι κἀγὼ μέμνημαι, πολλοῖς πρότερον χρόνοις τῆς νυνὶ πρεσβείας ὑπάρχειν ἐσκεμμένους.1 ἐπεὶ δʼ εὐπορήκασιν ὅμως Λακεδαιμόνιοι ὑπὲρ αὐτῶν ἐρούντων εὐπρεπῶς, φέρε κἀγὼ τούτοις ἃ σύνοιδα συνείπω, τοσοῦτον ἐλάττω τὴν ὑπὲρ τούτων σπουδὴν ποιησάμενος τῆς τῶν ἑτέρων περὶ οὓς ᾕρηνται, ὅσῳπερ πλείω τὴν ὑπὲρ ὑμῶν. ἀναμνῆσαι δʼ ὑμᾶς πρῶτον βούλομαι, ὅτε Φοιβίδας ἠγγέλθη τὴν Καδμείαν κατειληφὼς—ὁ δὲ Φοιβίδας ἐστί μοι Λακεδαιμόνιοι2—πῶς, ὦ Ἀθηναῖοι, διετέθητε καὶ τίνα γνώμην ἔσχετε. ἆρʼ ἣν νῦν κελεύουσί τινες ὑμᾶς λαβεῖν, τὴν τοῦ κοινωνεῖν Λακεδαιμονίοις καὶ μετέχειν τοιαύτης ἀγνωμοσύνης καὶ πλεονεξίας, ἢ πολὺ τοὐναντίον κἀκείνους πονηροτάτους ἀνθρώπων ἐκρίνετε καὶ τοῖς Θηβαίοις συνήσθεσθε καὶ συνηλγεῖτε, καὶ δίκην λαβεῖν ἐγγενέσθαι συνεύχεσθε; νῦν τοίνυν ὁ καιρὸς οὗτος ἀφῖκται, ἄξιος μὲν τῆς ὑμετέρας, ὦ Ἀθηναῖοι, δικαίας γνώμης, ἄξιος δὲ τῆς Θηβαίων σπουδῆς, ἣν ἔσχον ἐλευθερῶσαι τὴν πατρίδα. εἰ μὲν οὖν οὕτως ἀτόπως ἔχετε ὥστʼ εὔχεσθαι μὲν ταῦτα, παρόντα δʼ ὁρῶντες προδοῦναι καὶ καταλιπεῖν, οὐκ Ἀθηναίων ἔργον, ἀλλʼ οὐκ οἶδʼ ὅτων εἴπω πεπόνθατε.3 οὐδένα γὰρ τῶν πάντων νομίζω τοσαύτης ἐμπληξίας καὶ ἀλογίας μεστὸν εἶναι ὅντινα ὧν εὔξατο αὑτῷ παρόντων τἀναντία ποιεῖν. εἰ δὲ τοῦτο μὲν οὐδʼ ἂν μανεὶς οὐδεὶς πάθοι, οὐδὲ λυποῖτο ὅτι αὐτῷ τι κατὰ γνώμην ἐξέβη, χάριν δʼ ἂν ἔχοι δή που τῇ τύχῃ καὶ τῷ καιρῷ, τί λοιπὸν ἢ μετὰ τῶν ἅπερ ἠβούλεσθε κατωρθωκότων εἶναι, καὶ ταῦτα καλούντων ὑμᾶς καὶ τὴν ἐπὶ τοῖς πεπραγμένοις φιλοτιμίαν ὑμῖν προστιθέντων. οἱ γὰρ, εἰ μὴ βοηθήσεθʼ ὑμεῖς, οὐδὲν ὧν κατωρθώκασιν εἶναι πλέον αὑτοῖς κρίνοντες, διʼ ὧν περὶ τοῦ μέλλοντος δέονται, διὰ τούτων τὴν ἐφʼ οἷς κεκρατήκασι δόξαν ἐφʼ ὑμᾶς ἄγουσιν. ἐγὼ δὲ μάλιστα μὲν ἠβουλόμην ἂν ὑμᾶς καὶ τῆς μάχης αὐτῆς μετεσχηκέναι· οὐδενὸς γὰρ καλλίονος ἔργου κεκοινωνηκότες ἦτʼ ἂν οὐδὲ ἐφʼ ᾧ μᾶλλον ἂν εἴχετε σεμνύνεσθαι δικαίως· ἡγοῦμαι δὲ καὶ τὸ νῦν εἰς δέον τρόπον τινὰ ἀπηντηκέναι. ὁρῶ γὰρ τοὺς μὲν κινδύνους ἐλάττους γεγονότας, τὴν φιλοτιμίαν δʼ οὐ φαυλοτέραν οὖσαν ὑμῖν. τὸ μὲν γὰρ ἐξ ἀρχῆς δεηθῆναι τοὺς Θηβαίους οὐδὲν ἦν θαυμαστὸν, τὸ δʼ εὐτυχηκότας, καὶ ταῦτα ὧν οὐκ ἂν ἤλπισαν μείζω, μηδὲν μᾶλλον ἀπηλλάχθαι τοῦ χρῄζειν ὑμῶν, τοῦτο καὶ μέγα καὶ καλὸν καὶ σφόδρα ἐμοὶ γοῦν ἡδομένῳ γέγονεν.4 οὐκ ὀκνήσω δὲ εἰπεῖν ὅτι μοι καὶ βέλτιον φαίνεται μετὰ τὴν κλῆσιν βοηθεῖν αὐτοῖς ἤπερ ἀκλήτους. ἐκείνως μὲν γὰρ κἂν εἶχον ἴσως εἰπεῖν ὕστερον ὡς οὐκ ἐδέονθʼ ὑμῶν, αὐτοὶ δὲ παρόντες καὶ μηδὲν ἧττον τῶν ἠτυχηκότων τεθεραπευκότες ὑμᾶς οὐ δή που δύναιντʼ ἄν ποτʼ ἔξαρνοι γενέσθαι περὶ ὧν ὑφʼ αὑτῶν ἐξελεγχόμενοι φανοῦνται. λέγουσι δέ τινες Θηβαίους ἀναισθήτους εἶναι, καὶ ἴσως ἀληθῆ λέγουσι κατʼ ἄλλο τι· ὃ δʼ ἀεὶ κοινὸν ἅπασιν ὡς εἰπεῖν ἐστιν ἁμάρτημα, τοῦτʼ οὐ πεπόνθασιν, ἀλλὰ καὶ τῶν σφόδρα εὖ φρονεῖν πεπιστευμένων ἐξισταμένων ὅταν τι παρʼ ἐλπίδας εὐτυχήσωσιν, αὐτοὶ μετὰ νίκην τοσαύτην πόρρω τούτου γεγόνασιν. οἳ γὰρ ἐφʼ ὑμᾶς ἥκουσι καὶ ἴσασιν ὅτι οὐδʼ ἂν δεκάκις νικήσωσι Λακεδαιμονίους, οὐδέν ἐστι πλέον αὐτοῖς ἕως ἂν ἀπῆτε ὑμεῖς,5 πῶς οὐκ εὖ φρονοῦσι; καὶ μὴν οὐδὲ Λακεδαιμόνιοι μέμψιν δικαίαν ὑμῖν ἕξουσιν, ἂν ἀντιλάβησθε τῶν πραγμάτων τοῖς Θηβαίοις. ἐνθυμείσθων γὰρ ἅ ποτε αὐτοὶ περὶ Αἰγίνης καὶ Ποτιδαίας ἔγνωσαν· κἂν ἐπʼ ἀληθείας ἐθέλωσι σκοπεῖν, εἴσονται σφίσιν αὐτοῖς οὐκ ἐνὸν ἄλλως εἰπεῖν οὐδʼ ἑτέραν ψῆφον ἐνεγκεῖν ἢ ὡς οὐκ ἐατέον ἐστὶν ὑμῖν αὐτοὺς οὐδʼ ἀνετέον.6 ἐκεῖνοι μὲν γὰρ ὅ

雅典人啊,我认为,你们商讨与忒拜人的结盟,既非始于今日,亦非仅凭我们所将说的话;依照我的记忆,早在这次使节团〔到来〕之前的很久,你们便已深思熟虑了。然而,既然拉栖代梦人终究不乏为他们巧妙辩护之人,那么且让我亦为这些人陈述我所知晓的事理;我为他们所倾注的热诚,正如同我对你们的热诚之大一样,相应地要少于另一些人对其所选择之人倾注的热诚。 首先,我希望提醒你们,雅典人啊,当腓比达斯占领卡德摩亚堡的消息传来之时——对我而言,腓比达斯便代表着拉栖代梦人——你们的心情如何,又怀有怎样的见解。难道就是如今某些人劝你们采纳的那种见解,即与拉栖代梦人沆瀣一气、同流于如此的狂悖与贪得无厌吗?抑或恰恰相反,你们判定他们是人类中最邪恶之人,与忒拜人感同身受、共同悲痛,并一同祈求惩罚他们的良机降临? 如今,这一良机已然到来,它既配得上你们公正的见解,雅典人啊,也配得上忒拜人为解放祖国所付出的热忱。因此,如果你们的心态反常至此,以至于一方面曾如此祈求,另一方面在目睹这些事情出现在眼前时却予以背弃和离弃,这决非雅典人之所为,而你们所遭受的乃是我不知当归咎于何人的心智狂乱。因为我认为,在所有人当中,没有谁会充满如此之大的狂乱与荒谬,以致在自己所祈求的事物临近眼前时,反而做出背道而驰之事。如果连疯子也不会落入这种境地,也不会因为事情如己所愿而感到忧伤,反而理当对机运和时节心存感激,那么,除了与那些已经实现了你们所期望之事的人站在一起——尤其是当他们召唤你们,并将所建功绩的荣耀归于你们之时——还有什么其余的选择呢? 因为他们认定,若无你们的援助,他们所取得的一切成就对他们自己而言都将毫无益处;他们借由为未来所作的请求,正将克敌制胜的荣光引向你们。 就我而言,我原本固然最希望你们直接参与了那场战斗本身;因为那样便不会有任何你们所参与过的事业更为光荣,也没有任何事能让你们更有理由感到自豪。然而我认为,当下的局面在某种意义上也正合时宜。因为我看到,危险已经减少,而属于你们的荣耀却并未稍减。因为忒拜人若从一开始就提出请求,本是不足为奇的;但他们在获得胜利之后——而且是超越了他们所能指望的巨大胜利之后——却丝毫没有摆脱对你们的需要,这件事既宏伟又美好,至少令我本人极为欣慰。 我也毫不犹豫地明言,在我看来,在接到召唤之后前去援助他们,甚至胜过未蒙召唤便前去。因为若是那样,他们日后或许还能声称并不需要你们;但如今他们亲自到场,且对你们的奉承奉迎丝毫不亚于遭遇不幸之人,对于那些他们显然会被自身驳倒的事项,他们绝不可能加以否认。有人说忒拜人迟钝愚鲁,或许在其他某方面他们说的是实话;但对于那几乎可以说是人所共有的过失,他们却并未沾染:哪怕那些被公认为极其明智之士,一旦遇到出乎意料的幸运,往往也会丧失理智,然而忒拜人在如此辉煌的胜利之后,却远离了这种狂妄。因为他们既然来到你们这里,并且明知即便击败拉栖代梦人十次,只要你们不参与,对他们来说便毫无意义,那么他们又怎能算作不明智呢? 况且,如果你们为忒拜人而插手处理这些事务,拉栖代梦人对你们也不会有任何正当的指责。因为让他们去想想,他们自己当年就埃癸娜和波提狄亚作出了怎样的裁决;倘若他们愿意本着真实来审视,他们便会明白,自己绝不可能说出其他的话,也绝不可能投出别的票,而只能认定你们绝不可放任或容许他们胡作非为。因为他们……

语法注6 条
  1. 427ὑπάρχειν ἐσκεμμένους

    在从属于 οἶμαι 的不定式复合结构中(逻辑主语为 ὑμᾶς),完成时分词 ἐσκεμμένους 与 ὑπάρχειν(替代常见的 εἶναι)连用,构成迂回完成时结构,强调一种早已具备的现成状态:“业已深思熟虑”。

  2. 427ὁ δὲ Φοιβίδας ἐστί μοι Λακεδαιμόνιοι

    与格 μοι 为表判断基准的与格。单数主语 Φοιβίδας 配以复数表语名词 Λακεδαιμόνιοι,构成借代式的等同表达:“在我看来,腓比达斯即代表着整个拉栖代梦人”。

  3. 427οὐκ Ἀθηναίων ἔργον, ἀλλʼ οὐκ οἶδʼ ὅτων εἴπω πεπόνθατε

    句首 οὐκ Ἀθηναίων ἔργον [ἐστί] 省略了系动词,为表示特征的属格(“这绝非雅典人之所为”)。随后的 ἀλλʼ 句中,εἴπω 是间接疑问/关系从句中的审度连接法(“我不知当说属于何人”),修饰或引出主句动词 πεπόνθατε,表达“你们所遭受/陷入的心态乃是我不知当归咎于何人的”。

  4. 428ἐμοὶ γοῦν ἡδομένῳ γέγονεν

    此句是惯用句型 ἡδομένῳ ἐστί μοι(“于我甚为欣悦/合意”)的变体,以表示发生与结果的 γέγονεν 替代了 ἐστίν。与格分词 ἡδομένῳ 作 ἐμοί 的述谓性修饰语,意为“至少于我而言成了一件极其喜悦之事”。

  5. 428οἳ γὰρ, εἰ μὴ βοηθήσεθʼ ὑμεῖς

    正文中定冠词 οἱ 与分词 κρίνοντες 结合构成名词化分词短语作主语(οἱ ... κρίνοντες,“那些认为……的人”);若读作关系代词 οἳ 并带有说明性 γάρ,则作为连接关系词指代前面的 τῶν ... κατωρθωκότων(忒拜人)。整个句子的核心主干为 οἱ γὰρ ... διὰ τούτων τὴν ... δόξαν ἐφʼ ὑμᾶς ἄγουσιν(“因为他们借由这些,正将荣耀引向你们”)。

  6. 428οὐκ ἐατέον ἐστὶν ὑμῖν αὐτοὺς οὐδʼ ἀνετέον

    由动词形容词 ἐατέον(源自 ἐάω)与 ἀνετέον(源自 ἀνίημι)构成的无人称动词形容词句型。动作发出者为与格 ὑμῖν,宾语为宾格 αὐτούς(指斯巴达人):“你们既绝不可任由他们胡来,亦绝不可放任他们”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg034.humanitext-grc2:427-428