- 底本
- Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg033.humanitext-grc2:417-418
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说家指出,当下的核心议题是斯巴达自身的存亡而非枝节问题;他提醒雅典人铭记当年在伯罗奔尼撒战争末期正是斯巴达的关键选票使雅典免于毁灭,并主张以武力回救前来进行哀求的昔日宿敌,才是彰显雅典至高尊严与宽宏气度的正道。
δὲ τῆς Λακεδαιμονίων σωτηρίας ὄντος τοῦ λόγου,1 τί δεῖ τοῖς ἔξωθεν τούτοις παράγειν ὑμᾶς; τοσούτῳ γὰρ μᾶλλον οὐ περιοπτέον αὐτοὺς ὅσῳπερ μείζων ἐστὶν αἰσχύνη, εἰ Θηβαῖοι μὲν οὐκ ὤκνησαν ἡμῖν φανῆναι συναλγοῦντες κακῶς πράττουσι μηδεμιᾶς παρακλήσεως αὐτοῖς παρʼ ἡμῶν ἐλθούσης, ἡμεῖς δὲ ὄντες Ἀθηναῖοι ταῖς Λακεδαιμονίων συμφοραῖς ἐπιθησόμεθα, οἳ μηδὲν εἶναι τὰ σφέτερʼ αὐτῶν χωρὶς ἡμῶν ὡμολογήκασι τῇ πρεσβείᾳ. καὶ μὴν οὐδʼ ἐκεῖνό γʼ εἰπεῖν κατοκνήσω, ὅτι εἰ μὴ πολλῷ, μᾶλλον δὲ τῷ παντὶ μείζους τῶν εὐεργεσιῶν τούτων ἀντειλήφασι Θηβαῖοι χάριτας παρʼ ἡμῶν, πᾶν ὀφείλομεν αὐτοῖς. ἀλλʼ ἔστιν ὅπως, ὦ πρὸς Διὸς, ἴσον ἢ παραπλήσιον εἶναί τῳ φαίνεται μὴ ἀκολουθῆσαι Λακεδαιμονίοις ἐμβάλλουσι καὶ Λακεδαιμονίοις ὑπὲρ τούτων ἀντιτάξασθαι ἂν, ἢ καὶ δέξασθαι τοὺς ἐκπεσόντας, ὃ κοινὸν ἅπασίν ἐστιν ἀνθρώποις, καὶ τοὺς ἐκείνων ὅπως μὴ ἐκπεσοῦνται μηδὲ ἀνάστατοι γενήσονται παρασκευάσαι; ταῦτα τοίνυν ἀντʼ ἐκείνων γέγονε παρʼ ἡμῶν Θηβαίοις, καὶ Λύσανδρον ἀπεκτείναμεν καὶ τρόπαιον ἀνεστήσαμεν καὶ καθαρὰν πολεμίων τὴν Βοιωτίαν ἀπεφήναμεν. ἆρʼ αὐτῷ τῷ μέτρῳ τὴν εὐεργεσίαν ἀπέχουσιν; ἢ κἂν εἰ ἐπʼ αὐτοῖς ἐποιησάμεθα, οὐκ ἂν εἶχον μείζω προσαιτῆσαι; θαυμάζω τοίνυν, εἰ τὰ μὲν Θηβαίων φιλάνθρωπα μνημονεύσομεν, τὴν Λακεδαιμονίων δὲ γνώμην οὐδαμοῦ θήσομεν· ἣν εἰ μὴ τότʼ, ἐκεῖνοι μετρίαν εἶχον περὶ ἡμῶν, ταυτὶ τὰ ὕστερον εὐεργετήματα Θηβαίων χώραν οὐκ εἶχε.2 τοσοῦτον γὰρ ἑνὸς τούτου πάντα τὰ Θηβαίων ἥττηται, ὅσῳπερ καὶ αὐτοῖς Θηβαίοις καὶ πᾶσι τοῖς βουλομένοις τὸ ἔχειν εὖ ποιεῖν ἡμᾶς οὐχ ὑπῆρχεν ἅπαξ ἀπολωλόσι, καὶ ὅσῳ δυστυχῆσαι μὲν μᾶλλον οὐκ εἴχομεν τἀναντία οἷς Λακεδαιμονίοις ἔδοξε παθόντες, εὖ δὲ παθεῖν μειζόνως ἢ ὑπὸ Θηβαίων ὕστερον, πολλοὶ δεικνύουσιν ἐνόντες τρόποι. εἰς μὲν γὰρ ταῦτα κἂν ἄλλος τις ἴσως πόρος εὑρεθείη καὶ χωρὶς τούτων, εἰς δὲ τὸ μὴ ʼκεῖνα παθεῖν Λακεδαιμονίων ἔδει πάντως διὰ τὴν ὑπάρχουσαν τότʼ αὐτοῖς τύχην· ἣν μήποτʼ ἔχειν ὤφελον.3 ἐκείνη γὰρ καὶ τὴν ἡμετέραν πόλιν εὐθενοῦσαν κατέλυσε καὶ αὐτοὺς ἐκείνους εἰς τὰς νῦν ἤγαγε συμφοράς. καὶ μηδεὶς οἰέσθω με τοῦτο λέγειν, ὅτι διὰ Λακεδαιμονίους ἐστὲ σῶοι· μήποτε οὕτω καλῶς πράξαιεν. ἀλλὰ σώζει μὲν, ὦ Ἀθηναῖοι, καὶ φυλάττει τὴν ἡμετέραν πόλιν ἡ τῶν θεῶν δικαία πρόνοια καὶ ἡ λαχοῦσα αὐτὴν ἐξ ἀρχῆς ἀγαθὴ τύχη· ὅσα δʼ ἧκεν ἐπʼ ἀνθρώπους, συνεπελάβοντό ποτε Λακεδαιμόνιοι καὶ Φωκεῖς καὶ ἄλλος τις οἶμαι, οὐ μὴν ἀλλʼ οὐκ ἐλάχιστον Λακεδαιμόνιοι, τό γε κῦρος ἔχοντες αὐτοὶ τῆς ψήφου. νῦν τοίνυν χρὴ τοῦτον ἐκεῖνον νομίσαι τὸν καιρὸν ἥκειν, ἐν ᾧ καθειστήκειμεν αὐτοὶ τότε, καὶ ἣν ἂν τότε γνώμην ἠξιώσαμεν τοὺς Λακεδαιμονίους ἔχειν ὑπὲρ ἡμῶν ἐπὶ τοῦ τοιούτου κινδύνου καὶ πράγματος αἰωρούμενοι, ταύτην ἐπειδὴ προειλήφαμεν, ἀνταποδῶμεν ὁμοίαν. ἱκέται δὲ ἡμῖν Λακεδαιμόνιοι γεγόνασιν οἱ περὶ ὑμῶν πρότερον βουλευόμενοι καὶ τοὺς Ἕλληνας συνάγοντες καὶ γῆν καὶ θάλατταν ἔχοντες, καὶ λέγουσιν ἱκετεύοντες μέτρια ὡς χρή τι καὶ αὐτοὺς ἀπολαῦσαι τῆς ὑμετέρας καλοκἀγαθίας, καὶ μὴ μόνον Θηβαίους, μηδὲ τοὺς ἄλλους Ἕλληνας ὑμᾶς, ἀλλὰ καὶ αὐτοὺς σεσωκότας ἔσεσθαι. εἰ δʼ οἱ ψήφοις βοηθήσαντες τότε νῦν ὅπλοις ἀνταξιοῦσιν ὑφʼ ὑμῶν σωθῆναι, τοῦτο καὶ μάλιστα δέξασθε. ἡ μὲν γὰρ τοῦ δικαίου τάξις τὸν αὐτὸν ἔχει λόγον, ὁ δὲ τῆς εὐεργεσίας τρόπος ἀξιώματι νικῶν τὴν ὑπερβολὴν τῆς ὑμετέρας μεγαλοψυχίας ἐνδείξεται. ὡς αἱ μὲν ἄλλαι χάριτες κατὰ τοὺς ὑπάρχοντας ἰσχύουσιν,4 ἣν δʼ ὑμεῖς Λακεδαιμονίοις ἀποδώσετε νῦν, ἐφʼ ὑμᾶς αὐτοὺς ἅπασα μεταστήσεται. τὸ γὰρ ψήφῳ σωθέντας πολέμῳ καὶ ὅπλοις ἀντισῶσαι, τοῦτʼ ἐστὶ τὸ ποιοῦν τὴν φιλοτιμίαν καὶ διʼ οὗ τὸ Ἀθηναίους, μὴ τῶν ἄλλων τινὰς ἀνθρώπων εἶναι διαφαίνεται. εἰ δὲ καὶ ὑμᾶς νῦν ψηφίζεσθαι περὶ αὐτῶν ἔδει κατὰ ταὐτὰ, οὐκ ἂν σώζουσιν ὑμῖν αὐτοὺς ἔγωγε συνήσθην, ἀλλʼ ἐκείνων τοὔργον ἔκρινον ἄν. καὶ μὴν καὶ Θηβαίους ὅτε ἐσώζετε, οὐχ ὅμοια ἀνθʼ ὁμοίων ἀπεδίδοτε αὐτοῖς δή που, καίτοι τηνικαῦτα μὲν οὔτε τριήρων εὐπορεῖτε οὔτε τὰ τείχη τὸν
然而,既然辩题关系到斯巴达人的存亡,又何必用这些题外之事来误导你们呢?因为我们越是不应坐视不管,其程度恰与我们若背道而驰所蒙受的羞耻之大相称:倘若忒拜人尚且在我们毫无请求的情况下,未尝犹豫便对陷于不幸的我们表现出同悲之心,而我们身为雅典人,却反去攻击斯巴达人的灾祸——他们已在使团中承认,若无我们,他们自身的事务便毫无指望。 而且,我也绝不迟疑于说明这一点:除非忒拜人从我们这里得到了远胜过——或者说完全凌驾于——那些恩惠的回报,否则我们确实全面欠负于他们。但是以宙斯之名,难道在任何人看来,不跟随斯巴达人入侵,与为了忒拜人挺身抵御斯巴达人,竟是平等的或相仿的吗?或者接纳流亡者——此乃全人类共通之举——与设法使他们的人民既不遭放逐也不致城破人亡,难道是同等的吗?因此,正是这些功绩,由我们给予了忒拜人以作为那些恩惠的回报:我们斩杀了吕珊德,树立了战功纪念碑,并荡平了玻俄提亚的敌军。难道他们未曾十足地领受恩惠?或者,即使我们交由他们做主,他们还能索求更多吗?因此,如果我们将忒拜人仁厚之举铭记于心,却将斯巴达人的决意弃置不顾,我将感到无比惊愕;倘若当时斯巴达人对我们未存适度宽厚之念,忒拜人后来的这些善行便根本毫无容身之地。因为忒拜人的全部作为在这一单项面前都相形见绌:只要我们一旦彻底毁灭,忒拜人自己以及任何有意之人便都根本无从善待我们;而且,假使我们遭受了与斯巴达人决议相反的厄运,我们便不可能承受更大的不幸,而诸多迹象表明,享受胜过忒拜人后来所施善行的途径原本大有所在。因为就后者而言,即使没有他们,或许也能找到其他出路;但若要免遭前者的厄运,由于当时斯巴达人所拥有的运势——但愿他们从未拥有过它!——斯巴达人乃是绝对不可或缺的。正是那种运势,摧毁了我们原本繁荣的城邦,又将他们自己引向了如今的灾祸。 请切莫有人以为我是说,你们是因为斯巴达人才得享平安;但愿他们绝无这般造化!雅典人啊,毋宁说是诸神公正的预见以及从一开始分配给本城邦的吉运,在拯救并守护着我们;但就人事而言,斯巴达人、福基斯人以及或许其他某些人曾一度伸出援手——然而斯巴达人绝非微不足道,因为他们自己握有决定性的一票。因此,如今应当认为,正如我们当年所处的那个关头已经再度到来;既然我们事先领受了当初在悬于如此危险与情势之中时所期望斯巴达人为我们抱持的善意,就让我们回报以同样的善意吧。从前商讨如何处置你们、号令希腊人且称霸陆海的斯巴达人,如今成了我们的祈求者,并谦恭地祈求道:他们理应从你们的高尚美德中分享一二,你们拯救过的不仅有忒拜人,不仅有其他希腊人,而且也应当包括他们自己。倘若当年以选票相救之人,如今指望被你们以武力相救,你们尤其应当欣然接纳这一请求。因为正义的法则维系着同一准则,而行善的方式因其尊严上的超越,将昭示你们宽宏气度的绝顶卓越。盖因其他恩义根据领受者的处境而产生效力,而你们如今给予斯巴达人的恩情,将完全转变为你们自身的荣耀。因为凭借选票获救之后,以战争与刀兵回救对方,这才是产生无上荣耀之举,并且正是由此彰显出你们是雅典人而非凡夫俗子。然而,倘若你们如今也只需要以同样的方式为他们投下一票,我绝不会因你们拯救了他们而与你们同乐,反而会认为那是他们昔日的功劳。况且,当年你们拯救忒拜人时,想必也并未以同等之事回报同等之恩,尽管彼时你们既无富足的三列桨战船,城墙也未……
- 417ὑπὲρ δὲ τῆς Λακεδαιμονίων σωτηρίας ὄντος τοῦ λόγου
承接上一段落末尾介词 ὑπὲρ 的属格独立结构(ὄντος τοῦ λόγου)。作为表示原因的分词短语,引出主句修辞疑问句(τί δεῖ...;)的前提:既然议题关乎斯巴达人的存亡。
- 417ἣν εἰ μὴ τότʼ, ἐκεῖνοι μετρίαν εἶχον περὶ ἡμῶν, ταυτὶ τὰ ὕστερον εὐεργετήματα Θηβαίων χώραν οὐκ εἶχε.
非真实条件句,但归结句(ταυτὶ τὰ ὕστερον εὐεργετήματα Θηβαίων χώραν οὐκ εἶχε)中并未带有小词 ἄν,而仅使用未完成过去直陈式。在表示可能性、必然性或“具有空间/余地”(χώραν ἔχειν)的习用表达中,省略 ἄν 属正规用法,使必然推导的结果显得更为确定和直截了当。
- 417ἣν μήποτʼ ἔχειν ὤφελον.
由 ὤφελον 搭配不定词 ἔχειν 和否定词 μήποτε 构成的表示针对过去的不可实现的愿望句("但愿他们从未拥有过它!")。关系代词 ἣν 指向前文的 τύχην,在句中作宾语,形成感叹性质的插入表达。
- 418ὡς αἱ μὲν ἄλλαι χάριτες κατὰ τοὺς ὑπάρχοντας ἰσχύουσιν
原因连词 ὡς 引出对前文论断的解释说明(“盖因……”)。介词短语 κατὰ τοὺς ὑπάρχοντας 意为“依受惠者的现状/处境而定”。它通过 μέν...δέ 与后半句形成对比,指出寻常的恩义仅依受者境遇发挥作用,而雅典如今对斯巴达的相助则将全数转化为施予者自身的尊严与荣光。
