- 底本
- Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg033.humanitext-grc2:415-416
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者指出不应盲从忒拜人的过度诉求并阐明旧有盟约早已终结,进而诉诸雅典救济弱小与不幸者的悠久传统美德,以此论证如今救援陷于绝境的斯巴达完全合情合理。
ὅπλα. μὴ τοίνυν ἃ πρὸς Θηβαίους δεῖ, λέγειν ταῦτα πρὸς ὑμᾶς ἐᾶτε τοὺς ῥήτορας, μηδʼ ἄν τις ἐγχειρῇ τὰ μὴ ὑμέτερα ὑμᾶς πείθειν, ἀνέχεσθε. πῶς γὰρ οὐκ ἄτοπον ἡμῶν καὶ τοὺς Θηβαίους ἐθελόντων, εἰ οἷόν τε, πεῖσαι, μὴ μόνον ἡμᾶς αὐτοὺς, ὡς οὐ χρὴ διαστῆναι, ἐὰν οἱ Θηβαῖοι καὶ μὴ βουλομένους ἐξάγωσιν ἡμᾶς, ἡμῖν ἡσυχάζειν παραινεῖν καὶ συμμάχους κρίνειν τοὺς ἀποφεύγοντας;1 φέρε δὴ πρὸς Διὸς, εἰ ταῦτʼ εἶπον οἱ Θηβαῖοι πρὸς ἡμᾶς, ἡνίκʼ ἦλθον ἐξ ἀρχῆς, ὡς ἐὰν ἀπώσωνται τὸν πόλεμον καὶ τὸν περιεστηκότα κίνδυνον αὐτοὺς, ἐχθροὺς ὑμᾶς ποιήσονται καὶ μισήσουσιν, ἐὰν μὴ καθάπαξ αὐτοῖς ἐπιτρέψητε ἀνελεῖν τοὺς Λακεδαιμονίους καὶ τὴν Ἑλλάδα ὑφʼ αὑτοῖς ποιήσασθαι, ἔσθʼ ὅστις ἂν πονηροτέρους ἀνθρώπους ἡγήσατʼ ἂν εἶναι καὶ μᾶλλον δικαίους ἀπολωλέναι; μὴ τοίνυν ἅπερ οὐκ ἂν εὕροντο ἐξ ἀρχῆς ἐπὶ τούτοις, ταῦτα ἐπʼ ἐκείνῃ τῇ προφάσει δῶμεν νῦν, ἀλλὰ πᾶν τοὐναντίον κωλύσωμεν, εἴπερ μὴ καὶ αὐτὴν ἐκείνην ἐπὶ ταῦτα δεῖ δοκεῖν πεποιῆσθαι. οἶμαι δὲ καὶ Θηβαίους μὴ μέχρι τοσούτου φαύλους μηδʼ ἀναισθήτους εἶναι, καίπερ ὄντας Θηβαίους, ὥστε πλείω μέμψιν ποιεῖσθαι νῦν ὑμῖν, ἐὰν κατακωλυθῶσι Λακεδαιμονίους ἀνελεῖν, ἢ χάριν τῆς αὑτῶν σωτηρίας ἀπομνημονεύειν, ἣ διʼ ὑμῶν ἔμπροσθεν αὐτοῖς ἐγένετο. ἡδέως δʼ ἂν ἐροίμην τοὺς ὑπὲρ τῶν Θηβαίων λέγοντας, πότερον εἶναί φασιν αὐτοὺς συμμάχους, ἢ γεγονέναι. εἰ μὲν γὰρ εἶναι, τί πείθουσι ποιεῖσθαι; εἰ δʼ αὖ γεγονέναι, πολὺ τούτων πρότεροι Λακεδαιμόνιοι γεγόνασιν. ἔπειτʼ οὐδʼ εὔλογον γεγονέναι μὲν φάσκειν, πάλιν δʼ ὡς ὑπαρχούσης ἔτι τῆς συμμαχίας διαλέγεσθαι μὴ διαλύειν κελεύοντας. καὶ μὴν ὅτι γʼ αὐτὴν ἀπείπασθε οἶδεν ὁ τῆς νίκης ἄγγελος, ὃν μετὰ τὴν μάχην ἐλθόντα οὐδὲν ἐντιμότερον τῶν ὑπὸ τοῦ βαρβάρου πάλαι πεμπομένων ἐδέξασθε. ὅσοι μὲν γὰρ καὶ δάκρυσι τοὺς Λακεδαιμονίους ἐθρήνησαν ἀκούσαντες μεμνημένος οὐκ ἐρῶ.
……兵戎相见。因此,切莫任由演说家们向你们讲出本该对忒拜人讲的话,若有人企图说服你们接受不符合你们利益之事,也切莫加以容忍。因为,既然我们愿意——只要有可能——不仅劝导我们自己,甚至连忒拜人也加以劝导,表明不应当决裂,那么倘若忒拜人甚至违背我们的意愿把我们拉出来,〔演说家们〕却劝告我们要保持静默,甚至将背离盟约之人断定为盟友,这岂不是荒谬至极吗? 请以宙斯之名想一想:倘若忒拜人当初前来时曾对我们说,一旦击退了战争和包围他们的危险,除非你们彻底允许他们消灭斯巴达人并将全希腊置于其统治之下,否则他们便会将你们视作仇敌并怀恨在心,那么难道会有人认为还有比〔他们〕更卑劣、更应当毁灭的人吗?因此,当初以这种条件绝不可能换得之物,我们如今切莫以昔日的借口拱手送给他们;反而要全然阻止他们,除非那次结盟本身必须被认为正是为了这些目的而达成的。而且我认为,忒拜人即使身为忒拜人,也绝不至于如此卑劣与麻木,以至于如今因被阻止消灭斯巴达人而对你们横加指责,胜过于感念当初借由你们才得以保全自身的救命之恩。我很乐意询问那些为忒拜人辩护的人:他们究竟是说他们如今“是”盟友,还是说曾经“是过”盟友?如果说是,他们为何又劝说我们去结盟?如果说曾经是过,那么斯巴达人成为我们的盟友远比他们更早。其次,一方面宣称曾经是过,另一方面又仿佛盟约依旧有效似地高谈阔论,命令我们不可撕毁盟约,这同样毫无道理。事实上,你们已经废弃了盟约,这从那位宣告胜利的使者身上便可得知:在战后到来的那位使者,你们接待他的礼遇丝毫不比从前野蛮人派来的使者更尊贵。至于当时有多少人听闻消息后甚至为斯巴达人流泪哀恸,我虽然记忆犹新,却也不必多言。
τί ποτʼ οὖν τὸ αἴτιον; ἆράγε βάσκανοι καὶ πονηροὶ τοὺς τρόπους οὕτως ὑμεῖς ἐστὲ καὶ ὑπερβεβλήκατε πάντας ἀνθρώπους πονηρίᾳ καὶ κακίᾳ ὥστε τοῖς φίλοις ἂν ἀγαθόν τι πράξωσιν ἄχθεσθαι καὶ φθονεῖν; οὐκ ἔστι ταῦτα. χάριέν γε νὴ τὸν Δία καὶ τοῦτʼ αὐτὸ φάσκειν. οὐκ ἔστιν. ἀλλὰ τί; σύμφυτόν ἐστι τῇ πόλει ταύτῃ πάλαι τὸ παρὰ πᾶσιν εὐδοκιμοῦν, ὃ οὔτε εἰς Μεγαρέας διέβη τουτουσὶ πλησιοχώρους ὄντας οὔτε εἰς τοὺς δευτέρους τοὺς μεγίστους τῶν Ἑλλήνων τουτουσὶ τοὺς νῦν ἀθλίους Λακεδαιμονίους, ἀλλʼ ἐνταῦθα καὶ ἔφυ καὶ ἤκμασεν εὐθὺς ἐξ ἀρχῆς. τί οὖν ἐστι τοῦτο; ῥοπὴ πρὸς τοὺς ἀσθενεῖς καὶ ἔλεος τῶν ἀτυχούντων οὐ κενὸς, ἀλλὰ διαρκὴς εἰς σωτηρίαν. τοῦτο οὔτε μνησικακεῖν ἐᾷ τὴν πόλιν οὔτε ἐξετάζειν τίς ἐστιν ὁ δυστυχῶν, ἀλλʼ ἐπειδάν τινα αἴσθηται κακῶς πράττοντα, εὐθέως ἐπελάθετο ὧν αὐτὴ πέπονθε.2 διὸ καὶ πᾶσιν ἀνθρώποις ἱκανόν ἐστι πρὸς αὐτὴν ὥσπερ ἄλλο τι σύμβολον αὐτὸ τὸ σχῆμα τῆς ἀτυχίας. διὰ τοῦτο καὶ Θηβαίους προσήκατο καὶ Λακεδαιμονίους, ὅτε πρῶτον ἐπὶ τῶν Ἡρακλειδῶν ἔγνω δυστυχοῦντας, κατῴκτειρε. περὶ τοίνυν τῶν εὐεργεσιῶν, ἃς εἴποι τις ἂν ὡς ὑπῆρξαν εἰς ἡμᾶς οἱ Θηβαῖοι, τοῦτο μὲν οὐ συνεπιστρατεύσαντες Λακεδαιμονίοις ἐπὶ τὸν Πειραιᾶ, τοῦτο δὲ Θρασύβουλον δεξάμενοι, βλασφημήσω μὲν οὐδὲν, καὶ γὰρ ἂν μαινοίμην. καίτοι τινὸς ἤδη λέγοντος ἤκουσα ὡς ἄρα οὐχὶ τοῦ μὴ συνεπιστρατεῦσαι δεῖ χάριν αὐτοῖς ἔχειν μᾶλλον ἢ μέμφεσθαι,3 καὶ νὴ Δίʼ, ἐκεῖνός γʼ ἔφη, καὶ μισεῖν ἀντὶ τῆς αἰτίας, διʼ ἣν τοῦτʼ ἐποίησαν. ἔφασκε γὰρ αὐτοὺς ἀποτυχόντας τοῦ διαφθεῖραι τὴν πόλιν ἡμῶν ἀγανακτεῖν. ἐγὼ δὲ ταῦτα μὲν τοῖς ταῦτα βουλομένοις λέγειν παρίημι· αὐτὸς δὲ τί φημι; εἰ μὲν ἔν τινι κινδύνῳ καθεστηκότες ἦσαν οἱ Θηβαῖοι, δικαίως ταῦτʼ ἄν τις ἡμᾶς ἀνεμίμνησκεν, οὐκ ἀξιῶν συνεπιστρατεύειν ἐπὶ τὴν πόλιν αὐτῶν, ὥσπερ οὐδὲ ἐκεῖνοι πρότερον τοῖς αὐτοῖς τούτοις Λακεδαιμονίοις ἐπὶ τὴν ἡμετέραν, ὅτε φαύλως διέκειτο. ὑπὲρ
那么,原因究竟何在?难道你们的性情果真如此刻薄恶毒,在邪恶与卑劣上果真超越了全人类,以至于每逢朋友遭遇任何好事便心生怨恨与嫉妒?绝非如此。哪怕宣称这一点本身,以宙斯之名起誓,简直是可笑之极。绝非如此。那究竟是什么?正是这个城邦自古以来便生来具有的、备受万人称颂的品质;这一品质既未流传到邻近的这些麦加拉人身上,也未流传到希腊人中位列第二的强者——即如今可怜的斯巴达人身上,而是一开始便在此地生根并蓬勃发展。这究竟是什么?那就是倒向弱者的倾向,以及对不幸者的怜悯——并非空洞的同情,而是足以拯救彼等的切实怜悯。这种品质既不容许城邦怀恨在心,也不容许它去拷问不幸者究竟是谁;一旦察觉到有人遭遇不幸,它便会立即忘却自己曾经遭受过的一切。因此,对所有人而言,不幸本身的样貌就如同任何契信标志一般,在它面前便已足够。正因如此,城邦当年接纳了忒拜人,而在赫拉克勒斯后裔的时代最初得知斯巴达人陷入不幸时,同样对他们心生怜悯。至于有人可能声称忒拜人对我们所施予的恩惠——一方面是他们未曾与斯巴达人一同出兵攻打比雷埃夫斯,另一方面是接纳了色拉西布洛斯——我绝不会对此加以诋毁,否则我便是发了疯。然而,我早已听见有人说过,对于他们未曾一同出兵之事,我们非但不该感激,反而应当指责,以宙斯之名起誓,那人甚至说应当因他们做出此事的原由而憎恨他们;因为他声称,他们是因为未能彻底摧毁我们的城邦而心怀愤恨。但我把这些留给那些想这么说的人;我自己又怎么说呢?如果忒拜人正身处某种危险之中,有人正当地提醒我们这些恩情,认为我们不该一同出兵攻打他们的城邦,正如他们从前在我们城邦境况凄惨时未曾与这同一批斯巴达人一同攻打我们一样,那倒也合情合理。为了……
- 415πῶς γὰρ οὐκ ἄτοπον ἡμῶν καὶ τοὺς Θηβαίους ἐθελόντων, εἰ οἷόν τε, πεῖσαι, μὴ μόνον ἡμᾶς αὐτοὺς, ὡς οὐ χρὴ διαστῆναι, ἐὰν οἱ Θηβαῖοι καὶ μὴ βουλομένους ἐξάγωσιν ἡμᾶς, ἡμῖν ἡσυχάζειν παραινεῖν καὶ συμμάχους κρίνειν τοὺς ἀποφεύγοντας;
全句骨架是以 πῶς γὰρ οὐκ ἄτοπον (ἐστί) 为谓语,由不定式 παραινεῖν 与 κρίνειν 充当主语。开头的 ἡμῶν ... ἐθελόντων 是属格独立结构,表示让步或背景(“尽管我们希望……”)。不定式的逻辑主语承前指演说家们(τοὺς ῥήτορας),对格的 μὴ μόνον ἡμᾶς αὐτοὺς 与 καὶ τοὺς Θηβαίους 呼应并同作 πεῖσαι 的宾语,ὡς οὐ χρὴ διαστῆναι 引导 πεῖσαι 的内容从句(παραινεῖν 的对象则是与格的 ἡμῖν)。
- 416εὐθέως ἐπελάθετο ὧν αὐτὴ πέπονθε
动词 ἐπιλανθάνομαι(遗忘)通常支配属格。关系代词 ὧν 是关系词格同化(attraction)的典型现象:先行词 τούτων 省略后,本应在从句中作宾语对格的代词(ἃ πέπονθε)被主节动词所支配的属格同化为 ὧν。
- 416οὐχὶ τοῦ μὴ συνεπιστρατεῦσαι δεῖ χάριν αὐτοῖς ἔχειν μᾶλλον ἢ μέμφεσθαι
τοῦ μὴ συνεπιστρατεῦσαι 是带冠词不定式的属格,在此作原因属格(genitive of cause),同时作 χάριν ἔχειν(因……而感谢)和 μέμφεσθαι(因……而责备)的原因补足语,并与 μᾶλλον ἤ 构成比较句:“对于未曾一同出征一事,不仅不该感激,反而应当指责”。
