- 底本
- Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg033.humanitext-grc2:419-420
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在重申雅典压倒性的军事实力后,发言者阐述了斯巴达覆灭和忒拜崛起将带来的危害,并论证极度衰落的斯巴达日后绝无可能威胁雅典,从而主张出兵相救。
ἀναστήσοντα εἴχετέ πω, ἀλλʼ ἀφύλακτος καὶ γυμνὴ σχεδὸν ἡ πόλις ἦν· νῦν δὲ ὁρᾶτε μὲν δή που ναῦς ἐν τῷ Πειραιεῖ τοσαύτας ἀθρόας, ὁρᾶτε δὲ τὰ τείχη ταυτὶ καὶ τὴν ἄλλην ἅπασαν παρασκευὴν ᾗ πόλεμος ἐξηρτύσθαι βούλεται. τοσοῦτον δὲ ὑμῖν τὸ περιὸν ὥστε ἀμφοτέρους ὁμολογεῖν ὁποτέροις ἂν προσθῆσθε, ἐπὶ τούτους τὴν ῥοπὴν ἥξειν. οἶμαι τοίνυν μηδὲ ἐκεῖνο ἀργῶς μηδὲ ἀλόγως σκοπεῖν, ὅτι ἂν μὲν μὴ ἀνέλωσιν οἱ Θηβαῖοι παραπεσόντος καιροῦ τοὺς Λακεδαιμονίους, ἀλλʼ ἐπιεικεῖ τινι καὶ μετρίᾳ γνώμῃ μεταχειρίσωνται, Θηβαίους εὐδοκιμεῖν ἐστιν ἀνθʼ ἡμῶν. οὗ τί γένοιτʼ ἂν αἴσχιον; ἐὰν δʼ ἐξέλωσι καθάπαξ, οὐ φαῦλόν τι καὶ τὸ τυχὸν πάθος ἔσται τῇ Ἑλλάδι μὴ εἶναι Λακεδαιμονίους· ὄντος δὲ τούτου τοιούτου, τὸ δοκεῖν ἡμᾶς αἰτίους εἶναι προσέσται· ὃ πολὺ τοῦ προτέρου μεῖζον, εἰ οἷόν τε εἰπεῖν. οὐ τοίνυν οὐδʼ ὅπως φείσαιντʼ ἂν αὐτῶν ὄντες Θηβαῖοι καὶ ὁτιοῦν, ἐὰν καιροῦ λάβωνται, ἔχω προσδοκῆσαι. τὰ γὰρ περὶ ἡμῶν δόξαντα αὐτοῖς ὅταν ἐνθυμηθῶ καὶ τὴν ψῆφον ἐκείνην τὴν καλὴν καὶ πόθεν τὸ πρῶτον διέστησαν ἀπʼ αὐτῶν, πάλαι προτεθρηνῆσθαι δεῖν νομίζω Λακεδαιμονίους, εἰ παρὰ τοιοῦτον κίνδυνον ἔλθοιεν. καὶ γὰρ οὐδὲ ἐκεῖνο εἰκὸς περὶ οὗ μὲν ἕτεροι προειστήκεισαν πολέμου ταύτην ἐνεγκεῖν τὴν ψῆφον, οὗ δέ γε αὐτοὶ κύριοι καὶ προστάται γεγόνασι, τοῦτον, ἐὰν ἐπʼ αὐτοῖς γένηται, μετρίως καταθήσεσθαι,1 ἢ μικρόν τι διαθήσειν τοὺς ὁμοῦ τι καὶ διʼ αὐτοὺς μισοῦντας Λακεδαιμονίους καὶ διʼ ἡμᾶς, ὅτι ἡμῶν τότε ἐφείσαντο. οὐ γὰρ ἡμᾶς μᾶλλον ἐμίσουν διʼ ἐκείνους ἢ ʼκείνους νῦν καὶ ὑπὲρ αὐτῶν καὶ διʼ ἡμᾶς. οὐ τοίνυν οὐδὲ φοβηθῆναί μοι δοκεῖτε ἂν εἰκότως τοὺς Λακεδαιμονίους μὴ πράγματα ἡμῖν πάλιν παράσχωσιν, ἐὰν σωθῶσιν. εἰ γὰρ τὰ μέγιστα δοίημεν αὐτοὺς ἐλπίζειν, οὐ δή που τοῦ κρατῆσαί γʼ ἂν ἡμῶν μεῖζόν τι προσδοκήσειαν οὐδʼ εὔξαιντο. τοῦτο τοίνυν ἴσασιν ἀκριβῶς οὐδαμῶς αὐτοῖς πρότερον συνενεγκὸν, ἀλλʼ ὅτε καὶ τὴν κατὰ γῆν καὶ κατὰ θάλατταν ἡγεμονίαν παρέλαβον, τότε δὴ τὰ ἐξ ἀνθρώπων περιστάντα αὐτοὺς κακὰ, εἰς Κόρινθον, εἰς Βοιωτίαν, πάλιν εἰς Ἄργος, ἄνω κάτω διαθέοντας τὴν Ἑλλάδα καὶ φθειρομένους, μέχρι καὶ τοῦ Περσῶν βασιλέως αἰσχρῶς ἐδεήθησαν καὶ τὰ τελευταῖα μιᾷ μάχῃ πληγέντες κατηνέχθησαν. οἷς τοίνυν ὡς ἂν εὔξαιντο πρᾶξαι δῆλόν ἐστιν οὐ λυσιτελοῦν καὶ οἷς ἂν διὸ δεῖ πολεμεῖν ὑπάρξῃ βλάβος ἐστὶ καὶ κίνδυνος,2 τῷ ποτε ἐπαρθέντες οὗτοι τοιαύτῃ πραγμάτων ἀλογίᾳ δώσουσιν αὑτοὺς, ἢ περὶ τοῦ πολεμεῖν ἐθελήσουσιν, ὅταν περὶ νίκης μὴ συμφέρῃ; τί δʼ ἂν ἐλπίσαντες ζητοῖεν πάλιν παραλαμβάνειν τὰς πόλεις, ἃς δεδωκυίας ἑαυτὰς οὐκ ἠδυνήθησαν κατασχεῖν; οὔθʼ ἅρμα ἀναβαίνειν οἶμαι θαρρήσειεν ἄν τις τὸν κρημνὸν ὁρῶν, εἰδὼς ὡς οὐχ οἷός τέ ἐστι μένειν ἔποχος, οὔτε πραγμάτων τοσούτων ἐπιβαίνειν, ὧν ἐκπεσὼν εὐθὺς κείσεται. ὁ γὰρ μείζονα ἢ καθʼ αὑτὸν ὄγκον ἀναιρούμενος, κἂν παραχρῆμα ἐνέγκῃ ῥᾳδίως, μετὰ μικρὸν ἀπώλετο συσχεθείς. Λακεδαιμόνιοι δὲ κἀκεῖνο μέμνηνται, μεθʼ ὅσης παρασκευῆς καὶ μεθʼ ὅσης συντάξεως εἰς τὸν πρότερον πόλεμον κατέστησαν καὶ συμμάχους οὕστινας καὶ τὸ ἀξίωμα ὁποῖον ἔχοντες κατʼ ἐκείνους τοὺς χρόνους. καὶ οὐδὲ τοῦτο λέληθεν αὐτοὺς, ὅτι εἰ μὴ αὐτὴ περὶ αὑτὴν ἡ πόλις ἔπταισε, τοῦτο μὲν τὸν πρὸς Σικελιώτας ἐπεμβαλομένη πόλεμον, τοῦτο δὲ καὶ ἐν Αἰγὸς ποταμοῖς ἀμελείᾳ τῶν στρατηγῶν τὰς ναῦς ἀπολέσασα, οὐδʼ εἰ πάντας ἀνθρώπους παρέλαβον, πλέον οὐδʼ ὁτιοῦν ἂν αὐτοῖς ἐγένετο ἀλλʼ ἢ3 ἀπειπόντες ἐδέοντʼ ἂν ἡμῶν καταλῦσαι τὸν πόλεμον, ἢ τελευτῶντες κρατηθέντες ὑπήκουον ἄν. νυνὶ δὲ εἰς τί καὶ βλέψαντες τῶν πάντων τηλικοῦτον πρᾶγμα ἀνακινήσουσι; ποίαν ἀρχήν; τίνα ῥώμην; ποίας προσόδους; τίνα γενναῖον πολέμου πόρον; οὐκ ἔστιν οὐδέν. μὴ δὴ φαινώμεθα, ὦ Ἀθηναῖοι, δεδοικότες ἀνθρώπους ἱκέτας. αἰσχρὸν γὰρ ἐάν τις ἀκούσῃ τοῦτο πρῶτον, ὅτι Ἀθηναῖοι φοβοῦνται τοὺς σωθῆναι ζητοῦντας. ἀλλὰ μηδὲ ἐπὶ νοῦν ἄγωμεν μήτʼ αὐτοῖς τούτοις μήτʼ ἄλλῳ μηδενὶ τῶν Ἑλλήνων ὅτι ἀρχὴν4 ὑπόνοιάν τινα τοιαύτην περὶ αὐτῶν ἀξιοῦμεν ἔχειν. μηδαμῶς. ἀλλὰ τί καὶ οἴεσθε; οἱ Θηβαίοις οὐκ ἀνταρκέσαντες χωρὶς ἡμῶν τῷ
你们那时还没有能够重建它们的人,城邦几乎是不设防且赤裸无遮的;但如今,你们无疑亲眼目睹比雷埃夫斯聚集着如此众多的舰船,目睹这些城墙以及战争所需要装备的一切准备。你们所拥有的优势如此巨大,以至于双方都承认,无论你们倒向哪一方,决定性的天平就将偏向哪一方。 因此我认为,我绝非徒劳亦非无据地考虑着以下之点:倘若忒拜人在良机来临时不灭绝斯巴达人,而是以某种公允适度的意念处置他们,那么在世间享有声誉的便将是忒拜人而非我们——还有什么比这更可耻的吗?但假若他们将斯巴达人彻底铲除,那么斯巴达人的不复存在对希腊而言绝非寻常琐碎之灾;而在事态如此的情况下,我们更将被视为始作俑者——如果可以这样说的话,这比前一种情况要严重得多。况且,既然他们是忒拜人,我绝不指望他们一旦抓住机会还会对斯巴达人有丝毫留情。因为每当我回想起他们当初对我们所作的决议、那一记著名的投票,以及他们最初究竟因何与斯巴达人决裂时,我便认为,一旦斯巴达人面临如此险境,本就应当早就为之悲痛了。因为那些对由他人统帅的战争投下那般票决的人,绝不可能在自己成为战争的主宰者与统帅之时,若大权在握却会适度终结战争,也不可能轻饶斯巴达人——他们既因自身之故,又因当时斯巴达人赦免了我们而因我们之故而憎恨斯巴达人。因为他们当年因斯巴达人而对我们的憎恨,绝不超过如今既为他们自己又因我们而对斯巴达人的憎恨。依我看,你们也无合理理由去害怕斯巴达人获救之后会再次给我们制造麻烦。因为即便我们容许他们抱有最大的奢望,他们也绝不可能指望或祈求得到比制服我们更大的成就了。而他们深知,这一目标从前绝未给他们带来任何益处;恰恰是在他们夺得陆海霸权之时,源自人间的种种祸患便包围了他们,他们奔波于希腊各地,前往科林斯、前往玻俄提亚、又前往阿尔戈斯,耗损殆尽,以至于可耻地向波斯国王求援,最终在一场战役中遭受重创而一蹶不振。既然显而易见,即使实现其所祈求之事对他们也毫无裨益,且一旦达成作战之目的对他们而言便唯有危害与危险,那么他们究竟会受何驱使,而将自己投身于如此荒谬的事态中,或者在为胜利〔而战〕并无益处时,还会为了什么而想要作战呢?他们又能抱持何种希望,去谋求重新控制那些曾经自愿归附却未能保住的城邦呢?我想,目睹悬崖的人,深知自己无法稳坐车上,便既不敢登上战车,也不敢染指如此庞大之事——一旦跌落便将立刻粉身碎骨。因为承担超出自身体量之重担的人,即使一时能轻易承受,不久也必被压垮而亡。斯巴达人也同样记得,在从前的那场战争中,他们是以何等规模的准备和编制投入战局,在那个时代拥有何等盟友以及何等威望。 斯巴达人也绝未遗忘这一点:城邦若非因自身而跌倒——一方面卷入对西西里人的战争,另一方面在埃戈斯波塔米因将领疏忽而丧失舰队——那么哪怕他们联合了全人类,除了因筋疲力尽而恳求我们结束战争,或者最终被击败而屈服之外,他们也绝不可能多得丝毫利益。然而在现今,他们究竟能着眼于何物来挑起如此浩大的企图?何种霸权?何种力量?何种岁入?何等可靠的战争资财?一无所有。因此,雅典人啊,切莫让我们显得在畏惧前来的祈求者。因为若有人首先听到雅典人竟畏惧前来寻求救助之人,那将是极大的耻辱。更不要让这些人自己或任何其他希腊人心里以为,我们竟然认为根本值得对他们抱有此类猜忌。绝不能如此。然而你们究竟作何想法?那些在没有我们的情况下根本无法抵挡忒拜人的……
- 419περὶ οὗ μὲν ἕτεροι προειστήκεισαν πολέμου ταύτην ἐνεγκεῖν τὴν ψῆφον, οὗ δέ γε αὐτοὶ κύριοι καὶ προστάται γεγόνασι, τοῦτον, ἐὰν ἐπʼ αὐτοῖς γένηται, μετρίως καταθήσεσθαι
由无人称词 εἰκός (ἐστι) 支配的带不定式结构。在 περὶ οὗ μὲν ... πολέμου 中,先行词 πόλεμος 被卷入关系从句(即 περὶ τοῦ πολέμου οὗ...),与后半句中关系从句置于指示代词前的 οὗ δέ γε ... τοῦτον 构成对称。不定式 καταθήσεσθαι 的逻辑主语是投下那一票的人(忒拜人)。
- 420οἷς τοίνυν ὡς ἂν εὔξαιντο πρᾶξαι δῆλόν ἐστιν οὐ λυσιτελοῦν καὶ οἷς ἂν διὸ δεῖ πολεμεῖν ὑπάρξῃ βλάβος ἐστὶ καὶ κίνδυνος
与格关系代词 οἷς 包含其先行词,构成并列从句以修饰主句主语(οὗτοι),意为“对于……样的人而言”。第一个分句中,不定式短语 ὡς ἂν εὔξαιντο πρᾶξαι 作主语,οὐ λυσιτελοῦν 为表语;第二个分句中,διὸ δεῖ πολεμεῖν 作 ὑπάρξῃ 的主语,表述即使达到作战目的也唯有伤害与危险。
- 420πλέον οὐδʼ ὁτιοῦν ἂν αὐτοῖς ἐγένετο ἀλλʼ ἢ
在否定词(οὐδʼ ὁτιοῦν)之后接 ἀλλʼ ἤ 是表示“除……之外(别无……)”的固定惯用结构。它引出后续的两种与事实相反的假设结果(ἢ ἀπειπόντες ... ἢ τελευτῶντες ...),即除放弃认输或战败屈服外别无所得。
- 420ἀρχὴν
副词性宾格,在否定或近乎否定的语境中意为“根本”、“起初”,用于强调完全否定这一想法(即根本不应当对他们抱有任何此类猜忌)。
