← 阿里斯·台德斯

留克特拉演说一

§413-414

昔日结盟先例与派遣使者调停的提议

辩者援引昔日与仇敌忒拜结盟的先例,论证如今救助陷于困境的斯巴达才是真正的立场一贯,并提出折中方案:派遣使团告诫忒拜人罢兵,以和平方式调解冲突。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§413

μηδένα ὑπὲρ τῶν Θηβαίων ᾤμην ἐρεῖν, ἐχρησάμην ἂν ὅμως παραδείγμασιν αὐτοῖς ὑπὲρ τούτων.1 τίς γὰρ οὐκ οἶδεν ὅτι καὶ τότε τοὺς Θηβαίους φίλους καὶ συμμάχους ἐποιησάμεθα, ἐχθροὺς καὶ πολεμίους πάντα τὸν ἔμπροσθεν χρόνον ὄντας, καὶ οὐδὲν ἐκώλυσεν ἡμᾶς τὰ ὑπάρχοντα ἐναντιώματα συστῆναι καὶ συλλαβεῖν αὐτοῖς, ὅτε ταὐτὰ δίκαια λέγειν ἐδόκουν ἡμῖν; ὡς μὲν οὖν οὐδέν ἐστιν ἐμποδὼν ἡ τότε συμμαχία τῷ νῦν προσδέξασθαι Λακεδαιμονίους ἐκ τούτου δῆλον· ὅτι δʼ, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ κατʼ αὐτὴν ἐκείνην ἀναγκαῖόν ἐστι τοῖς Λακεδαιμονίοις ἐπαμῦναι καὶ τοῖς μάλιστα μεμνημένοις τῆς τότε σπουδῆς περὶ τοὺς Θηβαίους, τούτοις μάλιστα οὐκ ἔνεστιν ἄλλως ποιεῖν ἢ μετατάξασθαι, τοῦτο ἔτι τοῦ προτέρου φανερώτερον ἐπιδείξω. εἰ γάρ τις ἔροιθʼ ὑμᾶς, ὦ Ἀθηναῖοι, πόσα χρήματα ὑμῖν καταβαλόντες Θηβαῖοι τὴν συμμαχίαν εὕροντο, εὐφήμει, φαίητε ἂν, ἡμῖν Θηβαῖοι; πόθεν; ἢ τί; τίνες δʼ ἕτεροι; πῶς οὖν αὐτοὺς προσεδέξασθε; ἦσαν μὲν γὰρ οὐ φίλοι τὸ ἀρχαῖον· οὐδεμίαν εἰπεῖν ἂν ἔχοιθʼ ἑτέραν πρόφασιν πλὴν τὸν κίνδυνον καὶ τὴν χρείαν καὶ τὸ εἰ περιώφθησαν ὑφʼ ἡμῶν, ἐπὶ Λακεδαιμονίοις ἂν εὐθὺς αὐτοὺς εἶναι.2 εἰ μὲν τοίνυν ἰδία τις ὑπῆρχεν ὑμῖν πρὸς αὐτοὺς οἰκειότης, οὐδʼ οὕτω μὲν δή που δικαίως ἄν τις ἡμῖν ἐπετίμησε μὴ μέχρι παντὸς καὶ τῶν ἁμαρτημάτων κοινωνεῖν ἐθέλουσιν. ἀλλʼ ἴσως μεταβάλλεσθαι μὲν ἐδόξατʼ ἂν, εἰκότως δέ γε πλείω λόγον τῆς ἡμετέρας αὐτῶν δόξης ἢ τῆς ἐκείνων χάριτος ποιούμενοι. οὔσης δὲ ἧς εἶπον αἰτίας διʼ ἣν μετʼ αὐτῶν ἐγένεσθε τότε, ἐν μὲν τῷ καὶ νῦν συναγωνίζεσθαι τὸ δοκεῖν μεταβάλλεσθαι, ἐν δὲ τῷ τοὺς ἑτέρους ἀνθελέσθαι τὸ τοὺς αὐτοὺς ὄντας διατελεῖν φαίην ἂν ὑπάρχειν,3 ἐπειδήπερ μετειλήφασι τὴν ἀλλήλων τάξιν ἀμφότεροι. εἰ δέ τις φοβεῖσθαί φησι περὶ τῆς πόλεως μὴ δόξαν ἐμπληξίας ὄφλῃ, πρῶτον μὲν ὀψὲ δέδοικε· τί γὰρ οὐκ ἐλογίζετο ταῦτα ἐπὶ τῶν Θηβαίων πρότερον; ἔπειτα ταύτης μὲν ἀθῶος ἀφείσθω τῆς αἰτίας, ἐκεῖνο δέ γε πεισθήτω, παυσάσθω τὰ ἀδεᾶ δεδιὼς καὶ πέρα τοῦ καιροῦ σεμνὸς ὢν, πλὴν εἰ καὶ τοὺς κυβερνήτας ἐναντία ποιεῖν αὑτοῖς φήσει, καὶ μέμψεται ὅτι τὸν πλοῦν οὐχὶ τὸν ἐξ ἀρχῆς οὐδὲ τὸν εὐθὺν ἀεὶ ποιοῦνται, ἀλλʼ ἐπὶ θάτερα καὶ τὰ ἐναντία τῶν πρόσθεν διατελοῦσι κομιζόμενοι. ἄνθρωπε, ἀκολουθῶ τῇ χρείᾳ· τὸ δʼ αὐτὸ ποιῶ· μετὰ γὰρ τοῦ φέροντος ἀεὶ γίγνομαι, κατὰ καιρὸν τὴν αὐτὴν τέχνην καὶ τὸν αὐτὸν λογισμὸν ἔχων, ἄν τʼ ἐνθένδε ἐκεῖσε ἄν τʼ ἔμπαλιν κομίζωμαι. οὗτος ὁ τοῦ κυβερνήτου λόγος, οἶμαι, κἀμοὶ νῦν ἐστιν ὑπὲρ τῆς πόλεως αὐτὸς οὗτος ῥητέος. ἵνα δὲ εἰδῆτε ὅτι ἁπλῶς περὶ πάντων σκοποῦμαι καὶ οὐδὲν μιγνύω φιλονεικίας, ἐρῶ τι καὶ μεῖζον τούτων. εἰ σφόδρα τῆς συμμαχίας τῆς ἔμπροσθεν μεμνήμεθα, ὥσπερ δεῖ, καὶ μετατάττεσθαι νῦν κατοκνοῦμεν, τοῖς μὲν Θηβαίοις μὴ πολεμῶμεν, τοὺς μέντοι Λακεδαιμονίους μὴ παρίδωμεν—λέγω δὲ οὐκ αἴνιγμα—ἀλλὰ πέμπωμεν τοὺς προεροῦντας Θηβαίοις ἀπέχεσθαι Λακεδαιμονίων. κἂν μὲν ἀκούωσι ταῦτα καὶ πείθωνται, οὔτε πρὸς τούτους ὑπεναντίον ἡμῖν οὐδʼ ὁτιοῦν ἔσται πεπραγμένον οὔθʼ οἵδε ἀναιρήσονται διὰ τοῦτο, ἀλλʼ οἱ μὲν ὁμοίως μενοῦσι φίλοι, οἱ δὲ ὑπάρξουσι πρὸς ἐκείνοις, ἀμφότεροι δὲ εἴσονται χάριν, οἱ μὲν οὐδὲν πρᾶγμα σχόντες, οἱ δὲ σωθέντες διʼ ὑμῶν. ἀκούω δὲ καὶ πάλαι ποτὲ ὑπὲρ τὰ Μηδικὰ αὐτοὺς τούτους Θηβαίους διαλύσασθαι πρὸς ἡμᾶς, μελλούσης μὲν ἤδη τῆς μάχης ἔσεσθαι, Κορινθίων δὲ παρατυχόντων καὶ διαλλαξάντων ἀμφοτέρους. νῦν δὲ δή που δικαιότερον πείθοιντʼ ἂν ἡμῖν οἱ Θηβαῖοι, ὅταν πρεσβείας Λακεδαιμονίων καλούσης ἡμᾶς ἐπʼ αὐτοὺς, οὕτω προνοουμένους ὁρῶσι σφῶν ὥσθʼ ὅπως μηδὲν ἀναγκασθῶμεν κακὸν αὐτοὺς ἐργάσασθαι παρακαλεῖν καὶ λόγῳ πείθειν, ἀλλὰ μὴ τοῖς ὅπλοις βιάζεσθαι, παρὸν ἡμῖν.4 ἂν μὲν οὖν ὅπερ εἶπον πείθωνται, ταῦτα κράτιστα· ἂν δὲ μὴ προσέχωσι τὸν νοῦν, αὑτοῖς, οὐκέθʼ ἡμῖν μέμψονται. ἡμεῖς μὲν γὰρ καὶ μεμνημένοι τῆς συμμαχίας καὶ μὴ βουλόμενοι διαλύειν αὐτὴν φανούμεθα, ἐκεῖνοι δὲ οἱ τούτους τοὺς λογισμοὺς παρεορακότες καὶ οἱ μηδὲν φροντίζοντες, εἰ μεθʼ ὧν ἔμπροσθεν ἐτάττοντο, τούτοις νῦν ἐναντία θήσονται τὰ

……即便我认为没有人会为忒拜人辩护,我仍然会为了斯巴达人而将他们用作先例。因为谁不知道,当年我们也曾将忒拜人接纳为朋友与盟友,尽管他们在以往的一切岁月中都是我们的仇敌与对手;但当在我们看来他们是在主张相同的正义时,昔日的敌对关系完全没有阻止我们与他们携手联合并提供援助。由此可见,当年的结盟绝不妨碍我们如今接纳斯巴达人。然而,雅典的男士们,我还要比前文更加清楚地表明:正是依据那次结盟本身,救援斯巴达人亦属必然;而那些最铭记当年关照忒拜人的热忱之人,最不可能做出的选择便是拒绝转换阵营。因为,雅典人啊,如果有人问你们:“忒拜人付给你们多少钱财才换得了盟约?”你们定会回答:“住口!忒拜人付钱给我们?从何谈起?凭什么?抑或是别的什么人付了?”那么你们究竟是如何接纳他们的呢?毕竟他们自古以来并非朋友。除了危难、紧迫的需要,以及一旦被我们忽视他们便会立刻沦入斯巴达人之手这一事实之外,你们断然找不出任何其他借口。假若你们与他们之间原本存在某种私人的亲密交谊,即便如此,谁也不能因为我们不愿直到最后连罪过也一并参与而正当地责难我们。不过,那时你们或许看似变节,但看重我们自身的声誉甚于他们的好感,本就合情合理。既然当年你们与他们站在一起的原因正如我所说,那么我认为,在如今继续与他们并肩作战之中才存在着看似变节的表现,而在转而选择另一方之中,才体现着始终如一的本质,因为双方如今已经互换了彼此的处境。如果有人说他为城邦担忧,害怕城邦背上轻浮多变的恶名,那么首先,他的担忧来得太迟了;因为他从前在忒拜人的事情上为何不曾作此考虑?其次,即便免除他受此责难,他也至少应当明白这一点,停止去畏惧本不可惧之事,勿要在关键时刻摆出不合时宜的端庄姿态,除非他还要说舵手们的行为自相矛盾,并责怪他们为何没有自始至终沿着笔直的航线航行,反而在航行中不断转向相反的方位。“朋友啊,我是顺应需要行事;但我做的是同一件事。因为我始终随着载送我的风向而动,根据时机运用同一种技艺与同一种理智,无论我是从这里驶向那里,还是折返而行。”我认为,舵手的这番话,如今正该由我代表城邦亲自道出。 为了让你们知道我对一切问题都出于纯粹的考量,未掺杂任何争胜好强之心,我还要提出比这更为重要的主张。如果我们像应当做的那样深切铭记昔日的盟约,并且如今对转换阵营心存疑虑,那么就让我们既不对忒拜人开战,也绝不坐视斯巴达人不管——我说的并非谜语——而是派人预先告诫忒拜人,让他们住手不要侵犯斯巴达人。如果他们听从并服从这些告诫,我们既不曾对他们做过任何敌对之事,斯巴达人也不会因此遭到毁灭,反而前者将一如既往地作为朋友,后者亦将增添为新的朋友,双方都会心存感激:一方未遭任何祸患,另一方则蒙受你们的拯救。我还听闻,古时在希波战争之前,正当战斗即将爆发之际,恰逢科林斯人在场调解双方,这同一个忒拜便曾与我们达成和解。而如今,当斯巴达人的使节力邀我们出兵攻打他们时,忒拜人眼见我们对他们如此体贴周全,以至于在我们原本可以使用武力强加干涉的情况下,为了不被迫对他们造成任何伤害而选择以言辞劝勉和说服他们,他们理当更加正当地顺从我们。因此,如果他们如我所说表示顺从,那自然是最好不过;但若他们充耳不闻,他们应当责怪的是他们自己,而不再是我们。因为我们将表现为铭记盟约且不愿撕毁盟约之人,而他们则成了罔顾这些理智考量、丝毫不介意如今要与昔日并肩作战的战友兵戎相见的罪魁祸首……

语法注4 条
  1. 413ἐχρησάμην ἂν ὅμως παραδείγμασιν αὐτοῖς ὑπὲρ τούτων

    承接前一语段末尾 ὥστε 引导的结果从句中的非真实条件句主句(ἄν 搭配不定过去时直陈语气)。αὐτοῖς 指代前文的 τῶν Θηβαίων(“他们”),παραδείγμασιν 作 ἐχρησάμην 的表语性与格(“将他们用作先例”),而 ὑπὲρ τούτων 中的 τούτων 在语境中指代正寻求救援的斯巴达人。

  2. 413τὸ εἰ περιώφθησαν ὑφʼ ἡμῶν, ἐπὶ Λακεδαιμονίοις ἂν εὐθὺς αὐτοὺς εἶναι

    整个从句由中性定冠词 τό 名词化,与前文的 τὸν κίνδυνον 及 τὴν χρείαν 并列,作为 πρόφασιν 的同格补充说明。此处为反事实条件句的主句转入间接引语的结构:原本的直陈语气过去时+ἄν 转变为不定式 εἶναι+ἄν,带宾格主语 αὐτούς。

  3. 413ἐν μὲν τῷ καὶ νῦν συναγωνίζεσθαι τὸ δοκεῖν μεταβάλλεσθαι, ἐν δὲ τῷ τοὺς ἑτέρους ἀνθελέσθαι τὸ τοὺς αὐτοὺς ὄντας διατελεῖν φαίην ἂν ὑπάρχειν

    句子的核心骨架为主导动词短语 φαίην ἂν ὑπάρχειν(“我认为存在……”)。作为不定式 ὑπάρχειν 的主语,分别由 μέν 与 δέ 并列的名词化不定式短语 τὸ δοκεῖν μεταβάλλεσθαι 与 τὸ τοὺς αὐτοὺς ὄντας διατελεῖν 充当;介词短语 ἐν μὲν τῷ... 与 ἐν δὲ τῷ... 倒置提前以强化对称对比。

  4. 414παρὸν ἡμῖν

    非人称动词 πάρεστι(“有可能/可行”)的中性单数现在分词构成的绝对宾格(accusative absolute)。在此处作让步副词性修饰:“尽管我们完全有可能(以武力强迫他们)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg033.humanitext-grc2:413-414