← 阿里斯·台德斯

留克特拉演说一

§411-412

告诫适度复仇与救援斯巴达的必要性

演说者指出复仇须有限度,过度的惩处将构成新一轮的不义,因而坚决反对协助忒拜彻底毁灭遭受重创的斯巴达。他进一步驳斥了以《安塔尔基达斯和约》及昔日同盟为据的反对意见,力主雅典在当前危局中救援斯巴达。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§411

Λακεδαιμονίοις συγκαταδουλοῦν, συνανελεῖν τοὺς Λακεδαιμονίους τούτοις νῦν ὑπομεῖναι. πολὺ γὰρ δή που μᾶλλον, ὦ Ζεῦ καὶ θεοὶ, Θηβαίους ἀποστῆναι διʼ ἡμᾶς ἄξιον ἢ μετασχεῖν ἡμᾶς διʼ ἐκείνους τοιαύτης πράξεως. ἔστι γὰρ, ἔστι καὶ ἀμυνομένοις ἀμέτρως ἀδικεῖν·1 κἄν τις οἷς τὰς τιμωρίας ἀναπληροῖ πρὸς τἀδικήματα τούτοις ὑπερβῇ,2 δεύτερος ἄρχει πάλιν. οἷόν τι λέγω, ἦλθον ἐπὶ Θηβαίους Λακεδαιμόνιοι· καλῶς. οὐκοῦν καὶ δεδώκασι δίκην Θηβαίοις Λακεδαιμόνιοι. τοῦτʼ ἔχει τέλος ἡ μέμψις. ὅ τι δʼ ἂν μετὰ τοῦθʼ ὑπὸ τῶν Θηβαίων γίγνηται, δευτέρας ἀδικίας ὡς εἰπεῖν ἐστιν ἀρχὴ καὶ περίοδος. τοῦτο δʼ οὐκ ἐπὶ τῶν πόλεων μόνον ἐστὶν, ἀλλὰ καὶ τὰ τῶν ἰδιωτῶν ἅπαντα ὑπὸ τοῦτον τὸν λόγον ἔρχεται. τό τις ἢ τὸ ποιήσας ἐκολάσθη, λύσις ὡς εἰπεῖν αὕτη γέγονε τοῦ πονηρεύματος· ἐὰν δʼ ἅπαξ τιμωρησάμενος μετὰ ταῦτα ἐλαύνῃ καὶ φέρῃ τὸν δυστυχήσαντα, αὐτὸν ἤδη κολάζειν οἱ νόμοι προστάττουσι· δικαίως. τοῦτο γάρ ἐστιν ὑπὲρ τῆς φύσεως τοῦ παντὸς γένους ἡμῶν, εἶναί τι τοῖς ἁμαρτάνουσι μεθʼ ὃ δεῖ στῆναι τὴν τοῦ πεπονθότος ὀργήν. ἐπεὶ νῦν εἰπάτω μοί τις, ἐὰν τοῖς Θηβαίοις προσθώμεθα καὶ οἱ Λακεδαιμόνιοι πάλιν κρατηθῶσι καθάπαξ, τί τὸ κωλῦόν ἐστι πάλιν δίκην ἑτέραν ἥντινα λήψονται ζητεῖν τοὺς Θηβαίους, καὶ τοῦτʼ ἀπέραντον εἶναι μέχρι παντὸς διὰ τὸ πρῶτον ἔγκλημα; ἀλλὰ τί ταῦτα ἀκριβολογοῦμαι; εἰ γὰρ καὶ πάνδεινα πεποιήκασιν οἱ Λακεδαιμόνιοι καὶ πάσης μείζω τιμωρίας, ὁ καιρὸς αὐτοὺς, ὦ ἄνδρες Ἀθηναῖοι, παραιτεῖται καὶ τὸ μὴ καλῶς ἔχειν ὑμῖν συνεπιτίθεσθαι τοῖς αὐτῶν ἀτυχήμασιν. ὧν γὰρ πλείους μὲν ἢ χίλιοι τεθνᾶσιν,3 ἀφεστᾶσι δʼ οἱ σύμμαχοι, κεκόσμηται δὲ τοῖς ὅπλοις τὰ Θηβαίων ἱερὰ, αἱ δʼ ἐλπίδες εἰς ἡμᾶς μόνους ἀνήρτηνται, πῶς ἄξιον αὐτόχειρας τούτων γενέσθαι καὶ μὴ συνδιατηρῆσαι τὰς ὑπολοίπους ἀφορμάς; εἰ γὰρ καὶ αὐτοὶ πολεμοῦντες ἴδιον πόλεμον ταῦτʼ εἴργασθε αὐτοὺς, δικαίως ἄν μοι δοκοῖτε ἐνταῦθα στῆναι. τὸ δὲ Θηβαίοις συγκατεργάσασθαι τέλειον τὸν τῶν ἀντιπάλων ὄλεθρον πῶς οὐ φευκτὸν καὶ μέχρι ῥήματος; πρὸς ταῦτα τὴν εἰρήνην τὴν ἐπʼ Ἀνταλκίδου καὶ ὅ τί τις βούλεται προφερέτω. τοῦτο μὲν δὴ τὸ τῆς εἰρήνης καὶ πάντων πλείστου πρίαιντʼ ἂν Λακεδαιμόνιοι κατʼ αὐτῶν λέγεσθαι παρὰ τὴν νῦν χρείαν. ὅσῳ γὰρ ἂν μᾶλλον ἐκείνην μέμφησθε, τοσούτῳ προθυμότερον σωστέον αὐτούς ἐστιν ὑμῖν νυνί. γέγραπται γὰρ ἐν αὐτῇ δή που τοὺς τὴν Ἀσίαν αὐτὴν οἰκοῦντας Ἕλληνας ὅ τι ἂν βούληται βασιλεὺς ἐξεῖναι δρᾶσαι, τοὺς δὲ τοῦτο δυσχεραίνοντας τῆς νῦν πρεσβείας τῶν ἠτυχηκότων οὐκ ἔνεστιν ἀμελῆσαι. οὔτε γὰρ δήπουθεν ὅλως Λακεδαιμονίοις καὶ Ἀθηναίοις ἴσην δεῖν εἶναι πρόνοιαν τῶν Ἑλλήνων οὐδʼ ἂν εἷς εἴποι, βλέπων εἰ καὶ εἰς μηδὲν ἕτερον, ἀλλʼ εἰς αὐτὰς ταύτας τὰς πρὸς τὸν βασιλέα συνθήκας, ὧν αἱ μὲν ἐκείνων ἐκδότους πεποιήκασι τοὺς Ἕλληνας τοὺς ἐπὶ θαλάττῃ, αἱ δὲ ἡμέτεραι τῆς θαλάττης ἄνω κατέχουσι βασιλέα· οὔθʼ ὅμοιον εἰς ἀνάγκην κατακλεισθέντας καὶ εἰρήνης ἐπιθυμήσαντας συγχωρῆσαι ταῦτα καὶ εἰρήνης οὔσης ἐπιθυμίᾳ πολέμου παριδεῖν ἐθελοντὰς τὰ δίκαια. ὅπου δὲ καὶ γράψαι περὶ τῶν ἐν τῇ γῇ τῇ βασιλέως ἐξεῖναι τῷ βασιλεῖ πρᾶξαι ὅ τι ἂν βούληται βαρὺ καὶ δεινὸν, πῶς οὐ πολλῷ σχετλιώτερον αὐτοὺς συνεξεργάσασθαι τοὺς Ἕλληνας τοὺς ἐν τῇ Εὐρώπῃ Θηβαίοις; εἰ γὰρ Λακεδαιμονίοις πολέμῳ κατειργομένοις γράψαι τοὺς ἐν τῇ γῇ τῇ βασιλέως ὅ τι ἂν βούληται βασιλεὺς ἐξεῖναι ποιῆσαι κατηγορία καὶ ὄνειδος κέκριται, πῶς ὑμῖν γε ἀνεκτὸν Ἀθηναίοις οὖσι καὶ βουλῆς κυρίοις αὐτοχειρίᾳ τοὺς ἐν τῇ Εὐρώπῃ Θηβαίοις παραδοῦναι, καὶ ταῦτα Λακεδαιμονίους; οὓς εἰ μηδὲν ἄλλο, τὸ γοῦν ἀξίωμα ὅ ποτε ἔσχον παραιρεῖται.4 γένοιτο δʼ ἂν νῦν ὁ πλεῖστος ἴσως λόγος τοῖς ὑπὲρ τῶν Θηβαίων λέγουσιν ὡς ἤδη πρότερον συμμάχους αὐτοὺς ἐποιήσασθε, καὶ τῆς εἰς Ἁλίαρτον ἐξόδου καὶ τῆς ἐν Κορωνείᾳ μάχης ἀναμνήσουσιν ὑμᾶς. οὐκοῦν ἄτοπον, εἰ φίλους τοὺς τότε ἐχθροὺς καὶ πολεμίους τοὺς τότε συμμάχους ὁμοῦ ποιήσεσθε, φαῖεν ἄν. ἐγὼ δὲ τοσούτου δέω νομίζειν ἐναντιοῦσθαι τοῖς Λακεδαιμονίοις, ὥστʼ εἰ

我们当时若不愿遵从斯巴达人的意志去共同奴役败逃的忒拜人,如今却甘愿顺从忒拜人去共同消灭斯巴达人,这绝不合乎情理。宙斯啊,诸神啊,忒拜人为了我们而罢手止步,远比我们为了他们而参与此等暴行要正当得多。 因为事实上,报复若是过度,那同样是不义之举;若是有人越过了复仇与罪行相称的界限,他便再次成为了第二轮不义的始作俑者。例如我说:斯巴达人曾侵犯忒拜人,不错;斯巴达人也向忒拜人偿付了代价,那么怨仇至此便该终结。此后由忒拜人所做的一切,可以说是第二场不义的肇始与循环。而这不仅适用于城邦之间,私人的所有事务亦皆归于此理。某人做下了某事并受到了惩罚,这可以说就成了恶行的了结;但若有人在施加了一次惩罚之后,依然继续迫害并劫掠那落难之人,法律如今便命令惩处这复仇者本人,而且理当如此。因为让犯过者拥有一个受害者怒气必须止步的界限,乃是关乎我们全人类共同天性的利益。既然如此,现在请有人告诉我:如果我们倒向忒拜人,而斯巴达人再次被彻底征服,究竟有什么能阻止忒拜人借口最初的罪行,再次寻找另一重代价去索取,并使之永久无休止地延续下去?然而我何必如此字斟句较呢?因为即便斯巴达人做下了极其可怕、超越一切惩戒的恶行,雅典的男士们啊,眼下的危局,以及你们趁其厄运一道加以攻击并不光彩这一事实,都在为他们求情。他们战死了千人以上,盟邦皆已背离,忒拜的神殿布满了斯巴达的铠甲,他们的希望全系于我们一身,我们怎能沦为亲手毁灭他们的刽子手,而不协助保留他们仅存的复兴根基呢?即便你们自己为了本邦的战事而使他们遭受这般重创,在我看来,你们在此止步也是理所应当的;至于协同忒拜人去彻底毁灭其仇敌,这岂非连口头上都理应回避的吗?对此,尽可有人搬出《安塔尔基达斯和约》以及任何想说之辞。其实,关于和约之事,斯巴达人在当下的急难中,甚至愿付出高于一切的代价让人以此来指责他们。因为你们越是指责那项和约,如今就越应当热切地拯救他们。毕竟和约中规定波斯大王可以对其亚洲本土的希腊人随心所欲,而对此感到愤慨之人,断不能忽视不幸者如今派来的使团。因为绝不会有人说斯巴达人与雅典人对希腊人应当负有完全均等的关怀,只要看一眼——即便不看别的——这两份与波斯大王订立的条约便知:斯巴达的条约将海滨的希腊人拱手出卖,而我们的条约却将大王阻绝在远离海疆的内陆;再者,在迫不得已的绝境中渴望和平而被迫妥协,与在和平时期出于战争欲望而公然践踏正义,二者亦绝不可同日而语。倘若在条约中写明允许大王对大王领地内的人随心所欲已属沉痛可怖之事,那么协助忒拜人去彻底摧毁欧洲本土的希腊人,岂非更加惨绝人寰?因为,如果斯巴达人在战争逼迫下写明允许大王对其领地内的人随心所欲已被断定为罪状与耻辱,那么作为雅典人、作为自身决断主人的你们,亲手将欧洲的希腊人——而且是斯巴达人——出卖给忒拜人,又岂能容忍?他们即便没有别的,单凭昔日的尊严也足以成为免受毁灭的理由。 如今替忒拜人辩护的人或许会大谈你们先前早已与他们结盟,并提醒你们忆及出征哈利亚图斯与科罗内亚之战。他们可能会说:“因此,如果你们同时把当年的仇敌当作朋友,把当年的盟友当作敌人,岂非荒唐?”然而,我绝不认为应当与斯巴达人为敌,以至于……

语法注4 条
  1. 411ἔστι γὰρ, ἔστι καὶ ἀμυνομένοις ἀμέτρως ἀδικεῖν

    带前音节重音的 ἔστι 表示存在或可能性(“确实存在/可能”)。与格分词 ἀμυνομένοις 作为不定式 ἀδικεῖν 的逻辑主语(关涉与格),意为“即便对于复仇者而言,过度报复亦可能构成不义”。

  2. 411κἄν τις οἷς τὰς τιμωρίας ἀναπληροῖ πρὸς τἀδικήματα τούτοις ὑπερβῇ

    关系从句 οἷς ... ἀναπληροῖ 倒置于其先行词 τούτοις 之前。τούτοις 作动词 ὑπερβῇ 所要求的基准/度量与格,整句意为“如果有人越过了复仇补足罪责的限度”。

  3. 411ὧν γὰρ πλείους μὲν ἢ χίλιοι τεθνᾶσιν

    属格关系代词 ὧν 作为贯穿后文数个并列从句(如 πλείους μὲν ἢ χίλιοι、οἱ σύμμαχοι 等)的总体所属/部分属格,被前置于句首以统摄对斯巴达惨状的罗列。

  4. 412τὸ γοῦν ἀξίωμα ὅ ποτε ἔσχον παραιρεῖται

    动词 παραιρεῖται 以宾格代词 οὕς 为直接宾语。虽然 παραιρέω 通常作“夺去”解,但此处依修辞惯用法(常与 παραιτεῖται“代求/庇护”通用或作其变体),主语 τὸ ἀξίωμα(昔日威信)表示将他们从毁灭中“赎出、拯救”之意。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg033.humanitext-grc2:411-412