- 底本
- Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg033.humanitext-grc2:409-410
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者对比了伯罗奔尼撒战争结束时忒拜的狠毒决议与斯巴达的宽厚决定,论证由于忒拜在留克特拉战役后已越过正当复仇的界限而谋求霸权,雅典理应转而援助斯巴达以制衡局势。
τοὔνομα προσθεῖναι τῇ βλασφημίᾳ1—καίτοι ταῦτά γε οὐδʼ ὁ Πέρσης ἔγνω πρότερον περὶ ἡμῶν, ἀλλʼ ἀποχρῆν ᾤετο, ἐὰν τὸ κελευόμενον ποιεῖν ἐθέλοντας ἔχῃ—τὰ δʼ αὖ Λακεδαιμονίοις δόξαντα ταῦτʼ ὄντα,2 ἃ νῦν αὐτοῖς ἀξιοῦσιν ὑπάρξαι παρʼ ὑμῶν, τὴν αὑτῶν οἰκεῖν καὶ μηδὲν ἀνήκεστον παθεῖν. καὶ δῆτα ἔγωγε σκοπῶ πρὸς ἐμαυτὸν, εἰ τότε τοῖς Λακεδαιμονίοις συνέδοξεν ἅπερ τοῖς Θηβαίοις καὶ ὑπέστησαν τοῦτο τὸ ἔργον, καὶ μὴ θεῶν τις χεῖρα ὑπερέσχε τοῦ τοιούτου πράγματος, τί λοιπὸν ἦν ἐν μέσῳ ἢ ζητεῖν νῦν τοὺς Θηβαίους οὕστινας καλέσουσι κατὰ τούτων;3 καίτοι, δοθήτω γάρ μοι καὶ τοῦτʼ εἰπεῖν ἄνευ φιλονεικίας, Λακεδαιμονίοις μὲν, ἂν ἐπὶ πᾶσι δικαίοις σκοπῇ τις, συγγνώμης ἴσως μετὸν εὑρήσει καὶ τῶν ἐπὶ τοῦ πολέμου πραχθέντων καὶ εἴ τι ὕστερον ἠγνωμόνησαν. διὰ τί; ὅτι τοῖς μὲν ὑπὲρ ἀρχῆς καὶ ἡγεμονίας φιλονεικοῦσιν αὐτὸ τὸ σχῆμα τοῦ πολέμου δίδωσι παραίτησιν, ἐάν τι προαχθῶσι, τοῖς δὲ ὑπὲρ τοιαύτης μὲν οὐδεμιᾶς φιλοτιμίας, ἄλλως δὲ ἐγκειμένοις καὶ πλεονάζουσιν, ἃ οἱ Θηβαῖοι τότʼ ἐποίουν, πᾶς ὁστισοῦν ἂν νεμεσήσαι δικαίως ὅτι τὴν ἀγνωμοσύνην ἀπρόσωπον ἔχουσι καὶ φύσει πονηρῷ τρόπῳ χρῶνται. καὶ μὴν εἴ τις τούτων μὲν παρεληλυθέναι τὴν ἐξέτασιν ἡγεῖται, τὴν δὲ τοῦ νῦν παρόντος πολέμου πρόφασιν ἀκριβῶς ζητεῖ, ἀδικεῖν τοὺς Λακεδαιμονίους οἶδʼ ὅτι κρίνει καὶ μετὰ τῶν Θηβαίων γίγνεσθαι δεῖν οἴεται. ἐγὼ δʼ ὅτι μὲν Φοιβίδας ὁ ταῦτα πράξας ἦν καὶ οὐδὲν ἐπράχθη τούτων ἀπὸ τῆς κοινῆς γνώμης, ἀλλʼ αὐτῶν Θηβαίων οἷς οὐκ ἤρεσκε τὰ παρόντα καλούντων εἰσῆλθεν ὁ Φοιβίδας παριὼν καὶ κατέλαβε τὴν Καδμείαν οὔτε πάνυ τι πιστεύω οὔτʼ ἂν εἴποιμι· ἐξῆν γὰρ τοῖς οἴκοι δή που ταῦτα ἀκούσασι καλεῖν ὀπίσω, ζημιοῦν, ἐξάγειν, ἀγανακτοῦντας ὁρᾶσθαι, ὃ πολλοῦ δέουσι πεποιηκέναι.4 οὐ μὴν ἀλλʼ εἰ μὲν δίκην λαβεῖν βουλομένοις τοῖς Θηβαίοις ἐμποδὼν ἱστάμεθα, ἠδικοῦμεν ἂν ὡς ἀληθῶς καὶ οὐχ ἡμῶν ἐποιοῦμεν· ἐπεὶ δὲ ταύτην μὲν εἰλήφασι, τοῦ πρόσω δὲ γλίχονται, οὐχ ἡγοῦμαι δεῖν ἐπὶ τῇ τοῦ δικαίου προφάσει πρᾶγμα ἀδικώτατον αὐτοῖς συγχωρῆσαι, τήν τε Πελοπόννησον καὶ τοὺς ἄλλους Ἕλληνας καταδουλώσασθαι, τὸ γὰρ Λακεδαιμονίους ἀνελεῖν τοῦτο δύναται. εἰ μὲν οὖν πρὸ τῆς μάχης ἐπεπόμφεσαν ἀμφότεροι, βοηθεῖν ὁμοίως ὥσπερ νυνὶ δεόμενοι, τοῖς Θηβαίοις ἔγωγε συνεῖπον ἂν, οὐ βουλευσάμενος λέγω. διὰ τί; ὅτι τὴν μὲν Λακεδαιμονίων παράκλησιν συγκαταδουλοῦσθαι Θηβαίους ἂν ᾤμην εἶναι, τὴν δὲ Θηβαίων λαβεῖν τὰ δίκαια παρὰ Λακεδαιμονίων. τοῦτο δʼ ἐκείνου πολὺ κρείττω λόγον ἔχειν ἡγούμην ἄν. τηνικαῦτα δὲ ἀφιγμένης τῆς πρεσβείας, ἡνίχʼ ὃ ζητοῦσι προέχουσιν, οὐχ ὁρῶ τὸν τρόπον τῆς βοηθείας. ἀλλʼ ἔγωγε, καὶ μηδεὶς δυσχεράνῃ τὴν ἀτοπίαν, εἰ καὶ κατʼ ἀρχὰς πεμψάντων ἀμφοτέρων τοῖς Θηβαίοις συνεῖπον, ἔπειτα πάλιν μετὰ τὴν μάχην ἔπεμψαν ὥσπερ νῦν ἀμφότεροι, θαρρῶν ἐκέλευον ἂν ἀνταλλάττεσθαι. ὅτε μὲν γὰρ καθίστατο ὁ πόλεμος, τοῖς ἀδικουμένοις συλλαμβάνειν ἐκέλευον ἂν, ὅτε δʼ οὗ χάριν ἂν συνηράμεθα αὐτοῖς ἐξεπεπλήρωτο, δυοῖν θάτερον, ἢ πεπαῦσθαι δεῖν ἂν αὐτοὺς ᾤμην, ἢ πλεονάζοντας ὑφʼ ἡμῶν πάλιν κατέχεσθαι· καὶ ὅσῳ γε προθυμότερον πρότερον βεβοηθηκότες αὐτοῖς ἦμεν ἂν, τοσούτῳ μᾶλλον νῦν ἀντιστῆναί φημι δεῖν. ἐπειδὴ γὰρ τυχόντες τῶν δικαίων ὧν προΐσταντο σπουδάζειν οὐχὶ παύονται, πάρεισιν εἰς τὸ τῶν Λακεδαιμονίων ἔγκλημα αὐτοὶ διʼ ὁδοῦ δικαίας, καὶ μετελήλυθεν ἡ τοῦ πολέμου πρόφασις, διʼ ἣν ἐπʼ ἐκείνους τότʼ ἐλθεῖν ἔδει. οὐ γὰρ ὧν πεπόνθασιν ἀμύνονται, ἀλλʼ ἃ κατωρθώκασι μείζω ποιῆσαι ζητοῦσιν. οὐκοῦν ὃ μὲν εἶχον δίκαιον, ἐξήκει καθὸ τῆς βοηθείας ἂν ἔτυχον, τὸ παρὸν δὲ ἀδίκου τάξιν ἔχον γιγνώσκεται. διὸ κωλύοιντʼ ἂν ὑφʼ ἡμῶν δικαίως. ἔπειτα οὐδʼ εὔλογον φυγόντας ἂν τότε τοὺς Θηβαίους τοῖς
我甚至不愿为这等暴行冠上确切的名号——然而,即便是波斯大王从前也未曾对我们抱有这般企图,而只认为只要我们甘愿遵奉号令便已足够——相反,斯巴达人所赞同的,恰恰正是他们如今请求从你们这里获得的待遇:保有自己的土地,不受任何无可挽回的毁灭之灾。实际上,我私下反思:如果当时斯巴达人赞同了忒拜人的决议并承担了此等罪行,而且假若没有某位神明在这般大祸临头之际伸出庇护之手,那么如今忒拜人除了四处奔走探寻究竟能召唤谁来对付斯巴达人之外,他们还能剩下什么余地呢? 然而——且容我毫无好胜偏私地陈述此点——若有人本着完全公正的态度进行考察,就会发现斯巴达人无论是在战争期间的所作所为,还是在此后的横暴之举,或许都享有获得宽恕的余地。这是为什么呢?因为对于争夺霸权与领袖地位的人而言,战争本身的性质就为他们行事的过火提供了一层辩解;但对于那些毫无此等抱负、纯粹出于恶意而步步进逼、贪得无厌的人——这正是忒拜人当年的行径——任何人都理当对他们感到义愤,因为他们的残忍毫无掩饰的假面,并且体现了一种生性卑劣的作风。再者,假如有谁认为对这些往事的审查已经过时,而只精确探究当前这场战争的起因,我知道他必定会判定斯巴达人理亏,并认为理当站在忒拜人一边。 至于有人声称这纯系福比达斯个人所为,绝非出于斯巴达的共同决议,而是不满现状的忒拜人自己引狼入室,福比达斯只是途经此地顺手占领了卡德墨亚,对此我既不完全相信,也不会以此作辩解;因为本国的斯巴达人闻讯之后,原本完全有能力将他召回、施加惩处、撤出驻军,并表现出愤慨之情,而这些他们全然未做。然而,即使如此,假如我们阻碍意在讨回公道的忒拜人,我们确实是在行不义之事,且有失我们本邦的体统;可是,既然他们已经讨回了公道,却仍贪得无厌地企图更进一步,我认为我们绝不能在正义的幌子下容许他们犯下极端不义的罪行,去奴役伯罗奔尼撒及其他希腊人——因为彻底消灭斯巴达人就等同于这一后果。因此,如果在这场战役之前双方都派来使节,像现在一样同等地请求援助,我毫不犹豫地说,我当时一定会主张援助忒拜人。为什么呢?因为我认为斯巴达人的号召乃是邀我们协助奴役忒拜人,而忒拜人的请求则是向斯巴达人讨回正当权益;我认为后者的理由远比前者充分得多。但是,使团到来的时刻既然是在他们已经确立了所谋求的优势之后,我就看不出有何伸出援手的方式了。相反,我自己——请大家切勿对这一看似反常的主张感到不快——假使最初双方派遣使节时我曾建议协助忒拜人,而战后双方又如今日一般再度遣使,我也会毫不迟疑地主张调转立场。因为战争爆发之时,我会主张支援受冤屈的一方;但当我们为之助战的目的已经彻底达成之时,我认为二者必居其一:要么他们应当就此罢手,要么倘若他们得寸进尺,就必须再次受到我们的遏制。而且,我们先前支援他们越是热切,如今我就主张越应当坚决抵制他们。因为,既然他们在获得了自己所倡导的正义诉求之后依然不肯罢手,他们自身就通过合乎法理的途径步入了斯巴达人曾遭指控的罪名之中,而当初理应让我们去讨伐斯巴达人的战争借口,如今已经转移到了忒拜人身上。因为他们不再是为了自身所受的苦难而自卫反击,而是妄图将既得的战果无限扩大。因此,他们曾经拥有的正义,在他们本可获得援助的那一点上便已告终结,其当下的态势已被认定为属于不义之列。所以,他们理当受到我们的制止。再者,即便当时忒拜人败逃,也绝不合乎情理……
- 409τοὔνομα προσθεῖναι τῇ βλασφημίᾳ
接续前一段落末尾动词 φεύγω(避忌/畏缩)的不定式短语。名词 βλασφημία 指忒拜人当年企图彻底毁灭雅典的暴虐决议,说话者表示自己甚至忌讳为此等暴行冠上确切的名号或付诸言辞。
- 409τὰ δʼ αὖ Λακεδαιμονίοις δόξαντα ταῦτʼ ὄντα
与前一段落中的 εὑρήσομεν γὰρ τὰ μὲν Θηβαίοις δόξαντα... 相呼应的句式。分词 ὄντα 继续充当动词 εὑρήσομεν 的补足成分,构成明晰的对比:“我们将发现,另一方面斯巴达人的决议乃是如此这般……”
- 409τί λοιπὸν ἦν ἐν μέσῳ ἢ ζητεῖν νῦν τοὺς Θηβαίους οὕστινας καλέσουσι κατὰ τούτων;
过去非真实条件从句(εἰ τότε τοῖς Λακεδαιμονίοις συνέδοξεν... καὶ μὴ θεῶν τις χεῖρα ὑπερέσχε)的主句。因表示必然、可能或剩余的表达(如 λοιπὸν ἦν)在非真实条件句中按惯例可省略语气小词 ἄν,故直接使用未完成过去时 ἦν。在语境中引出了反讽性的推论:若雅典当时被灭,忒拜今天在面对斯巴达时将无任何人可求救。
- 409ὃ πολλοῦ δέουσι πεποιηκέναι
关系代词 ὅ 先行词为前面列举的四个不定式动作(召回、惩处、撤军、示愤)所代表的斯巴达官方纠偏举措。此处采用了 πολλοῦ δεῖ(远未……)的人称结构(πολλοῦ δέουσι + 完成时不定式 πεποιηκέναι),意为“他们完全未曾做出这等事”。
