- 底本
- Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg033.humanitext-grc2:407-408
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者指出,自己毫无先入之见,纯粹出于均势考量,主张雅典必须援助受挫的斯巴达以遏制忒拜坐大并使两者相互牵制,力劝雅典人切勿因本能的同情心或片面的战争罪责论而忽视战略现实。
οὕτως ἔχων, ὦ Ἀθηναῖοι, γνώμης ἀνέστηκα, ὡς εἰ μὴ λίαν εὔηθες εἰπεῖν ἦν, ἐγγὺς ἂν εἶναι τοῦ ζητεῖν ἔτι φῆσαι ποτέροις προσθῶμαι,1 κἂν εἴ τις ἀναστὰς μικρὸν ὕστερον ἐξελέγξειε διαφεύγοντάς με τοὺς λογισμοὺς καὶ δείξειεν αὐτός τι βέλτιον, πρῶτος αὐτῷ πείθεσθαι· τοσοῦτον εὐνοίας οὐδὲ πρὸς ἑτέρους ἄνωθεν προϋπάρχον ἐστί μοι. ἃ δὲ καὶ θαρρούντως ἀνεστάναι με καὶ ἐμαυτὸν ἤδη [πεπεικέναι] πρὸς τοὺς ἑτέρους ἀποκλῖναι πεποίηκε, ταῦθʼ ὑπειπὼν καὶ τὸ ποτέρους ὁμοῦ σημανῶ, τό γε τῆς γνώμης, ἣν ἔχω περὶ τούτων, κεφάλαιον εἰς μέσον θεὶς πρῶτον ἀμφοῖν. ἐγὼ δὴ βούλομαι Θηβαίους μὲν ὑμῖν ἐπὶ Λακεδαιμονίους ὑπάρχειν, Λακεδαιμονίους δʼ ἐπὶ Θηβαίους πάλιν, καὶ μηδετέρους πράττειν εὐτυχέστερον ἢ τῇ πόλει συμφέρει. εἰ μὲν οὖν ἐν ἴσῳ καθειστήκεσαν καὶ περὶ τῶν αὐτῶν ἦν ὁ λόγος ἀμφοτέροις, οὐδὲν ἂν ᾤμην εἶναι πρᾶγμα· ῥοπῆς δὲ τοσαύτης ἐπὶ τοὺς Θηβαίους γεγονυίας τῶν μὲν τὴν ἀσθένειαν, τῶν δὲ τὴν δύναμιν φοβοῦμαι. εἰ μὲν οὖν ἄλλο μέν τι ποιοῦντας ἐκείνην ἐπανορθοῦν, ἄλλο δὲ ταύτην καταλύειν ἔδει, πρῶτον μὲν διπλᾶ πράγματα ἂν εἴχομεν, ἔπειτα δὲ ἑκάτερον κατὰ καιρὸν ἔδει τὸν αὑτοῦ ποιεῖν· συμπεπτωκότων δὲ εἰς ταυτὸν ἀμφοῖν χρήσασθαι τῇ τοῦ καιροῦ συνόδῳ δοκεῖ μοι καὶ τοσοῦτον ἐκείνοις εἰσενεγκεῖν, ὅσονπερ τούτων ἀφελεῖν συμφέρει. ἡγοῦμαι γὰρ ἐξισωθέντας μὲν αὐτοὺς ὑφʼ ἡμῶν τοῖς πρὸς αὑτοὺς πράγμασι συνέξεσθαι, ἀναιρεθέντων δὲ τῶν ἑτέρων πρὸς ἡμᾶς ἤδη τὸν λόγον τοῖς κρατήσασιν ἔσεσθαι. ἐκ δὲ τούτων ἀποφαίνω τῶν λογισμῶν ὅ τις ἂν δόξειεν ἄτοπον, τοῦτο συμβησόμενον,2 ἐκποδὼν μὲν ἡμᾶς ἀμφοτέροις γενομένους κινδυνεύσειν πρὸς τοὺς ἑτέρους, βοηθήσοντας δὲ τοῖς ἐλάττοσιν ἐκ μέσου τὸ λοιπὸν ἀμφοῖν ἑστήξειν. ἃ μὲν οὖν λογιζόμενος πέπαυμαι μέσος ὢν καὶ διʼ ἃ τοὺς Λακεδαιμονίους ᾕρημαι, ταῦτʼ ἐστί· τὸ δʼ ὑμέτερον πρόχειρον εἰς φιλανθρωπίαν καὶ τὸ φθάνειν τοὺς ἀτυχοῦντας οἰκτείροντας ἢ ʼκείνους δεομένους, τάχʼ ἂν οὐκ ἐάσειε ταῦτʼ ἀκριβῶς ἐξετασθῆναι. σύνοιδα γὰρ ὑμῖν καὶ ὅτε πρῶτον ὁ κήρυξ ἦλθε τὴν μάχην ἀγγέλλων, ὃν ἐστεφανωμένον ὡς ὑμᾶς ἔπεμψαν οἱ Θηβαῖοι, πρὸς ἀηδίαν καὶ λύπην ἀκούσασι καὶ οὕτω πόρρω τοῦ συνησθῆναι γενομένοις, ὥστε μήτε εἰς τὸ πρυτανεῖον καλέσαι μήτʼ ἄλλο μηδὲν φιλάνθρωπον ἐνδείξασθαι. οὕτως ὁ παλαιὸς λόγος ἔστʼ ἀληθὴς ὅτι τοῖς καθʼ ἑκάστους ἀτυχοῦσι κοινὴ πᾶσιν ὕπεστιν εὐτυχία τὸ τῆς πόλεως ταύτης ἦθος ὑφʼ οὗ σώζονται. ἀλλὰ μὴν τόν γʼ ἀναμνήσοντα ἂν ὑμᾶς τῶν ἐπὶ τοῦ Δεκελεικοῦ πολέμου πεπραγμένων τοῖς Λακεδαιμονίοις τίνες αὐτοῖς ἐκοινώνουν ἐρήσομαι· οἶμαι μὲν οὐ Σάμιοι, ἀλλʼ οἷς ὡς ἀναμαρτήτοις βοηθεῖν ἀξιώσει. εἰ μὲν οὖν καιρῷ τινι καὶ φιλανθρωπίᾳ ταῦτα δεδόσθαι δεῖ, κοινὴν ἀμφοῖν δίκαιον ὑπάρχειν τὴν λήθην, οὐ τοῖς μὲν καὶ ἐξ ἀρχῆς ὑπʼ ἐκείνων ἀναπεισθεῖσι καὶ καταλῦσαι μεταξὺ σπουδάσασι, κᾆτα κωλυθεῖσι μνησικακεῖν, τοῖς δὲ διὰ τέλους ἀγνώμοσι παρεικέναι χρὴ τὴν μέμψιν·3 εἰ δʼ ἀμφοτέροις ἐγκαλεῖν χρὴ, ὡς ἔγωγε μὰ τοὺς θεοὺς οὐκέτʼ ἂν ἀξιοίην, εἰ μή τις ἔχοι με πεῖσαι, τί δεῖ ταῦτα κατηγορεῖν ὧν ἀποκρῖναι τοὺς ἑτέρους οὐκ ἔστιν; ἁπάντων γὰρ τῶν ὡς ὁ μάλιστʼ ἂν ἐξετάζων εἴποι χειρίστων οἵδε αὐτοῖς ἐκοινώνουν. καὶ μὴν εἴ τινα καὶ ἐκλέξαντα εἰπεῖν δεῖ παρέντα τὰ τοῦ πολέμου κοινὰ, σκοπῶμεν τὰ μετὰ ταῦτα πραχθέντα καὶ βουλευθέντα ἑκατέροις. εὑρήσομεν γὰρ τὰ μὲν Θηβαίοις δόξαντα, ἀναίρεσιν τῆς πόλεως ἡμῶν καὶ ἀνδραποδισμὸν καὶ μηδένα μηδαμοῦ λοιπὸν εἶναι· φεύγω
雅典人啊,我怀着这样的心境站在这里:若非这话说出来未免显得过于天真幼稚,我简直想说,我几乎还在权衡究竟应当依附哪一方;而且,假如有谁随后站起来,指出我的算计有所遗漏并提出更好的方案,我定会第一个服从于他。因为在从前的交情上,我对任何一方都毫无预先的偏向。然而,究竟是什么使我充满自信地站起来,并使我下定决心倾向于其中一方,在说明这些理由并先将我对两者的根本方针公诸于众之后,我自会同时挑明究竟是哪一方。 我切望的是:让忒拜人为你们留存以牵制斯巴达人,反过来又让斯巴达人牵制忒拜人,绝不让任何一方的发展超出符合本邦利益的繁荣界限。如果两方力量均等,两者的处境相同,我认为根本不会成其为问题;然而,如今秤砣发生如此巨大的倾斜偏向了忒拜人,我既畏惧一方的衰弱,又畏惧另一方的强大。如果我们必须通过一种行动去扶持前者,又通过另一种行动去压制后者,首先我们将陷入双重繁难之中,其次我们必须在各自适宜的时机分别行事;但是,既然这两件事在同一个关口交汇,我认为就应当把握这一时机的聚拢,向衰弱者提供援助的分量,恰好等同于从强盛者那里削弱其力量所符合我们利益的分量。 因为我认为,只要他们被我们恢复至势均力敌,他们就会受困于相互之间的纷争;但如果其中一方被彻底消灭,战胜者随即就会将矛头对准我们。根据这些算计,我指明了一个可能看似反常、实则必然发生的结果:如果我们置身于两者之外,我们将对其中一方陷入险境;但如果我们援助弱小的一方,今后我们反倒能跳出两者之间而安然立足。 正是由于这些考量,我不再保持中立,并且选择站在斯巴达人一边。然而,你们那随时准备施予的仁善之心,以及在不幸者哀求之前便抢先予以同情的习惯,或许不会允许人们对此进行精确的权衡。我深知,当初报道那场战役的信使初来之时——那个头戴花冠被忒拜人派到你们这里的信使——你们是以厌恶和悲痛的心情听取消息的,你们不仅远未与他们同欢共庆,甚至既没有邀请他进入市政厅用餐,也没有展示任何仁厚之举。正如古老的名言所言属实:对每一个遭遇个别不幸的人来说,这座城邦的品性乃是普遍潜在于所有人之下的幸运,正是仰赖它,他们才得以保全。 然而,对于那个打算向你们重提斯巴达人在德凯勒亚战争中所作所为的人,我要问他:究竟是谁与他们同流合污?我想绝不是萨摩斯人,而正是他如今主张仿佛全无罪过而理当援助的那群人。如果这些过往必须出于某种特定时势与仁慈而予以宽恕,那么遗忘就理当平等地适用于双方;绝不应当对那些起初受其唆使、中途力图媾和却遭到阻碍的人耿耿于怀,反倒对自始至终冷酷不近情理的人放弃谴责。而如果必须同时归罪于双方——凭诸神起誓,除非有人能说服我,否则我自己决不会再认为应当如此——那么,为什么偏偏要指控那些另一方同样无法脱去干系的事情呢?因为凡是审查最为严苛之人所能列举出的最恶劣之行径,这帮人无不参与其中,与他们共谋。 再者,如果不谈战争期间共同的罪责,而必须有所挑选来专门陈说,那么就让我们来看看此后双方的所作所为与谋划吧。因为我们将发现,忒拜人当时所通过的决议,乃是将我们的城邦彻底毁灭、居民尽数沦为奴隶,使任何地方都不再留下任何一人。我回避……
- 407ὡς εἰ μὴ λίαν εὔηθες εἰπεῖν ἦν, ἐγγὺς ἂν εἶναι τοῦ ζητεῖν ἔτι φῆσαι ποτέροις προσθῶμαι
在引导结果或样态的 ὡς 支配下,与事实相反的虚拟语气主句在间接引语中转化为带 ἄν 的不定式(ἐγγὺς ἂν εἶναι),与过去直陈式条件从句(εἰ μὴ... ἦν)相呼应。ἐγγὺς 支配属格带冠词不定式 τοῦ ... φῆσαι,φῆσαι 则以不定式 ζητεῖν ἔτι 为宾语,间接疑问从句中的 ποτέροις προσθῶμαι 则保留了原句的商量性虚拟语气(deliberative subjunctive)。
- 407ἐκ δὲ τούτων ἀποφαίνω τῶν λογισμῶν ὅ τις ἂν δόξειεν ἄτοπον, τοῦτο συμβησόμενον
提法先置(prolepsis)构文:关系从句 ὅ τις ἂν δόξειεν ἄτοπον(“凡人可能视为反常者”)置于其先行词代词 τοῦτο 之前。动词 ἀποφαίνω 支配宾格分词结构 τοῦτο συμβησόμενον(“此事必将发生”),后文的两个不定式短语(κινδυνεύσειν 与 ἑστήξειν)作同位语进一步具体阐释其内容。
- 408οὐ τοῖς μὲν καὶ ἐξ ἀρχῆς ὑπʼ ἐκείνων ἀναπεισθεῖσι καὶ καταλῦσαι μεταξὺ σπουδάσασι, κᾆτα κωλυθεῖσι μνησικακεῖν, τοῖς δὲ διὰ τέλους ἀγνώμοσι παρεικέναι χρὴ τὴν μέμψιν
由 μέν... δέ 构成的并列对比结构,整体受句首否定词 οὐ 与后半句显式出现的非人称动词 χρή(οὐ ... χρή)统辖:两个不定式短语 τοῖς μὲν... μνησικακεῖν 与 τοῖς δὲ... παρεικέναι τὴν μέμψιν 均处于同一否定范围之内(“不应当对前者耿耿于怀,却对后者免除谴责”)。
