- 底本
- Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg014.humanitext-grc2:225-226
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者赞美全境城邦盛装繁荣、共享节日与和平,并因驿道修筑而化为安全共通的祖国。文中将罗马普遍法律与秩序对昔日野蛮混乱的荡平,比作宙斯登基后宇宙秩序的建立。
καὶ ἡδίστη αὐτὴ ἑκάστη φανεῖται. πάντα δὲ μεστὰ γυμνασίων, κρηνῶν, προπυλαίων, νεῶν, δημιουργιῶν, διδασκάλων, ἐπιστημόνως τε ἔξεστιν εἰπεῖν οἷον πεπονηκυῖαν ἐξ ἀρχῆς ἀνακεκομίσθαι τὴν οἰκουμένην. δωρεαὶ δʼ οὔποτε λείπουσιν εἰς ταύτας παρʼ ὑμῶν ἰοῦσαι, οὐδʼ ἔστιν εὑρεῖν τοὺς μειζόνων τετυχηκότας διὰ τὴν ὁμοίαν εἰς ἅπαντας ὑμῶν φιλανθρωπίαν. πόλεις τε οὖν δή που λάμπουσιν αἴγλῃ καὶ χάριτι καὶ ἡ γῆ πᾶσα οἷον παράδεισος ἐγκεκόσμηται. καπνοὶ δʼ ἐκ πεδίων καὶ φρυκτοὶ φίλιοι καὶ πολέμιοι, οἷον πνεύματος ἐκριπίσαντος, φροῦδοι γῆς ἐπέκεινα καὶ θαλάττης· ἀντεισῆκται δὲ θέας πᾶσα χάρις καὶ ἀγώνων ἄπειρος ἀριθμός. ὥστε ὅλον πῦρ ἱερὸν καὶ ἄσβεστον οὐ διαλείπει τὸ πανηγυρίζειν,1 ἀλλὰ περίεισιν ἄλλοτε εἰς ἄλλους, ἀεὶ δὲ ἔστι που, πάντες γὰρ ἀξίως τούτου πεπράγασιν. ὥστε μόνους ἄξιον εἶναι κατοικτεῖραι τοὺς ἔξω τῆς ὑμετέρας, εἴ τινές που εἰσὶν ἄρα, ἡγεμονίας, οἵων ἀγαθῶν στέρονται. καὶ μὴν τό γε ὑπὸ πάντων λεγόμενον, ὅτι γῆ πάντων μήτηρ καὶ πατρὶς κοινὴ πάντων, ἄριστα ὑμεῖς ἀπεδείξατε. νῦν γοῦν ἔξεστι καὶ Ἕλληνι καὶ βαρβάρῳ καὶ τὰ αὑτοῦ κομίζοντι καὶ χωρὶς τῶν αὑτοῦ βαδίζειν ὅποι βούλεται ῥᾳδίως, ἀτεχνῶς ὡς ἐκ πατρίδος εἰς πατρίδα ἰόντι· καὶ οὔτε Πύλαι Κιλίκιοι φόβον παρέχουσιν οὔτε στεναὶ καὶ ψαμμώδεις διʼ Ἀράβων ἐπʼ Αἴγυπτον πάροδοι, οὐκ ὄρη δύσβατα, οὐ ποταμῶν ἄπειρα μεγέθη, οὐ γένη βαρβάρων ἄμικτα, ἀλλʼ εἰς ἀσφάλειαν ἐξαρκεῖ Ῥωμαῖον εἶναι, μᾶλλον δὲ ἕνα τῶν ὑφʼ ὑμῖν. καὶ τὸ Ὁμήρῳ λεχθὲν γαῖα δʼ ἔτι ξυνὴ πάντων ὑμεῖς ἔργῳ ἐποιήσατε, καταμετρήσαντες μὲν πᾶσαν τὴν οἰκουμένην, ζεύξαντες δὲ παντοδαπαῖς γεφύραις ποταμοὺς, καὶ ὄρη κόψαντες ἱππήλατον γῆν εἶναι, σταθμοῖς τε τὰ ἔρημα ἀναπλήσαντες, καὶ διαίτῃ καὶ τάξει πάντα ἡμερώσαντες. ὥστʼ ἔγωγε τὸν νομιζόμενον πρὸ Τριπτολέμου βίον τοῦτον εἶναι τὸν πρὸ ὑμῶν ἐπινοῶ, σκληρόν τινα καὶ ἄγροικον καὶ ὀρείου διαίτης ὀλίγον ἀποκεχωρηκότα, ἀλλʼ ἄρξαι μὲν τοῦ ἡμέρου τε καὶ τοῦ νῦν τὴν Ἀθηναίων πόλιν, βεβαιωθῆναι δὲ καὶ τοῦτον ὑφʼ ὑμῶν δευτέρων, φασὶν, ἀμεινόνων.2 οὐδέ γε δεῖ νῦν περιήγησιν γῆς γράφειν, οὐδʼ οἷς ἕκαστοι χρῶνται νόμοις ἀπαριθμεῖν, ἀλλʼ ὑμεῖς ἅπασι περιηγηταὶ κοινοὶ γεγόνατε, ἀναπετάσαντες ἁπάσας τῆς οἰκουμένης τὰς πύλας καὶ παρασχόντες ἐξουσίαν αὐτόπτας πάντων τοὺς θέλοντας γίγνεσθαι, νόμους τε κοινοὺς ἅπασι τάξαντες καὶ τὰ πρόσθεν λόγου μὲν διηγήσει τέρποντα, λογισμῷ δʼ εἰ λαμβάνοι τις, ἀφόρητα3 παύσαντες, γάμους τε κοινοὺς ποιήσαντες καὶ συντάξαντες ὥσπερ ἕνα οἶκον ἅπασαν τὴν οἰκουμένην. ἀτεχνῶς δὲ, ὥσπερ οἱ ποιηταὶ λέγουσι, πρὸ τῆς Διὸς ἀρχῆς ἅπαντα στάσεως καὶ θορύβου καὶ ἀταξίας εἶναι μεστὰ, ἐλθόντος δὲ ἐπὶ τὴν ἀρχὴν Διὸς πάντα δὴ καταστῆναι, καὶ τοὺς Τιτᾶνας εἰς τοὺς κατωτάτω μυχοὺς τῆς γῆς ἀπελθεῖν, συνωσθέντας ὑπʼ αὐτοῦ τε καὶ τῶν σὺν αὐτῷ θεῶν, οὕτως ἄν τις καὶ περὶ τῶν πρὸ ὑμῶν τε καὶ ἐφʼ ὑμῶν πραγμάτων λογιζόμενος ὑπολάβοι,4 ὡς πρὸ μὲν τῆς ὑμετέρας ἀρχῆς ἄνω καὶ κάτω συνετετάρακτο καὶ εἰκῆ ἐφέρετο, ἐπιστάντων δὲ ὑμῶν ταραχαὶ καὶ στάσεις ἔληξαν, τάξις δὲ πάντων καὶ φῶς λαμπρὸν εἰσῆλθε βίου καὶ πολιτείας, νόμοι τε ἐξεφάνησαν καὶ θεῶν βωμοὶ πίστιν ἔλαβον. πρότερον γὰρ ὥσπερ τοὺς γονέας ἐκτέμνοντες καὶ τὴν γῆν ἔτεμον, παῖδάς τε οὐ κατέκτεινον, ἀλλʼ ἀπώλλυσαν τοὺς ἀλλήλων τε καὶ τοὺς ἑαυτῶν ἐν ταῖς στάσεσι καὶ πρὸς ἱεροῖς. νῦν δὲ κοινὴ καὶ σαφὴς πᾶσι πάντων ἄδεια δέδοται αὐτῇ τε τῇ γῇ καὶ τοῖς ἐν αὐτῇ κατοικοῦσι, καὶ τοῦ μὲν κακῶς πάσχειν ἅπαντα ἀφεῖσθαι, τοῦ δὲ καλῶς ἄγεσθαι πολλὰς
以及如何使自身显现得最为华美且最令人愉悦。到处都充斥着角力场、喷泉、门楼、神庙、工场与教师;完全可以确切地说,整个居住世界宛如自始便饱受疾苦,如今终于恢复了健康。从诸君流向这些城邦的赏赐从未断绝,亦无法找出何人受赐更多,因诸君对所有人的仁爱皆一视同仁。因此各城邦无疑皆因光彩与雅致而闪耀,全地皆如乐园般得到了修饰。平原上升起的狼烟,无论是敌是友的烽火,皆如被狂风吹散一般,消失于陆地与海洋的彼方;取而代之的是各种观瞻盛典的雅致与数不尽的竞技盛会。以至于宛如一团不灭的圣火,节日的庆典永不停歇,而是在各邦之间轮番流转,却始终留存于某处,因所有人的昌盛皆配得上如此庆典。因此,唯独诸君帝国之外的人——倘若真有此等之人散布某处的话——才值得怜悯,因他们被剥夺了何等美好的福祉。实则,众人常言的大地乃万民之母、众人共同之祖国,亦由诸君以事实作出了最为绝妙的证明。如今不论是希腊人还是蛮族,不论是携家带产还是孤身一人,皆可随心所欲轻易前往各地,宛如从一个祖国走向另一个祖国;基利家之门不再带来恐惧,穿过阿拉伯人通往埃及的狭窄沙道亦然,险峻的山峦、浩瀚宽广的河流,乃至难以融通的蛮族部落亦不足为惧,为了安全,只需成为罗马人,或者说只需成为诸君治下的属民便已足够。荷马所言的“大地仍为万民所共有”,诸君已用功业将其变为现实:诸君测绘了整个居住世界,以各式桥梁跨越江河,凿穿群山使之成为可行马之路,在荒野中布满驿站,更以生活方式与法度使万物沐浴教化。因此在我看来,人们所传说的特利普托勒摩斯之前的蛮荒生活,实则就是诸君时代之前的生活,那种生活严苛、粗鄙,与深山穴居无异;虽是雅典人之城首创了温文典雅的当世生活,然而正如俗话所言,正是由诸君这“后来居上的更优胜者”将其确立稳固。 如今既无需撰写大地通览,亦无需逐一列举各族使用的法律;诸君反而成了普天下人的共同导游,诸君洞开了整个居住世界的诸般大门,赋予所有有志者亲眼目睹万物的自由,为众人制定了通行的法律,废除了从前在故事叙述中固然令人愉悦、但若以理性深究则难以忍受的风俗,确立了通婚制度,并将整个居住世界规整得宛如一个家庭。正如诗人们所言,在宙斯掌权之前,万物充斥着内讧、骚乱与无序,而当宙斯登临王位,一切方告安定,提坦诸神被他及其身旁的诸神驱逐并退入大地最深处的幽壤;同样,若有人深思诸君治世之前与当下之境况,亦会得出如此结论:在诸君统治之前,天地上下翻覆、颠簸无常;而当诸君主政,骚乱与内讧便告平息,万物的秩序以及生活与政体的灿烂之光降临,法律得以昭示,神明之祭坛亦重获信仰。因为从前他们宛如残害父母一般亦蹂躏大地,不仅杀害子嗣,更在党争与圣所之侧戕害彼此与自己的骨肉。然而如今,大地本身及其上的居民皆获得了普世而明确的全然安宁,一切皆从蒙受苦难中解脱出来,而为了获得良好引导的诸多……
- 225ὥστε ὅλον πῦρ ἱερὸν καὶ ἄσβεστον οὐ διαλείπει τὸ πανηγυρίζειν
由 ὥστε 引导的结果从句。主语为带定冠词的不定式 τὸ πανηγυρίζειν(“庆祝节日”),谓语动词为 οὐ διαλείπει。短语 ὅλον πῦρ ἱερὸν καὶ ἄσβεστον 作状语性宾格或比喻性同位成分(“宛如一团完整的不可熄灭之圣火”)。
- 226δευτέρων, φασὶν, ἀμεινόνων
正如插入语 φασίν(“俗语说”)所标明的那样,此处化用了著名的希腊谚语(比较 δεύτεραι φροντίδες σοφώτεραι 即“第二种考量更为明智”,或 δεύτεροι ἀμείνονες 即“居第二者更为优胜”)。该短语作属格,与前文的动作发出者 ὑφʼ ὑμῶν 一致。
- 226τὰ πρόσθεν λόγου μὲν διηγήσει τέρποντα, λογισμῷ δʼ εἰ λαμβάνοι τις, ἀφόρητα
分词 παύσαντες 的宾语结构,以中性复数定冠词 τά 为核心修饰。此处构成了 λόγου μὲν διηγήσει τέρποντα(“在故事讲述中令人愉悦”)与包含潜在条件从句 εἰ λαμβάνοι τις 的表语性形容词 ἀφόρητα [ὄντα](“若凭理性审视则难以忍受”)之间的严整对照。
- 226ἀτεχνῶς δὲ, ὥσπερ οἱ ποιηταὶ λέγουσι... οὕτως ἄν τις καὶ περὶ τῶν πρὸ ὑμῶν τε καὶ ἐφʼ ὑμῶν πραγμάτων λογιζόμενος ὑπολάβοι
由 ὥσπερ 从句(诗人们所叙述的宙斯即位前后的神话更迭)与 οὕτως 从句(罗马统治前后的政治状态对比)构成的大型类比句。主句的中心谓语为表示潜在的 ἄν + 希求法 ὑπολάβοι,后接由 ὡς 引出的对比性从属分句(ὡς πρὸ μὲν... ἐπιστάντων δὲ...)。
