- 底本
- Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg014.humanitext-grc2:223-224
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿里斯提德斯论述了罗马政体如何在天生统治者之下兼纳民主、贵族与君主政体之美德,并赞颂罗马帝国与以往诸帝国不同,使天下遍布繁荣的城邦与美好事物,实现了普遍的和平。
βουληθῇ τε καὶ αἰτήσῃ ῥᾳδίως τυγχάνει, δημοκρατίαν νομιεῖ καὶ οὐδὲν ἐνδεῖν πλὴν ὧν ἐξαμαρτάνει δῆμος·1 ὅταν δὲ εἰς τὴν γερουσίαν ἴδῃ τὴν βουλευομένην τε καὶ τὰς ἀρχὰς ἔχουσαν, ἀριστοκρατίαν οὐκ εἶναι ταύτης ἀκριβεστέραν νομιεῖ· εἰς δὲ τὸν πάντων τούτων ἔφορόν τε καὶ πρύτανιν βλέψας, παρʼ οὗ τῷ τε δήμῳ τὸ τυγχάνειν ὧν βούλεται καὶ τοῖς ὀλίγοις τὸ ἄρχειν καὶ δύνασθαι, τοῦτον ἐκεῖνον ὁρᾷ, τὸν τὴν τελεωτάτην ἔχοντα μοναρχίαν, τυράννου τε κακῶν ἄμοιρον καὶ βασιλέως σεμνότητος μείζονα. καὶ ταῦτʼ οὐδὲν ἀπεικὸς οὕτω διελέσθαι καὶ κατιδεῖν μόνους ὑμᾶς καὶ περὶ τῶν ἔξω καὶ περὶ τῶν ἐν αὐτῇ τῇ πόλει· μόνοι γὰρ ἐστὲ ὑμεῖς ἄρχοντες ὡς εἰπεῖν κατὰ φύσιν. οἱ μὲν γὰρ ἄλλοι οἱ πρὸ ὑμῶν δυναστεύσαντες δεσπόται καὶ δοῦλοι ἀλλήλων ἐν τῷ μέρει γιγνόμενοι καὶ νόθοι τῆς ἀρχῆς ὄντες οὕτω διεξῆλθον, ὥσπερ ἐν σφαίρᾳ τὴν τάξιν μεταλαμβάνοντες· καὶ ἐδούλευσαν Μακεδόνες Πέρσαις, Πέρσαι Μήδοις, Μῆδοι Σύροις. ὑμᾶς δὲ ἐκ τοσούτου πάντες ἴσασιν, ἐξ ὅτου περ ἴσασιν, ἄρχοντας. ἅτʼ οὖν ἐξ ἀρχῆς ὄντες ἐλεύθεροι καὶ οἷον ἐπὶ τὸ ἄρχειν εὐθὺς γενόμενοι, πάντα τὰ πρὸς τοῦτο φέροντα καλῶς ἐξηρτύσασθε, καὶ πολιτείαν γε εὕρετε ἣν οὔπω πρόσθεν οὐδεὶς καὶ θεσμοὺς καὶ τάξεις ἀφύκτους ἅπασιν ἐπεστήσατε. ὃ δὲ ἐκ πολλοῦ μὲν ὕπεισί με καὶ πολλάκις ὤχληκε πρὸς αὐτοῖς τοῖς χείλεσι γιγνόμενον, παρενήνεκται δὲ ὑπὸ τοῦ λόγου δεῦρο ἀεὶ, τοῦτο νῦν εἰπὼν οὐκ ἂν ἴσως ἄπο καιροῦ πέσοιμι. ὅσον γὰρ μεγέθει τῆς ἁπάσης ἀρχῆς, τοσοῦτον ἐγκρατείᾳ καὶ πολιτείας ἐπινοίᾳ πάντας ὑπερβάλλεσθε, ὡς ἔστιν ἐν τοῖς εἰρημένοις. νῦν δέ μοι δοκεῖ κἀκεῖνό τις εἰπὼν οὐκ ἂν ἁμαρτεῖν, ὅτι οἱ μὲν ἄνω πάντες καὶ οἱ ἐπὶ πλεῖστον γῆς ἄρξαντες ὥσπερ σωμάτων γυμνῶν αὐτῶν τῶν ἐθνῶν ἦρξαν. πότε γὰρ πόλεις τοσαῦται κατʼ ἤπειρον καὶ κατὰ θάλατταν, ἢ πότε οὕτω διὰ πάντων ἐκοσμήθησαν; ἢ τίς πω οὕτω τῶν τότε διεξήλασεν, ἐπαριθμῶν ταῖς ἡμέραις τὰς πόλεις, ἔστι δʼ ὅτε τῆς αὐτῆς διὰ δυοῖν καὶ τριῶν ἐξελαύνων ὥσπερ στενωπῶν· ὥστʼ οὐ μόνον τῷ κεφαλαίῳ τῆς ἀρχῆς ἡττῶνται τοσοῦτον οἱ πρότεροι, ἀλλὰ καὶ ὧν τῶν αὐτῶν ἦρξαν ὑμῖν,2 οὐκ ἴσων ἑκάστων οὐδὲ ὁμοίων ἦρξαν, ἀλλʼ ἔνεστι τῷ τότε ἔθνει πόλιν ἀντιστῆσαι τὴν ἐν αὐτῷ νῦν. καὶ δὴ καὶ φαίη τις ἂν ἐκείνους μὲν οἷον ἐρημίας καὶ φρουρίων βασιλεῖς γεγονέναι, ὑμᾶς δὲ πόλεων ἄρχοντας μόνους. νῦν ἅπασαι μὲν αἱ Ἑλληνικαὶ πόλεις ἐφʼ ὑμῶν ἀνέχουσι καὶ τὰ ἐν αὐταῖς ἀναθήματα καὶ τέχναι καὶ κόσμοι πάντες ὑμῖν ἔχουσι φιλοτιμίαν, ὥσπερ ἐν προαστείῳ κόσμος· ἐκπεπλήρωνται δὲ ἀκταί τε παράλιοι καὶ μεσόγειοι πόλεσι, ταῖς μὲν οἰκισθείσαις, ταῖς δὲ αὐξηθείσαις ἐφʼ ὑμῶν τε καὶ ὑφʼ ὑμῶν. Ἰωνία δὲ ἡ περιμάχητος ἐλευθερωθεῖσα φρουρῶν καὶ σατραπῶν πρόκειται πᾶσι κάλλους ἡγεμὼν, ὅσον πρόσθεν ἐδόκει τῶν ἄλλων ὑπεραίρειν γενῶν χάριτι καὶ κόσμῳ, τοσοῦτον νῦν ἐπιδεδωκυῖα αὐτὴ παρʼ αὑτήν.3 ἡ δὲ σεμνὴ καὶ μεγάλη κατʼ Αἴγυπτον Ἀλεξάνδρου πόλις ἐγκαλλώπισμα τῆς ὑμετέρας γέγονεν ἡγεμονίας, ὥσπερ γυναικὸς πλουσίας ὅρμος ἢ ψέλιον ἐν πολλοῖς τοῖς ἄλλοις κτήμασι. διατελεῖτε δὲ τῶν μὲν Ἑλλήνων ὥσπερ τροφέων ἐπιμελόμενοι, χεῖρά τε ὑπερέχοντες καὶ οἷον κειμένους ἀνιστάντες, τοὺς μὲν ἀρίστους καὶ πάλαι ἡγεμόνας ἐλευθέρους καὶ αὐτονόμους ἀφεικότες αὐτῶν, τῶν δʼ ἄλλων μετρίως καὶ κατὰ πολλὴν φειδώ τε καὶ πρόνοιαν ἐξηγούμενοι, τοὺς δὲ βαρβάρους πρὸς τὴν ἑκάστοις αὐτῶν οὖσαν φύσιν παιδεύοντες πραότερόν τε καὶ σφοδρότερον, ὥσπερ εἰκὸς ἵππων ἐπιστατῶν μὴ εἶναι χείρους, ἀνδρῶν ὄντας ἄρχοντας, ἀλλʼ ἐξητακέναι τὰς φύσεις, καὶ πρὸς ταύτας ἄγειν. καὶ γὰρ ὥσπερ πανηγυρίζουσα πᾶσα ἡ οἰκουμένη τὸ μὲν παλαιὸν φόρημα τὸν σίδηρον κατέθετο, εἰς δὲ κόσμον καὶ πάσας εὐφροσύνας τέτραπται σὺν ἐξουσίᾳ. καὶ αἱ μὲν ἄλλαι πᾶσαι φιλονεικίαι τὰς πράξεις ἐπιλελοίπασι, μία δὲ αὕτη κατέχει πάσας ἔρις, ὅπως ὅτι καλλίστη
企求与呼请的一切,便会认为这是民主政体,除了民众所犯的过错外毫无欠缺;而当他目睹元老院进行商议并执掌官职时,便会认为世上没有比这更完备的贵族政体;而当他瞻仰这所有体制的监察者与首脑——正是由于他,民众方能如愿以偿,少数显贵方能施展统治与权能——便会在他身上看到那位拥有最完备君主政体的人,他既无僭主的诸般恶行,又超越了国王的尊严。诸君能够独力如此明辨并洞察对外事务及本城内部事务,实非偶然;因为可以说,唯独诸君才是天生的统治者。在诸君之前称霸的其他人,不过是轮番互为主人与奴隶,作为统治权的庶出者如此度过世代,宛如在球戏中交替互换位置一般;马其顿人臣服于波斯人,波斯人臣服于米底人,米底人则臣服于叙利亚人。然而普天下之人自知晓诸君起,便知晓诸君为统治者。因此,诸君自始便是自由人,且宛如生来即当统治一般,诸君出色地整备了通往这一目标的一切手段,并确实创设了一种前无古人的政体,为所有人确立了不可逾越的法度与秩序。 还有一件事,它早已浮现在我心头,多次来到唇边令我挂虑,却因演讲的脉络而一直被推延至今——倘若我现在将其道出,或许不至于有失时宜。因为正如诸君在整个帝国的规模上超越所有人一样,诸君在自制力与政体构想上亦同样超越所有人,这正如前文所阐明的那样。如今在我看来,若有人道出此言亦绝非谬误:以往所有那些曾统治地上至广疆域的人,所统治的诸民族其实不过如同赤裸的肉身一般。因为试问,何时曾在陆地与海洋上出现过如此众多的城邦,又何时曾全方位地得到如此华美的修饰?或者,彼时之人有谁曾以这种方式游历四方,按日计数城邦,甚至有时在同一天之内穿过两三座城邦,宛如穿过狭窄的小巷一般?因此,先前的统治者不仅在帝国的总量上如此大大逊色,即便就其与诸君所统治的相同地域而言,他们所统治的各处亦绝非同等或类似之物;反倒完全可以将今日一族之中的单单一座城邦,去匹敌彼时的一整个民族。实则甚至有人可以说,他们不过是荒野与要塞之王,而唯独诸君才是城邦的真正统治者。如今,所有希腊城邦皆在诸君治下繁盛,其中的奉献物、技艺与诸般华饰,皆为诸君带来荣耀,宛如城郊别业中的饰物;海岸与内陆皆充斥着城邦,有些是在诸君治下由诸君所建,有些则是因此得以扩展。昔日争夺不休的爱奥尼亚,如今解除了驻军与总督的羁绊,作为秀美的典范立于众人之前,正如它从前在典雅与华美上看似超越其他民族那样,如今它更是在原有的基础上超越了自身。而埃及那座尊严而宏大的亚历山大之城,则宛如一位富贵妇人在其诸多产业之中的项圈或手镯,成了诸君统治的华饰。诸君始终关怀希腊人宛如关怀乳育者,伸出庇护之手,仿佛将倾覆者重新扶起,听凭其中最优秀者及昔日领袖保持自由与自治,对其他城邦则以适度、极大的宽容与远见施以引导;至于蛮族,诸君则依据各族固有的天性,或宽和或严厉地施以管教,正如身为统御人类者理应不逊于驯马大师,而是洞察其本性并因势利导。事实上,正如全天下皆在欢度节日一般,人们卸下了古代的装束——铁器武器,以从容的权能转向修饰与一切欢愉。一切其他的争强斗胜皆已自现实作为中消退,唯有这样一种竞争主导着所有〔城邦〕:如何使自己成为最华美……
- 223πλὴν ὧν ἐξαμαρτάνει δῆμος
关系代词受吸引现象(attraction)。介词性词语 πλὴν 所支配的先行词 τούτων 被省略,内层作为 ἐξαμαρτάνει 宾语的关系代词(本应为宾格 ἃ)受吸引变为属格 ὧν。
- 224ὧν τῶν αὐτῶν ἦρξαν ὑμῖν
ὧν 为兼含先行词的关系代词,充当 ἦρξαν 的属格宾语(统治动词支配属格);ὑμῖν 为伴随 τῶν αὐτῶν 的基准/同等与格(“与诸君所统治的相同地域/对象”)。
- 224αὐτὴ παρʼ αὑτήν
介词 παρά 搭配反身代词宾格构成的比较习语,意为“与其自身以往相比”或“超越了昔日的自身”。
