- 底本
- Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg014.humanitext-grc2:227-228
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者描绘了诸神对罗马和平统治的庇佑,颂扬当今皇帝及其诸子终结了赫西俄德笔下的黑铁时代,并以祈求帝国与城邦永世繁盛的祈祷结束全篇。
τὰς ἀφορμὰς εἰληφέναι μοι δοκοῦσι, καὶ οἱ θεοὶ καθορῶντες συγκατορθοῦν ὑμῖν εὐμενῶς τὴν ἀρχὴν καὶ διδόναι βέβαιον τὴν κτῆσιν αὐτῆς, Ζεὺς μὲν, ὅτι αὐτῷ τῆς οἰκουμένης καλοῦ, φασὶν, ἔργου καλῶς ἐπιμέλεσθε, Ἥρα δὲ γάμων νόμῳ γιγνομένων τιμωμένη, Ἀθηνᾶ δὲ καὶ Ἥφαιστος τεχνῶν τιμωμένων, Διόνυσος δὲ καὶ Δημήτηρ, ὅτι αὐτοῖς οἱ καρποὶ οὐχ ὑβρίζονται, Ποσειδῶν δὲ ναυμαχιῶν μὲν καθαρευούσης τῆς θαλάττης αὐτῷ, τὰς δʼ ὁλκάδας ἀντὶ τῶν τριήρων μετειληφυίας· ὅ γε μὴν Ἀπόλλωνος καὶ Ἀρτέμιδος καὶ Μουσῶν χορὸς οὔποτε διαλείπει τοὺς ὑπηρέτας ἐν τοῖς θεάτροις καθορῶν· Ἑρμῆς δὲ ἀγώνων οὐκ ἄμοιρος οὐδὲ πρεσβείων· Ἀφροδίτῃ δὲ σπόρων καὶ χαρίτων πότε μᾶλλον καιρὸς ὑπῆρξεν; ἢ πότε πλείονα μοῖραν ἔσχον αἱ πόλεις; αἱ δʼ Ἀσκληπιοῦ χάριτες καὶ τῶν κατʼ Αἴγυπτον θεῶν νῦν πλεῖστον εἰς ἀνθρώπους ἐπιδεδώκασιν. οὐ μὴν οὐδʼ Ἄρης γε ὑμῖν ἠτίμασται, οὐδὲ δέος μὴ συνταράξῃ τὰ πάντα, ὥσπερ ἐν Λαπιθῶν δείπνῳ παροφθεὶς, ἀλλʼ ἐπὶ ταῖς ὄχθαις ἔξω τῶν ποταμῶν χορεύει τὴν ἄπαυστον χορείαν, αἵματος καθαρὰ σώζων τὰ ὅπλα. ὅ γε μὴν πάντʼ ἐφορῶν Ἥλιος οὐδὲν εἶδεν ἐφʼ ὑμῶν βίαιον οὐδʼ ἄδικον οὐδʼ οἷα πολλὰ ἐν τοῖς πρόσθεν χρόνοις· ὥστʼ εἰκότως ἥδιστα ἐφορᾷ τὴν ὑμετέραν ἀρχήν. δοκεῖ δέ μοι καὶ Ἡσίοδος, εἰ ὁμοίως Ὁμήρῳ τέλειος ἦν τὰ ποιητικὰ καὶ μαντικὸς, ὥσπερ ἐκεῖνος οὐκ ἠγνόησε τὴν ὑμετέραν ἀρχὴν ἐσομένην, ἀλλὰ προεῖδε καὶ ἀνεφθέγξατο ἐν τοῖς ἔπεσιν, οὕτως καὶ αὐτὸς οὐκ ἂν ὥσπερ νῦν ἀπὸ χρυσοῦ γένους ἀρξάμενος γενεαλογεῖν, ἢ, ἡνίκα ταύτην ἀρχὴν ἐνεστήσατο, περί γε τοῦ τελευταίου καὶ σιδηροῦ γένους διαλεγόμενος τοῦτον ἂν αὐτοῦ φάναι1 γενέσθαι τὸν ὄλεθρον, "εὖτʼ ἂν γεινόμενοι πολιοκρόταφοι τελέθωσιν," ἀλλʼ ἡνίκʼ ἂν ἡ ὑμετέρα προστασία τε καὶ ἀρχὴ καταστῇ, τότʼ ἂν φάναι φθαρῆναι τὸ σιδηροῦν φῦλον ἐν τῇ γῇ, καὶ Δίκῃ δὲ καὶ Αἰδοῖ τότʼ ἂν ἀποδοθῆναι κάθοδον εἰς ἀνθρώπους, καὶ οἰκτεῖραι τοὺς πρὸ ὑμῶν γενομένους. ἀεὶ μὲν οὖν τά γε δὴ παρʼ ὑμῖν τίμια εἰσαχθέντα ὡς ἀληθῶς ὑφʼ ὑμῶν καὶ ἑξῆς ἀεὶ μᾶλλον βεβαιούμενα, ὅ γε μὴν νῦν ἄρχων μέγας οἷον ἀγωνιστὴς καθαρὸς τοσοῦτον ὑπεραίρει τοῖς παρʼ αὑτοῦ τὸν πατέρα ὅσον, οὐδʼ εἰπεῖν ῥᾴδιον, ἑτέρους αὐτὸς ὑπεραίρει.2 καὶ δὴ φαίη τις ἂν δικαιοσύνην καὶ νόμιμον εἶναι τοῦτο ὡς ἀληθῶς ὅ τι κρίνειεν οὗτος. τί δʼ οὐ καὶ τοῦτο πρὸ τῶν ἄλλων εἴη σαφῶς, ὅτι τοὺς τῆς ἀρχῆς κοινωνοὺς ὡς οἰκείους ἔχει παῖδας ὁμοίους ἑαυτῷ πλείους ἢ τῶν πρὸ αὐτοῦ τις; ἀλλὰ τὸ ἐξ ἀρχῆς ἀγώνισμα παντὸς μεῖζον, παρισῶσαι τῷ τῆς ἀρχῆς μεγέθει τὸν λόγον, καὶ σχεδὸν τοῦ ἴσου χρόνου δεόμενον ὅσοσπερ ὁ τῆς ἀρχῆς· εἴη δʼ ἂν οὗτος ὁ πᾶς αἰών. κράτιστον οὖν, ὥσπερ οἱ τῶν διθυράμβων τε καὶ παιάνων ποιηταὶ, εὐχήν τινα προσθέντα οὕτω κατακλεῖσαι τὸν λόγον. καὶ δὴ κεκλήσθων θεοὶ πάντες καὶ θεῶν παῖδες καὶ διδόντων τὴν ἀρχὴν τήνδε καὶ πόλιν τήνδε θάλλειν διʼ αἰῶνος καὶ μὴ παύσασθαι πρὶν ἂν μύδροι τε ὑπὲρ θαλάττης πέσοιεν καὶ δένδρα ἦρι θάλλοντα παύσηται·3 ἄρχοντά τε τὸν μέγαν καὶ παῖδας τούτου σῶς τε εἶναι καὶ πρυτανεύειν πᾶσι τἀγαθά. ἐκτετέλεσταί μοι τὸ τόλμημα· εἴτε δὲ χεῖρον εἴτε βέλτιον ἔξεστιν ἤδη φέρειν τὴν ψῆφον.
依我看来,不仅获得良善引导的诸多契机,而且诸神在俯瞰之际,亦仁慈地襄助诸君归正统治,并赐予它稳固的保有权:宙斯如此,乃因诸君为他妥善照料了这被誉为“壮美杰作”的居住世界;赫拉因借合乎礼法举行的婚姻备受尊崇而如此;雅典娜与赫淮斯托斯因技艺受敬重而如此;狄奥尼修斯与德墨忒尔因其出产未遭蹂躏而如此;波塞冬则因大海为他免受海战玷污,且迎来商船取代战船而如此;阿波罗、阿耳忒弥斯与缪斯诸神的歌队亦从未停歇在剧场中俯视其仆侍;赫尔墨斯在竞技与出使之事中亦非毫无份额;而对阿芙洛狄忒而言,何时曾有更有利于播种与恩泽的良辰?抑或城邦何时曾享有过更大的份额?阿斯克勒庇俄斯以及埃及诸神的恩典,如今在人类中扩张至极。实则,就连阿瑞斯亦未遭诸君轻慢,亦无恐惧担心他会像在拉皮泰人的宴席上被忽视时那样将一切扰乱;相反,他在各条河流之外的岸边跳着永不停歇的舞步,使武器保持未染血污之纯洁。监察万物的赫利俄斯在诸君治下亦未曾目睹任何暴烈与不义,亦未见昔日屡屡发生之事;因此他理所当然怀着最大的愉悦俯察诸君的帝国。依我看来,赫西俄德若在诗艺与预言方面与荷马同样完满——正如荷马并非不知诸君之统治必将来临,而是在诗句中早已预见并高声咏叹——他自己亦不会如现在这般从黄金世代开始追溯谱系,或者当他确立这一开端时,在谈及最后的黑铁世代之际,亦不会断言其毁灭将降临于“当他们出生时两鬓便已斑白之时”,而会说,何时诸君之统帅与统治得以确立,彼时大地上的黑铁族类便告灭绝,正义(狄刻)与知耻(埃多斯)彼时亦得以回归人间,而且他也会怜悯生于诸君时代之前的人们。 因此,诸君治下受人敬重的制度,实乃由诸君真正引入,并相继愈加稳固;而当今伟大的统治者,宛如一位纯洁无瑕的竞赛者,以其自身的功德超越其父,其超越的程度正如——这甚至难以言表——其父本身超越他人那般。实则人们可以说,凡此人所判定者,便确凿无疑是正义与法律。而这一点难道不比其他一切都更为显明吗:他拥有如同自己一般的亲生子嗣作为统治的共享者,其人数多于在他之前的任何一人? 然而从一开始的这一比试比其他一切更为巨大,即令言辞与帝国的宏大相称,这所耗费的时光几乎与帝国自身的岁月相等;而这必将是整个永恒。因此,正如作酒神颂与佩安赞歌的诗人们一样,以附加一篇祈祷来结束演说乃是最佳之举。但愿所有神明与神明之子嗣皆蒙呼求,愿他们赐予这一帝国与这座城邦永世繁盛,永不终结,直至烧红的铁块浮于海面、树木不再于春日吐芳;愿伟大的统治者及其子嗣平安顺遂,为万人带来一切福祉。我的大胆冒险业已告成;无论优劣,如今皆听凭众人投下裁决之票。
- 227δοκεῖ δέ μοι καὶ Ἡσίοδος ... οὐκ ἂν ... φάναι
在支配动词 δοκεῖ 统辖下,主语 Ἡσίοδος 与带有 ἄν 的不定式 φάναι 相结合(代表间接引语中的反事实陈述,相当于 ἔφη ἄν),构成与反事实虚拟条件从句 εἰ ... ἦν 相对应的结论部。
- 228ὅσον, οὐδʼ εἰπεῖν ῥᾴδιον, ἑτέρους αὐτὸς ὑπεραίρει
由相关副词/代词 τοσοῦτον ... ὅσον(“如……那般……”)构成的比较句结构。中间插入语 οὐδʼ εἰπεῖν ῥᾴδιον(“甚至难以言表”)将两者隔开,将当今皇帝超越其父(τὸν πατέρα)与父亲超越众人(ἑτέρους αὐτὸς ὑπεραίρει)作双重超越关系的对照。
- 228πρὶν ἂν μύδροι τε ὑπὲρ θαλάττης πέσοιεν καὶ δένδρα ἦρι θάλλοντα παύσηται
表达“不可能之事”(adynaton)的传统誓言定式。在 πρὶν ἄν 所引导的时间从句中,希求气态 πέσοιεν(部分手抄本异文作连接气态 πέσωσιν)与连接气态 παύσηται 并列,体现了古典晚期修辞中语气的交替使用。
