← 阿里斯·台德斯

致罗马

§221-222

无尽的军队补给能力与混合政体

阿里斯提德赞颂了罗马军队无穷的征召潜力与森严严密的神圣指挥体系,并进而阐述罗马政体乃是前所未有地融合各种传统政体优点的混合政体。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§221

ἀφορμὰς ὧν εὔχονται νομίζειν,1 καὶ κατὰ μὲν τῶν πολεμίων ὁμοφρονεῖν, πρὸς δὲ ἀλλήλους ὑπὲρ τοῦ πρόσθεν ἀγωνίζεσθαι διὰ βίου, μόνους δὲ ἀνθρώπων εὔχεσθαι εὑρεῖν πολεμίους. ὥστε ὅταν μέν τις εἰς τὴν ἄσκησίν τε καὶ σύνταξιν ἴδῃ τοῦ στρατιωτικοῦ, τοῦτο δὴ νομιεῖ τὸ Ὁμηρικὸν, εἰ καὶ δέκα τόσοι εἶεν οἱ ἀντίπαλοι, ταχέως ἂν αὐτοὺς περιστραφέντας ἄνδρα παρὰ ἕνα λειφθῆναι,2 ὅταν δὲ εἰς τὴν πλήρωσίν τε καὶ συλλογὴν αὐτοῦ βλέψῃ, τὸ τοῦ Αἰγυπτίου φήσει τε καὶ οἰήσεται, ὃς τῷ Καμβύσῃ διαρπάζοντι τὰ ἐν τῇ χώρᾳ καὶ τὰ ἱερὰ πορθοῦντι, στὰς ἐπὶ τῶν τειχῶν τῶν Θηβαϊκῶν ἀνέτεινε τήν τε βῶλον καὶ κύλικα ὕδατος ἀπὸ τοῦ Νείλου, σύμβολον ποιούμενος ὅτι ἕως ἂν Αἴγυπτον αὐτὴν καὶ τὸν ποταμὸν Νεῖλον μετενεγκεῖν μὴ δύνηται, μηδὲ ἀγαγεῖν ἀνάρπαστον, οὔπω τὸν Αἰγυπτίων πλοῦτον εἴληφεν, ἀλλὰ ταχέως αὐτοῖς ἄλλα τοσαῦτα γενήσεται τούτων μενόντων καὶ οὔποτε ἐπιλείψει πλοῦτος Αἴγυπτον, τοῦτο δὲ καὶ περὶ τοῦ ὑμετέρου στρατιωτικοῦ νομίσαι τε καὶ εἰπεῖν ἔξεστιν, ὅτι ἕως ἂν τὴν χώραν αὐτὴν μὴ δύνωνταί τινες ἐξ ἕδρας ἀναστῆσαι μηδὲ κενώσαντες οἴχεσθαι, ἀλλʼ ἀνάγκη ᾖ μένειν αὐτὴν ἐφʼ αὑτῆς τὴν οἰκουμένην, ἀμήχανον ἐπιλιπεῖν ὑμᾶς πλήθη στρατιωτικὰ, ἀλλὰ τοσαῦτα ὁπόσα βούλεσθε ὑπάρχειν ἀπὸ πάσης τῆς οὔσης ἀφικνούμενα. καὶ μὴν εἴς γε τακτικῶν λόγον παῖδας ἅπαντας ἀνθρώπους ἀπεφήνατε. οὐ γὰρ πρὸς τοὺς πολεμίους ἀσκεῖν μόνον προὔθεσθε αὐτὰ τοῖς στρατιώταις τε καὶ ἡγεμόσιν, ἀλλὰ πρὸς αὐτοὺς πρῶτον. ὥστε καθʼ ἡμέραν ἑκάστην ἐν τάξει ζῆν καὶ μήποτε λιπεῖν μηδένα τὴν προστεταγμένην αὐτῷ, ἀλλʼ οἷον ἐν χορῷ τινι αἰωνίῳ ἕκαστον τὴν ἑαυτοῦ χώραν εἰδέναι τε καὶ σώζειν, καὶ τῷ μὲν ἐντιμοτέρῳ τὸν ἥττω μὴ διὰ τοῦτο φθονεῖν, ὧν δʼ αὐτὸς μείζων ἐστὶν ἀκριβῶς κρατεῖν. ἄχθομαι δʼ ἔγωγε ἑτέρους φθάσαντας εἰπεῖν ἐπὶ Λακεδαιμονίων ὅτι ἄρα πλὴν ὀλίγων τὸ στρατόπεδον αὐτοῖς ἄρχοντες ἀρχόντων εἰσίν· ὑμῖν γὰρ ἥρμοττε τετηρῆσθαι καὶ ἐφʼ ὑμῶν πρῶτον εἰρῆσθαι, ὁ δὲ πρότερον τοῦ δέοντος προεξήνεγκεν αὐτό. ἀλλʼ οὖν τό γε Λακεδαιμονίων στρατόπεδον κινδυνεύει τοσούτους εἶναι, ὅσους οὐδὲν ἀπεικὸς καὶ πάντας ἄρχοντας εἶναι· τὸ δʼ ἐν τοσούτοις ἀριθμοῖς καταλόγων τε καὶ γενῶν, ὧν οὐδὲ τὰ ὀνόματα ἐξευρεῖν ῥᾴδιον, ἀρξαμένους ἀπὸ ἑνὸς τοῦ διὰ πάντων διεξιόντος τε καὶ πάντα ἐφορῶντος, ἔθνη, πόλεις, στρατόπεδα, ἡγεμόνας αὐτοὺς τελευτᾶν εἰς ἕνα τεττάρων καὶ δυοῖν ἄρχοντα ἀνδρῶν, τὸ δʼ ἐν μέσῳ πᾶν ἐξελίπομεν, καὶ ὥσπερ νήματος περιστροφὴν ἐκ τῶν πλειόνων εἰς τοὺς ἐλάττους ἀεὶ κατιέναι, καὶ οὕτω διήκειν ἄλλους ἐπʼ ἄλλοις ἀεὶ ταττομένους μέχρι τῆς τελευτῆς, πῶς οὐχ ὑπὲρ πᾶσαν ἀνθρωπίνην τάξιν ἐστίν;3 ἐπέρχεται δέ μοι τὸ Ὁμηρικὸν εἰπεῖν μικρὸν ἐπὶ τῆς τελευτῆς ὑπαλλάξαντι "Ζηνός που τοιήδε γʼ Ὀλυμπίου ἔνδοθεν ἀρχή·" ὅταν γὰρ ἄρχῃ μὲν εἷς τοσούτων, οἱ δὲ ἐπʼ αὐτῷ διάκονοί τε καὶ πρέσβεις αὐτοῦ μὲν πολὺ χείρους, ὧν δὲ ἐπιμέλονται πολὺ βελτίους, πάντα δʼ ἄνευ θορύβου καὶ ταραχῆς σιωπῇ περαίνωσι, φθόνος δʼ ἐκποδὼν ᾖ, δίκης δὲ καὶ αἰδοῦς πάντα πανταχοῦ μεστὰ, καρπὸς δὲ ἀρετῆς μηδένα ἐκφεύγῃ, πῶς οὐχὶ νικᾷ τόδε τὸ ἔπος; δοκεῖ δʼ ἔμοιγε οὐδʼ ἐν αὐτῇ τῇ πόλει πολιτείαν παραπλησίως τισὶ τῶν ἄλλων ἀνθρώπων καταστήσασθαι. πρότερον μὲν γὰρ ἐδόκουν τρεῖς εἶναι κατʼ ἀνθρώπους πολιτεῖαι, δύο μὲν ἐν δυοῖν ὀνόμασιν, ἑκατέρα παρὰ τοὺς τῶν ἐχόντων τρόπους θεωρουμένη,4 τυραννὶς καὶ ὀλιγαρχία, βασιλεία καὶ ἀριστοκρατία, τρίτον δὲ ὄνομα δημοκρατία, εὖ τε καὶ χεῖρον ἀγομένη. διειλήφεσαν οὖν αἱ πόλεις ὡς ἑκάστοις αἵρεσις ἢ τύχη νικήσειε· τὸ δʼ ὑμέτερον οὐδὲν ὁμοίως ἔχει, ἀλλʼ οἱονεὶ κρᾶσις ἁπασῶν τῶν πολιτειῶν, ἄνευ γε τῆς ἐφʼ ἑκάστῃ χείρονος· οὕτω καὶ τοιοῦτον εἶδος πολιτείας νενίκηκεν. ὥστε ὅταν μὲν εἰς τὴν τοῦ δήμου τις ἰσχὺν βλέψῃ, καὶ ὡς ἁπάντων ὧν ἂν

他们将行动视为实现所祈愿之事的途径,对敌同仇敌忾,而在彼此之间则为争夺前列之位终身角逐,并成为世人中唯一祈求能觅得敌人者。因此,凡是目睹这支军队之操练与编制的人,必会想起荷马的那句名言:即便对手有十倍之众,亦会迅速溃退、被一个个抛下;而当他目睹其征集与动员之规模时,则会道出并赞同那位埃及人的言论——当冈比西斯劫掠其国土并洗劫神庙时,他立于底比斯的城壁之上,举起一坯泥土和一杯尼罗河之水,以此为信誓:只要冈比西斯无法将埃及本土与尼罗河移走,亦无法将其一掠而空,便尚未夺得埃及人的财富,只要山河犹在,同等巨额的财富便会迅速再生,财富永不会自埃及枯竭。关于诸君的军队,亦完全可以持相同看法并作如是之说:只要无人能将这片大地从其根基上连根拔起,亦无法使其空无一人而离去,只要此天下必然屹立于其自身的基础之上,大批军旅便绝不可能在诸君手中断绝,而是要多少便有多少,自整个现存天下源源汇聚而来。 况且,在战术条理方面,诸君实令普天下之人皆显如童稚。因为诸君不仅令将士针对敌人操练此道,更首先令其针对自身加以操练:以至于他们每日在严整序列中生活,绝无人舍弃派定给自己的位置,反如置身于永恒的合唱队一般,各人皆明了并固守己位,位卑者不因此嫉妒更尊荣者,而对其下属亦能严格统制。我个人深感憾惜的是,竟有人先行就斯巴达人说过,除了少数人外,他们的营垒乃是“统领统领之统领”;因为这一见解本配得上留予诸君,且本应首先用于诸君身上,然而那人却在不合时宜之先便将其道破。不过,斯巴达人的营垒大概也只有即便全为统领亦非奇事的那般人数;然而,在如此众多难以遍数其名的名册与部族之中,自那位贯穿一切、监临一切的唯一统帅起始,部族、城邦、营垒,乃至将领自身,层层下达直至一人统帅两人或四人的小官——其中间的一切层级我们且略去不表——恰如纺线的缠卷一般,不断从多数降至少数,如此层层相续、前后相承直至最末梢:这岂非超越了一切人类之秩序?我不禁想吟诵荷马的诗句,只需将末尾略作更动: “想必奥林匹斯宙斯的内廷统治亦当如是。” 因为当一人统领如此之众,而其麾下之役吏与使节虽远逊于他,却远优于受其治理之人,一切皆在静默中平靖完成、绝无喧扰纷乱,嫉妒被摈除在外,普天之下充盈着公义与敬畏,德行之善果绝不落空,此时这句诗篇又怎能不折桂取胜? 在我看来,即便在此城自身之中,诸君所建立的政体亦非人类其他任何城邦所能比拟。因为此前世人皆以为世间存在三种政体:其中两种分别冠以双重名目,依掌权者之性情而分——即僭主政体与寡头政体,王政与贵族政体;第三种名目则是民主政体,不论其运作优良或拙劣。各城邦遂依其各自的选择或命运所定而分属其一;然而诸君的体制绝非与它们同类,反倒宛如一切政体的融和,且绝无每种政体中劣质之成分;正是在此种方式下,此等形态之政体压倒了一切。因此,当有人目睹民众之力量,以及他们如何对凡所……

语法注4 条
  1. 221ἀφορμὰς ὧν εὔχονται νομίζειν

    承接上一段落末尾的 ὥστε ἅπαντας μὲν ἀργίαν συμφορὰν ἡγεῖσθαι, τὰς δὲ πράξεις...,不定式 νομίζειν 受结果连词 ὥστε 统辖。关系代词 ὧν 发生了格吸引(attraction),相当于 τούτων ἃ εὔχονται(由祈愿动词的宾语被吸引为主句先行词的属格)。

  2. 221εἰ καὶ δέκα τόσοι εἶεν οἱ ἀντίπαλοι, ταχέως ἂν αὐτοὺς περιστραφέντας ἄνδρα παρὰ ἕνα λειφθῆναι

    带 ἄν 的宾格不定式结构(αὐτοὺς ... λειφθῆναι ἂν)受 νομιεῖ 支配,在间接引语中重现了潜势希求法结构(ἄν + optative),呼应了荷马《伊利亚特》第2卷123行以下的文句。短语 ἄνδρα παρὰ ἕνα 为分配性习语,意为“一个挨着一个地”、“逐一地”。

  3. 222τὸ δʼ ἐν τοσούτοις ἀριθμοῖς ... πῶς οὐχ ὑπὲρ πᾶσαν ἀνθρωπίνην τάξιν ἐστίν;

    中性单数冠词 τό 引出了一个统摄一系列不定式(τελευτᾶν, κατιέναι, διήκειν)的庞大从属结构,整体作为文末修辞反问句 πῶς οὐχ ὑπὲρ πᾶσαν ἀνθρωπίνην τάξιν ἐστίν;(“这岂非超越了一切人类之秩序?”)的主语。

  4. 222δύο μὲν ἐν δυοῖν ὀνόμασιν, ἑκατέρα παρὰ τοὺς τῶν ἐχόντων τρόπους θεωρουμένη

    对传统古典政体学说的概述。短语 δύο μὲν ἐν δυοῖν ὀνόμασιν(“两种各自具有双重名目”)指代君主统治与少数人统治,它们依掌权者的德行与操守(παρὰ τοὺς τῶν ἐχόντων τρόπους)而各自分为正退两态:王政对僭主政,贵族政对寡头政。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg014.humanitext-grc2:221-222