- 底本
- Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg014.humanitext-grc2:219-220
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者赞颂罗马并未将城防局限于本土城邦,而是沿着整个帝国的疆界筑起恢弘的防御圆环,并盛赞驻守前线、以严密阵型与唯才是举的原则保卫天下的将士。
τοιγαροῦν καὶ ὑπὲρ τῶν τειχῶν ἐβουλεύσασθέ τε καὶ ἐπενοήσατε· νῦν γὰρ ἄξιον εἰπεῖν. οὔτε γὰρ κατὰ τὴν Λακεδαιμονίων αὐθάδειαν ἀτείχιστον ἂν προσείποις τήνδε τὴν πόλιν οὔτʼ αὖ τειχήρη κατὰ τὴν Βαβυλῶνος λαμπρότητα, ἢ εἴ τις ἄλλη σεμνότερον ἐτειχίσθη πρότερον ἢ ὕστερον, ἀλλὰ καὶ τοῦτον τὸν τειχισμὸν παιδιὰν καὶ γυναικὸς ὡς ἀληθῶς ἔργον ἀπεφήνατε. αὐτῇ μὲν γὰρ τῇ πόλει περιβαλεῖν τὰ τείχη, οἷον ἀποκρύπτοντες αὐτὴν, ἢ φεύγοντες τοὺς ὑπηκόους, ἀγεννές τε εἶναι καὶ οὐ πρὸς τῆς ἄλλης διανοίας ἐνομίσατε, οἷον εἴ τις δεσπότης δεικνύοιτο τοὺς ἑαυτοῦ δούλους φοβούμενος. τειχῶν γε μὴν οὐκ ἠμελήσατε, ταῦτα δὲ τῇ ἀρχῇ περιεβάλετε, οὐ τῇ πόλει· καὶ ἐστήσατε ὡς πορρωτάτω λαμπρά τε καὶ ὑμῶν ἄξια, ὁρατὰ τοῖς εἴσω τοῦ κύκλου, ἡ δὲ πορεία ἐπʼ αὐτὰ, εἴ τις βούλοιτο ἰδεῖν, μηνῶν τε καὶ ἐνιαυτῶν ἀρξαμένῳ βαδίζειν ἀπὸ τῆς πόλεως.1 ὑπὲρ γὰρ τὸν ἐξωτάτω κύκλον τῆς οἰκουμένης ἀτεχνῶς οἷον ἐν τειχισμῷ πόλεως δεύτερον ἀγαγόντες ἕτερον εὐκαμπέστερόν τε καὶ εὐφυλακτότερον, ἐνταῦθα τείχη τε προὐβάλεσθε καὶ πόλεις ἐφορίους ἐδείμασθε, ἄλλας ἐν ἄλλοις μέρεσι πληρώσαντες οἰκητόρων, τέχνας τε ὑπουργοὺς δόντες αὐτοῖς καὶ τἄλλα κοσμήσαντες. ὥσπερ δὲ τάφρος κύκλῳ περιείργει στρατόπεδον, ὥστε οὐδὲ δέκα παρασάγγαι2 λογιζομένῳ τοῦ περιβόλου τούτου τὸ περίμετρον, οὐδʼ εἴκοσιν, οὐδʼ ὀλίγῳ πλείους, οὐδʼ εἴποις ἂν εὐθὺς ὁπόσον, ἀλλʼ ὅσον Αἰθιοπίας τὸ ἐποικούμενον καὶ Φᾶσις ἐνθένδε καὶ Εὐφράτης ἄνω, καὶ πρὸς ἐσπέραν ἡ μεγάλη τελευταία νῆσος ἐντὸς ἀποκλείουσι, τοῦτο πᾶν ἔξεστι κύκλον καὶ περίβολον τῶν τειχῶν εἰπεῖν. τὰ δὲ οὐκ ἀσφάλτῳ οὐδὲ πλίνθῳ ὀπτῇ δέδμηται, οὐδὲ κόνει στιλπνὰ ἕστηκεν, ἀλλʼ ἐστὶ μὲν καὶ ταῦτα νομιζόμενα ἐφʼ ἑκάστων τῶν τόπων, καὶ μάλα πολλὰ, καὶ τοῖς λίθοις, ὥσπερ Ὅμηρος ἔφη τὸν κατʼ οἰκίαν τοῖχον, ἅμα καὶ ἀκριβῶς ἡρμοσμένα, ἄπειρά τε μεγέθη καὶ λάμποντα χαλκοῦ στιλπνότερον. ὁ δὲ δὴ πολὺ μείζων καὶ σεμνότερος κύκλος πάντη παντάπασιν ἀρραγὴς καὶ ἄλυτος πολὺ πάντας ὑπερλάμπων, καὶ οὐδεὶς τῶν πώποτε οὕτω παγείς. τούτων τῶν τειχῶν προασπίζουσιν ἄνδρες3 φυγὴν οὐ νομίσαντες, ἡρμοσμένοι πρὸς ἀλλήλους ἐκείνῃ τῇ ἁρμονίᾳ, ᾗ τοὺς Μυρμιδόνας Ὅμηρός φησι, πρὸς ὃν εἶπον τοῖχον τότε εἰκάζων, πᾶσι τοῖς ὀργάνοις τοῦ πολέμου συνεχῆ μὲν οὕτως, ἀλλήλοις τὰ κράνη, ὡς μὴ εἶναι μέσον ὀϊστὸν διεξελθεῖν, ἀσπίδες δὲ ὑπὲρ κεφαλῆς ἐξαρθεῖσαι μετεώρους ἂν δέχοιντο δρόμους, τοσούτῳ στερροτέρους τῶν κατʼ ἄστυ ποιητῶν4 ὥστε καὶ ἱππεῦσιν ἔξεστιν ἐπιθεῖν, καὶ τοῦτο δὴ τὸ Εὐριπίδου, κατάχαλκον ὁρᾶν πεδίον τότε φήσεις ἀληθῶς. θώρακες δὲ οὕτως ἀλλήλων ἔχονται ὥστε εἰ καὶ γυμνὸν τάξαις τὸν μέσον, ἀρκεῖν αὐτῷ τὰ ἑκατέρωθεν ἀπαντῆσαι μέχρι τοῦ μέσου· οἱ δὲ ἄκοντες οἷον ἐκ Διὸς περιπίπτοντες ἀλλήλους ἐγκαταλαμβάνουσι. τοιαίδε αἱ ἁρμονίαι συγκέκλεινται, ὅ τε τῶν διεξόδων κύκλος τειχῶν τε καὶ ὁ τῆς πάσης ἔφορος γῆς. πάλαι μὲν οὖν Δαρεῖος μετʼ Ἀρταφέρνου καὶ Δάτιδος νήσου μιᾶς μίαν πόλιν ἠδυνήθη σαγηνεύσας ἑλεῖν, ὑμεῖς δʼ ἅπασαν, εἰ οἷόν τʼ εἰπεῖν, σαγηνεύσαντες τὴν οἰκουμένην οὕτως σώζετε τοῖς κοινοῖς αὐτὴν πολίταις τε καὶ ξένοις, οὓς, ὥσπερ ἔφην, ἐξ ἁπάντων προκρίναντες ἐξηγάγετε, ἐλπίδας τε παραστήσαντες τοῖς γιγνομένοις ἀγαθοῖς ἀνδράσι μὴ μεταμελήσειν.5 οὐ γὰρ ἐξ εὐπατριδῶν ἔσεσθαι τὸν ἀεὶ πρῶτον δυνάμενον καὶ δεύτερον τὸν δεύτερον καὶ τὴν ἄλλην τάξιν ὡσαύτως, ἧς ἂν ἕκαστος ἀξίας ᾖ, ταύτην σχήσειν, ἅτε οὐ λόγων, ἀλλʼ ἔργων ἐνταῦθα κρινόντων τοὺς ἀγαθούς· παραδείγματά τε ἐμφανῆ πᾶσι τούτων ποιήσαντες, ὥστε ἅπαντας μὲν ἀργίαν συμφορὰν ἡγεῖσθαι, τὰς δὲ πράξεις
因此,关于城墙,诸君亦深谋远虑,精心运筹;如今正当论及此事。因为对于诸君这座城邦,人们既不能仿效斯巴达人的自矜而称其为无城之邦,亦不能因其效仿巴比伦的奢华而称其为深沟高垒之城,抑或如古往今来任何以更高亢之势构筑城池的邦国;相反,诸君将那等筑城之法揭示为儿戏,且实实在在不过是妇人之作。因为诸君以为,若将城墙仅仅环绕在城邦自身周围,便如同将其遮掩隐藏,又如同畏避臣民而逃匿,这既是卑怯之举,亦有悖于诸君一贯的高远抱负,正如一个主人显露出畏惧自家奴仆的神色。然而诸君绝非漠视城墙,而是将其环绕在整个帝国之外,而非仅仅围住本城;诸君将它们耸立在尽可能遥远的地方,壮丽恢弘,无愧于诸君的尊严,使置身其圆环之内的人皆得瞻望;但若有人欲亲见之而自本城举步前行,其路程需耗费数月乃至数年。正如在城邦筑垒时构筑第二道更为延展、更易防守的外墙一般,诸君在整个天下最外层的圆环之外,推展出防线,筑造起边境要塞,在不同地带迁入充实的居民,授予其辅助百工,并以诸般体制加以整饰。又如深壕环绕军营——以至于对此道外围周长作计算之人而言,它绝非十个或二十个帕拉桑,亦非仅稍多于此,甚至无法脱口言明其数,而是凡为埃塞俄比亚之定居地、此地的法西斯河、上游的幼发拉底河以及西陲最尽头之巨岛所闭锁于其内的广袤全境,皆可被称为诸君城墙的圆环与周界。这些城防并非以沥青或熟砖砌就,亦非涂抹石灰而闪耀立起——尽管在这些地方的每一处,依照惯例亦存在大量这般工事,其石块紧密严整地嵌合,正如荷马形容宅邸之墙壁,体量无际,辉光更甚青铜。然而,那远为宏大而尊严的圆环,处处全无裂隙、牢不可破,其光华远迈一切,且自古至今从未有过如此坚牢之壁垒。在这些城墙之前担任前锋戍卫的,乃是绝不知退缩溃逃之勇士,他们彼此以荷马形容密尔弥冬人时的那种严整协调嵌合相依——荷马当时亦正是将其比拟为我所提及的那面墙壁:他们所有的作战器械如此绵延紧凑,头盔与头盔彼此相触,以至于箭矢亦无从穿过其间;举过头顶的盾牌甚至能够承受悬空的通道,其坚固程度远胜城中所造者,以至于连骑兵亦可在其上纵马驰骋;届时人们便能如欧里庇得斯所言,真正叹谓亲眼目睹了“一片尽披青铜之原野”。他们的胸甲彼此紧贴,即便将一赤身裸体之人置于其中,两侧相交之甲胄亦足以掩护其身躯直至正中;而投枪则宛如自宙斯处倾泻而下,彼此追及相接。城墙出击防线的圆环与监临整个大地的藩篱,正是以此等紧密结构相互闭合。昔日大流士与阿尔塔弗涅斯、达提斯一道,不过能够以拉网之法围擒一座岛屿上的一座城邦;而诸君则可以说将整个天下网罗于怀,以此等既是本邦公民亦兼具属民身份的共同卫士庇护着天下——正如我所言,诸君从万民中精选并引出了他们,并向这些成长为勇士之人昭示了绝不会后悔的希望。因为位居首位者未必世代出自名门显贵,次席者亦然,其余阶层皆是如此;每个人都将获得与其德能相符的位阶,因为在此处评判勇士的乃是实绩而非虚言。诸君将这些原则化为万民皆见的昭彰典范,使得所有人皆以怠惰为祸患,而以功绩
- 219μηνῶν τε καὶ ἐνιαυτῶν ἀρξαμένῳ βαδίζειν ἀπὸ τῆς πόλεως
ἀρξαμένῳ 为关系与格或“评判者与格”(dativus iudicantis),设定了一个从罗马城起步前行的假想主体;μηνῶν τε καὶ ἐνιαυτῶν 为表时间的属格,在表语位置上表示该旅程需耗费“数月乃至数年之久”。
- 219ὥσπερ δὲ τάφρος κύκλῳ περιείργει στρατόπεδον, ὥστε οὐδὲ δέκα παρασάγγαι...
该句由 ὥσπερ 引出的比喻起笔,中间插入了由 ὥστε 引导的关于周长难以计量的冗长从句,最终落实于 ἀλλʼ ὅσον... τοῦτο πᾶν ἔξεστι κύκλον καὶ περίβολον τῶν τειχῶν εἰπεῖν。其核心骨架为“正如深壕环绕军营一般,这整个辽阔的边疆全境皆可称为城墙的圆周”。
- 220τούτων τῶν τειχῶν προασπίζουσιν ἄνδρες
τούτων τῶν τειχῶν 为复合动词 προασπίζουσιν(“在……前方执盾护卫”、“戍卫”)所支配的属格补足语,前缀 πρό- 决定了其后接属格的结构。
- 220τοσούτῳ στερροτέρους τῶν κατʼ ἄστυ ποιητῶν
τῶν κατʼ ἄστυ ποιητῶν 为比较级 στερροτέρους 所要求的比较属格。ποιητῶν 承接前文 δρόμους(意为“人工建造的〔通道/跑道〕”)或名词化作“所造之物”,指高举的龟甲盾阵所形成的空中通道远比城中人工建造的更为坚固。
- 220ἐλπίδας τε παραστήσαντες τοῖς γιγνομένοις ἀγαθοῖς ἀνδράσι μὴ μεταμελήσειν
μὴ μεταμελήσειν 为无人称动词 μεταμέλει 的将来时不定词,用以补充说明 ἐλπίδας παραστήσαντες(“昭示了希望”)的内容;与格 τοῖς γιγνομένοις ἀγαθοῖς ἀνδράσι 则是该无人称结构中体验“后悔”的主体。
