- 底本
- Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg014.humanitext-grc2:217-218
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者称颂罗马在军事制度上的卓越智慧:罗马并不烦劳本土市民从军,而是从各行省精选合格之才授予公民权,组建常备军戍守边疆。
ἀλλὰ τὰ περὶ τὴν ὅλην ἀρχήν τε καὶ τὴν περὶ ταύτην πολιτείαν εἴρηται ὅντινʼ ἔγνωτε τρόπον καὶ ὅπως κατεστήσασθε· περὶ δὲ τοῦ μαχίμου καὶ τῶν κατὰ στρατείας νῦν καιρὸς εἰπεῖν, ὅπως αὖ καὶ τοῦτʼ ἐπενοήσατε καὶ ἥντινα τάξιν αὐτῷ ἀπέδοτε. θαυμαστὴ ἄρʼ ἦν καὶ ἡ περὶ τοῦτο σοφία καὶ παράδειγμα εἰς τὸ παντελὲς οὐκ ἔχει. μέχρι γὰρ τοῦ τὸ μάχιμον ἀποκρῖναι1 καὶ Αἰγύπτιοι προῆλθον καὶ ἐδόκουν τοῦτο σοφώτατον εὑρεῖν, ὅτι αὐτοῖς ἰδίᾳ ἀπὸ τῶν ἄλλων ἵδρυντο οἱ προπολεμοῦντες τῆς χώρας, ὥσπερ καὶ ἄλλα πολλὰ παρὰ τοὺς ἄλλους ἐδόκουν εἶναι, ᾗ φασιν, Αἰγύπτιοι σοφοί. τοῦτο δὲ ὑμεῖς κατὰ ταυτὸ γνόντες οὐ ταυτὸν ἐποιήσατε, ἀλλὰ τοσούτῳ κάλλιον καὶ σοφώτερον αὐτοὶ διείλεσθε, ὥστε ἐν ἐκείνῳ μὲν τῷ συντάγματι οὐκ ἦν ἴσον ἔχειν τῆς πολιτείας ἀλλήλοις, ἀλλʼ ἦσαν ἐν τῷ χείρονι οἱ στρατευόμενοι τῶν ἡσυχαζόντων μόνοι πονοῦντες διʼ αἰῶνος, οὔκουν ἴσως οὐδὲ ἡδέως εἶχον αὐτοῖς· παρʼ ὑμῖν δὲ ἁπάντων ἐχόντων τὸ ἴσον τὸ μάχιμον δυνατὸν χωρὶς ἱδρῦσθαι. οὕτω καὶ Ἑλλήνων τόλμα καὶ Αἰγυπτίων καὶ ὅτων εἴποι τις ἂν τῆς ὑμετέρας ἡττᾶται. καὶ τοσοῦτον ὑμῶν λειπόμενοι πάντες τοῖς ὅπλοις, ἔτι τῇ γνώμῃ πλέον εἰσὶν ὀπίσω· τὸ μὲν γὰρ τοὺς ἀπὸ τῆς πόλεως στρατεύεσθαι καὶ ταλαιπωρεῖν οὐκ ἄξια τῆς ἀρχῆς καὶ τῆς παρούσης εὐδαιμονίας ἀπολαύειν εἶναι ἐνομίσατε, ξένοις δὲ οὐκ ἐπιστεύσατε· ἔδει δὲ στρατιωτῶν πρὸ τῆς ἀνάγκης. πῶς οὖν ἐποιήσατε; εὕρετε οἰκεῖον στράτευμα τῶν πολιτῶν οὐκ ἐνοχλουμένων. τοῦτο δὲ ὑμῖν ἐπόρισεν ἡ περὶ πάσης τῆς ἀρχῆς βουλὴ καὶ τὸ μηδὲν ἐκκρίνειν ξένον εἰς μηδὲν ὧν ἂν δύνηταί τε καὶ δέῃ ποιεῖν. τίς οὖν ἡ συλλογὴ καὶ τίς ὁ τρόπος; ἐλθόντες ἐπὶ πᾶσαν τὴν ὑπήκοον ἐντεῦθεν ἐσκέψασθε τοὺς λειτουργήσοντας τήνδε τὴν λειτουργίαν· καὶ ὡς εὕρετε, ὁμοῦ τῆς τε πατρίδος ἀπηλλάξατε καὶ τὴν ὑμετέραν αὐτῶν πόλιν ἀντέδοτε αὐτοῖς· ὥστε καὶ αἰσχυνθῆναι τὸ λοιπὸν αὐτοὺς ἐκείνους γʼ ἂν εἰπεῖν,2 ὅθεν ἦσαν τὸ ἀρχαῖον. ποιησάμενοι δὲ πολίτας, οὕτως καὶ στρατιώτας ἐποιήσατε ὥστε τούς τε ἀπὸ τῆς πόλεως μὴ στρατεύεσθαι καὶ τοὺς στρατευομένους μηδʼ ὁτιοῦν ἧττον εἶναι πολίτας, τῆς μὲν ἀρχαίας ἀπόλιδας γεγενημένους ἅμα τῇ στρατείᾳ, τῆς δʼ ὑμετέρας πολίτας τε καὶ φρουροὺς ἀπὸ τῆς αὐτῆς ἡμέρας. καὶ πάντες τε οὕτως ἕπονται καὶ πόλις οὐδεμία δυσμεναίνει, ἀλλὰ τοσούτους γε ἀφʼ ἑκάστων ᾐτήσατε, ὅσοι μήτε τοῖς διδοῦσιν ἔμελλον ἄχθος ποιήσειν μήτε αὐτάρκεις ἔσεσθαι πλήρωμα ἑνὸς οἰκείου στρατεύματος παρασχέσθαι· ὥστε εὔνοιαν μὲν ἅπασαν ἔχειν τὰς πόλεις τοῖς ἐκπεμφθεῖσιν, ὡς κοινοῖς ἑαυτῶν, ἰδίᾳ δὲ ἑκάστῃ μηδʼ ἡντινοῦν εἶναι δύναμιν ἀπὸ τῶν αὑτῆς, μηδὲ βλέπειν ἄλλοσε τοὺς ἐξελθόντας ἢ πρὸς ὑμᾶς, διὰ τὸ πρὸς τοῦτο μόνον καλῶς συντετάχθαι. καὶ μὴν τούς γε ἐπιτηδειοτάτους ἑκασταχόθεν ἐπιλέξαντες κέρδος οὐ μικρὸν τοῦτο εὕρεσθε· οὐ γὰρ ᾤεσθε δεῖν ἐπὶ μὲν τὰς πανηγύρεις καὶ τοὺς στεφανίτας ἀγῶνας τοὺς ἄριστα πεφυκότας καὶ τοῖς σώμασι προὔχοντας ἐγκριθέντας ἀσκεῖσθαι,3 τοὺς δὲ τῶν μεγίστων καὶ ἀληθινῶν ἔργων ἀγωνιστὰς καὶ νικηφόρους ἐσομένους ὁπόσοις ἂν τύχῃ νικᾶν ὑπὲρ ἀρχῆς τοιαύτης, τούτους δὲ ἐπὶ καιροῦ συνελθεῖν καὶ μὴ πόρρωθεν τοὺς μεγίστους τε καὶ μάλιστα ἐπιτηδειοτάτους ἐξ ἁπάντων ἐπιλεχθέντας ἀσκεῖσθαι, ὅπως εὐθὺς ἑστῶτες ὑπερέχοιεν. τούτους δὴ ἄρα καθάραντες καὶ φυλοκρινήσαντες τὸ κοινὸν τῶν ἀρχόντων, οὐ χωρὶς ὧν εἶπον οὐδʼ ὥστε φθονεῖν ἐξεῖναι μᾶλλον τοῖς ἄλλοις τοῖς ἐπὶ τῆς πόλεως μένουσιν, ἅτε οὐκ οὖσιν ὁμοτίμοις τὸ ἀρχαῖον, ἀλλʼ ἐν τιμῆς αὐτοὺς μέρει λήψεσθαι τὴν μετουσίαν τῆς πολιτείας, οὕτως εὑρόντες τε καὶ διαθέντες αὐτοὺς ἠγάγετε ἐπὶ τὰ πέρατα τῆς ἀρχῆς, κἀνταῦθα διαστήσαντες ἄλλοις ἄλλα φυλάττειν ἀπενείματε.
关于整个帝国以及统摄帝国的政体,诸君秉持何种意图、又是如何确立的,皆已陈说;而关于军力与战阵之事,如今正当阐明,诸君又是如何运筹此事并赋予其何种体制。诸君在此事上的智慧亦实属令人赞叹,且绝无完全相合的前例可循。因为远在埃及人便已懂得将战士阶层从常人中区分开来,并以此举为绝顶明智之发现,使为国土征战之人脱离其余人等而独立驻设;正如世人所传,埃及人在许多其他方面亦被视为远迈常人般明智。然而诸君在洞察同一道理的同时,却并未行同出一辙之事,反倒以更卓越、更明智的方式完成了区隔:在埃及人的制度中,彼此无法在政体中享有平等的权利,从军者反倒沦落到比安居者更低下的境遇,终身独力承受辛劳,因而他们彼此之间既无平等,亦乏悦服之心;而在诸君治下,所有人皆得享平等的权利,军力却依然能够单独设置。因此,无论希腊人的勇毅、埃及人的胆略,抑或任何人所能提及之族群,皆不免逊于诸君。万民在武备上固然远落诸君之后,在才识上相距则尤为悬殊。因为诸君以为,让本城的市民去服役受苦,既配不上帝国的尊严,亦无从享用当下的繁荣,但诸君对异族佣兵亦不予托付;然而在危机降临之前,便需有精兵常备。那么诸君是如何措置的?诸君寻得了一支属于自家的军队,且无需叨扰本土市民。而这正得益于诸君关照整个帝国的远见,得益于诸君绝不将任何外邦人排斥于其力所能及且理应承担之重任之外。那么,这究竟是怎样的招募,又是何种途径?诸君遍历所有臣属之地,从中审度堪当此项重任之人;一旦寻获,便在使他们脱离故土的同时,将诸君自己的城邦赐予他们作为回报;以至于自此之后,即便这些人自身亦会羞于言及自己究竟原籍何方。诸君先将他们纳为公民,继而将他们铸就为战士,其结果是本城居民无需从军征战,而从军之人在公民身份上亦丝毫不逊于人,他们在服役之始便卸除了旧邦籍贯,并于同日起成为诸君城邦的公民与戍卫。万民皆如此顺从,未有一城怀有忿懑;因为诸君向各邦征召的人数,既不致给供给者带来重负,亦不足以自成一体而凑足一支属于本土的独立军旅;从而使得各邦对派遣出征之人怀有全然的善意,视若彼此共有之人,但个别城邦绝无可能凭借自身之人聚成任何兵力,出征之人亦除诸君之外别无顾盼,因其编成之初便完全只为此一目的而整饬。不仅如此,诸君从各地精选最合宜之才,由此获益匪浅。诸君绝不认为,在盛典与夺冠的竞技中,尚且需要对天资绝伦、体格出众之人加以甄选并予磨砺,而对于承担最伟大、最真实之伟业的搏击者,对于为这般帝国在任何交锋中克敌制胜之人,反倒任凭他们在危难之际仓促成军,而不去早早从万民中精选出最高大、最合宜之人加以训诫,使他们一经列阵便能立于不败之地。诸君诚然将这些人淘洗,并将统治者的大体加以甄选,且并未脱离我所提及的准则,亦不致使留居本城的其余之人产生嫉妒——因为他们起初并非平起平坐之人,如今是以荣宠的身份获享政体的分额——诸君既已将他们发掘并整饬就绪,便将他们引向帝国的边陲,在那里分兵驻守,各授以守土之责。
- 217μέχρι γὰρ τοῦ τὸ μάχιμον ἀποκρῖναι
介词 μέχρι 支配带冠词属格的定语化不定式短语 τοῦ τὸ μάχιμον ἀποκρῖναι。动词 ἀποκρῖναι 意为“分离、区分”,此处指古埃及将战士阶层(τὸ μάχιμον)从普通民众中划界分立的职业制度。
- 218ὥστε καὶ αἰσχυνθῆναι τὸ λοιπὸν αὐτοὺς ἐκείνους γʼ ἂν εἰπεῖν
在引导结果从句的 ὥστε 内部,小词 ἄν 与不定式 αἰσχυνθῆναι 结合,表达潜在语气(相当于希求法加 ἄν,意为“以至于他们自己甚至会感到羞于说出”),其后进一步带补足不定式 εἰπεῖν。
- 218οὐ γὰρ ᾤεσθε δεῖν ἐπὶ μὲν τὰς πανηγύρεις ... τούτους δὲ ἐπὶ καιροῦ συνελθεῖν καὶ μὴ πόρρωθεν ... ἀσκεῖσθαι
句首的否定词 οὐ 统摄整个动词短语 ᾤεσθε δεῖν。在 ἐπὶ μὲν 与 τούτους δὲ 的对衬结构中,δέ 从句中的“临时仓促聚集且不预先训练(καὶ μὴ ... ἀσκεῖσθαι)”作为 δεῖν 的补足成分被整体否定,构成了反问与强调:连竞技之人都需经受严训,捍卫帝国的真正战士绝不可临渴掘井而未受先期磨砺。
