- 底本
- Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg014.humanitext-grc2:211-212
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者指出留克特拉战役后忒拜的霸权同样短命且招致痛恨,进而论证希腊各邦虽有抗击外敌的勇气,却全无统治的技艺,因自相矛盾的驻军与自毁性的属民治理政策而自取衰亡。
πόλεις. ἐπειδή τε τοῖς ἐκείνων ἀδικήμασι καὶ τῷ μίσει τῷ διὰ ταῦτα εἰς αὐτοὺς παρὰ τῶν Ἑλλήνων αὐξηθέντες Θηβαῖοι ἐκράτησαν αὐτῶν τὴν ἐν Λεύκτροις μάχην, ὁμοῦ τε Λακεδαιμόνιοι ἐκποδὼν ἦσαν καὶ Θηβαίους οὐδεὶς αὖ φέρειν ἠδύνατο μίαν μάχην εὐτυχήσαντας. ἀλλά τοι ἐφάνθη λυσιτελοῦν ἔτι τὴν Καδμείαν ἀνέχεσθαι μᾶλλον ἢ κεκρατηκέναι Λακεδαιμονίων, οὕτως ἐμισήθησαν. καὶ ταῦτα οὐ δή που κατηγορίας ἕνεκα κοινῆς τῶν Ἑλλήνων συνεσκευασάμην, ὥσπερ ὁ θαυμαστὸς ἐκεῖνος ὁ τὸν Τρικάρανον ποιήσας,1 μήποτε ἀνάγκη τοσαύτη γένοιτο, ἀλλʼ ἐκεῖνο ἐπιδεικνύναι βούλομαι ὅτι οὔπω πρὸ ὑμῶν ἦν τὸ ἄρχειν εἰδέναι· εἰ γὰρ ἦν, ἐν τοῖς Ἕλλησιν ἦν ἂν, οἳ πλεῖστον δή που τῶν γε ἄλλων σοφίᾳ διήνεγκαν· ἀλλὰ καὶ τοῦτο ὑμέτερόν ἐστιν εὕρημα καὶ ὁμοῦ τοῖς ἄλλοις ἐπεισελθόν. ἐπεὶ τό γε λεχθὲν ἐπʼ Ἀθηναίων κινδυνεύει καὶ περὶ πάντων εἴ τις εἴποι τῶν Ἑλλήνων ἀληθὲς εἶναι, ἐπεὶ τοῖς μὲν ἄρχουσιν ἀντιστῆναι καὶ κρατῆσαι Πέρσας καὶ Λυδοὺς καὶ πλοῦτον καὶ πόνους ὑπενεγκεῖν ἀγαθοὶ παντὸς μᾶλλον ἦσαν, ἄρχειν δὲ αὐτοὶ ἔτι ἀπαίδευτοι ἦσαν, πειρώμενοί τε ἐσφάλλοντο. καὶ πρῶτον μὲν φρουροὺς εἰσέπεμπον εἰς τὰς πόλεις, οἳ τῶν μὲν ἐπιχωρίων ἑκάστων καὶ εἰς οὓς ἐπέμποντο οὐκ ἐλάττους ἀεὶ δήπουθεν ἦσαν· ὑπόνοιαν δὲ ἐποίουν καὶ τοῖς μήπω φρουρουμένοις ὡς πάντα πρὸς ἰσχὺν καὶ βίαν ἄγοντες. ἀμφότερα οὖν συνέβαινε, μήτε τὰς πόλεις ἀσφαλῶς ἔχειν καὶ προσέτι μισεῖσθαι καὶ τὰ κακὰ τῆς ἀρχῆς ἀντὶ τῶν τῆς ἀρχῆς ἀγαθῶν καρποῦσθαι, τὴν μὲν πλεονεξίαν οὐ βέβαιον, τὴν δὲ τῆς πλεονεξίας δόξαν ἰσχυρὰν ἔχοντας. ἔπειτα τί πρὸς τούτοις συνέβαινε διασπωμένους ἀεὶ καὶ διαιρουμένους ἀσθενεστέρους τὰ οἴκοι γίγνεσθαι καὶ μὴ ἱκανοὺς τὴν ἑαυτῶν σώζειν, διὰ τὸ ζητεῖν τὴν ἑτέρων ἔχειν. οὔτʼ οὖν ὧν ἄρχειν ἐφίεντο ὑπερβαλέσθαι τότε ἠδύναντο πλήθει τούτων ὧν ἔπεμπον οὔθʼ ἑαυτοῖς τὸ μένειν ἴσοις κατέλιπον, ἀλλʼ ἦσαν ἐλάττους μὲν ἔξω, ἐλάττους δὲ οἴκοι, καὶ τὸ προϊέναι τὴν ἀρχὴν αὐτοῖς εἰς ἄπορον καθίστατο οὐκ ἔχουσι τὰ τελευταῖα διʼ ὅτων αὐτὴν καθέξουσιν· ὥστε τοὔμπαλιν ἔσπευδον ὧν ἐδέοντο. καὶ ἦν τὸ μὲν προχωρεῖν αὐτοῖς ἃ ἐβούλοντο ἀμήχανον καὶ κατάρας ἐγγὺς, τὸ δὲ μὴ προχωρεῖν κουφότερόν τε καὶ ἥττους ἔχον τοὺς φόβους. οὐδὲν γὰρ ἄλλο ἢ διοικιζομένοις ἐῴκεσαν ἀντὶ ἀρχόντων καὶ πονοῦσιν ὑπὲρ τοῦ πονεῖν. ἅμα γὰρ τῷ τέλει τὸ κεφάλαιον εὐθὺς ἐλάνθανε λυόμενον, καὶ πάλιν εἰς ταυτὸ κατὰ τοὺς ποιητὰς κατῄει. ἔτι δʼ οὔτʼ ἰσχύειν αὐτοῖς συνέφερε τοὺς ἀρχομένους διὰ τὰς ἐπιβουλὰς οὔτʼ ἀσθενεῖς εἶναι διὰ τοὺς παρὰ τῶν ἔξωθεν αὖ πολέμους καὶ ὅπως ᾖ τι πλέον τῆς συμμαχίας, ἀλλʼ ἐπεπόνθεσαν πρὸς αὐτοὺς παραπλήσιον ὅπερ οἱ ἐν ταῖς παιδιαῖς τῇ μὲν εἰς τοὔμπροσθεν ἄγοντες, τῇ δʼ εἰς τοὔπισθεν ἀνθέλκοντες, οὐκ ἔχοντες ὅ τι χρήσονται, ἀλλʼ οἷον εἶναί τε καὶ μὴ εἶναι αὐτοὺς βουλόμενοι αὐτοὶ μεταχειριζόμενοί τε καὶ ἄγοντες, ἐν οἷς σπεύδουσιν εἰπεῖν οὐκ ἔχοντες. τὸ δὲ πάντων γελοιότατόν τε καὶ ἀτοπώτατον, ἐπὶ γὰρ τοὺς ἀφισταμένους αὐτῶν τοὺς λοιποὺς ἐν νῷ τὸ αὐτὸ ποιεῖν ἔχοντας ἠνάγκαζον ἰέναι, παραπλήσιον ποιοῦντες ὥσπερ ἂν εἰ αὐτοὺς τοὺς ἀφεστηκότας ἐφʼ ἑαυτοὺς ἔπειθον ἰέναι,2 καὶ οὐκ ἐλογίζοντο τοὺς τῆς ἐκείνων ὄντας μερίδος τούτους ἐπʼ αὐτοὺς ἄγοντες, οἷς οὐκ ἐλυσιτέλει δή που καθʼ αὑτῶν καταδεικνύναι τὸ τοῖς ἄλλοις σπουδῇ βοηθεῖν. ὥστε κἀνταῦθα τοὐναντίον ἢ ἐβούλοντό τε καὶ συνέφερε διεπράττοντο· βουλόμενοι γὰρ τοὺς ἀφισταμένους προσάγεσθαι καὶ τοὺς παραμένοντας ἂν ἐποίουν ἀφίστασθαι.3 ἐδείκνυσαν γὰρ αὐτοῖς ὅτι μένοντες μὲν ἐπʼ ἀλλήλους ὑπάρξουσιν αὐτοῖς, κοινῇ δʼ ἅπαντες ἀποστάντες ἐλεύθεροι βεβαίως ἔσονται· οὐ γὰρ καταλείψουσι τελευτῶντες διʼ ὧν ληφθήσονται. ὥστε τοσούτῳ περὶ αὑτοὺς ἦσαν φαυλότεροι τῶν ἀπίστων
……各个城邦。及至忒拜人因斯巴达人的恶行以及希腊人由此对其产生的仇恨而势力渐盛,在留克特拉之战中击败了斯巴达人,拉刻代蒙人随即便退出了历史舞台;然而,仅仅在一场战役中得利的忒拜人,转瞬之间又无人能够忍受了。事实上,比起忒拜人战胜拉刻代蒙人,继续忍受卡德摩斯城堡的驻扎倒显得更为有利了;他们遭人痛恨竟至于如此地步。当然,我把这些事情汇集起来,绝非如那位炮制了《三头怪物》的奇人那样意在对全体希腊人进行共同控告——但愿永远不会产生这等必要!——而只是想表明,在诸君罗马人之前,根本就不曾存在懂得如何进行统治的技艺。因为倘若曾存在过,它本该出现在希腊人当中,毕竟希腊人以智慧超越凡庸远甚于其他任何人;然而,这项技艺同样是诸君的发明,是随着诸君的其他功业一同问世的。因为关于雅典人所说的那些评断,即便有人将其适用于所有希腊人,恐怕亦属实情:也就是说,在反抗统治者、击败波斯人与吕底亚人、承受财富与苦难方面,他们无比出色,但在自身统治方面,他们却仍未受教化,一经尝试便屡遭挫折。 首先,他们向各城邦派遣守卫部队,这些卫兵的人数绝不少于他们所进驻的各个城邦的本地人口;他们还让那些尚未被派驻守军的人心生猜忌,仿佛一切都在依仗武力与强暴。于是便产生了双重后果:既无法稳固地保有各城邦,又招致了仇恨,所收获的不是统治的益处,而是统治的恶果;他们所占取的便宜脆弱易碎,而贪得无厌的恶名却牢不可破。其次,除这些之外还发生了什么?由于不断地分散与割裂,他们在本土的力量日益衰弱,因妄图霸占他人的土地,甚至无力保全自身的家园。因此,无论凭借派出的兵力在数量上压倒那些他们企图统治的人,还是使自己留在本土的力量与往昔相当,他们当时都无能为力;相反,他们在境外人数微薄,在本土同样兵力寡弱,帝国的前景陷入了绝境,因为他们最终缺乏足以维系它的力量;以至于他们竭力追求的,恰恰是与其所需截然相反之物。 而且,他们所企盼的若得以实现,非但难以施行且近乎诅咒,反倒是未能实现才更为轻松、带来的恐慌亦更少。因为他们看起来根本不像是统治者,反倒像是流离失所之人,只是为了劳苦而劳苦。正如诗人们所说,每当到达顶点的那一刻,那座庞然大物在不知不觉中便立即瓦解,再度坠回原地。再者,由于担心阴谋叛乱,被统治者强大对他们并无益处;但由于抵御外敌的战事以及为了从结盟中获取助益,被统治者弱小同样不利于他们。他们对待被统治者,恰如孩童游戏中的人一样,一会儿往前拉,一会儿又往后扯,不知该如何安置他们,自己一边调度统驭,一边却又仿佛既希望他们存在又不希望他们存在,连自己究竟在图谋什么都无法言明。 而在这一切之中最为荒谬怪诞的是:他们竟然强迫那些心中同样盘算着反叛的其余属民,去征讨那些已经反叛的人;这无异于劝说叛乱者自己去攻打自己!他们根本没有算计到,自己派去征剿反叛者的,正是属于反叛者一派的人,而为统治者竭力效劳、立下反噬自身的先例,对这些人来说显然毫无益处。因此在这件事上,他们所达成的结果再次与其所愿望的和对其有益的背道而驰:本想收服反叛者,却反倒促使那些尚未反叛的人也走向叛离。因为他们正是在向属民表明:若是继续顺从,他们就将沦为自相残杀的工具;若是全体联合叛乱,他们便能稳固地获得自由;因为他们最终不会留下任何可供制伏自己的力量。以至于他们在处置自身利益方面,竟比那些不可信赖的属民还要愚钝拙劣。
- 211ὁ τὸν Τρικάρανον ποιήσας
定冠词 ὁ 与不定过去时分词 ποιήσας 结合的名词化结构,充当句子的主语。此处指涉撰写了小册子《三头怪物》(将雅典、斯巴达、忒拜三霸权城邦比作三头怪兽加以抨击)的作者。
- 212ὥσπερ ἂν εἰ αὐτοὺς τοὺς ἀφεστηκότας ἐφʼ ἑαυτοὺς ἔπειθον ἰέναι
由 ὥσπερ ἂν εἰ 引领并接未完成过去时直陈式 ἔπειθον 的非真实比较句,表示一种与事实相反的虚拟假设情况:“仿佛他们正在劝说叛乱者自己去攻打自己一样”。
- 212καὶ τοὺς παραμένοντας ἂν ἐποίουν ἀφίστασθαι
语气小词 ἄν 与未完成过去时直陈式 ἐποίουν 结合,在结果从句语境中表达过去情形下必然或潜在发生的结果:“势必会促使那些留下来的人也走向背叛”。
