- 底本
- Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg014.humanitext-grc2:213-214
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者总结了以往希腊城邦因缺乏统治技艺而陷入孤立与崩溃的历史教训,进而赞颂罗马在帝国扩张中完善了统治之术,将天下划分为公民与臣民,并将“罗马人”这一称号提升为能与普世抗衡的普遍概念。
συμμάχων, ὅσῳ οἱ μὲν καθʼ ἑαυτοὺς ἕκαστοι ἀπεχώρουν, οἱ δὲ κοινὴν ἀπόστασιν ἐξ ὧν ἔπραττον εἰσηγοῦντο. οὕτω τότε ἀρχῆς οὔπω τάξις ἦν, οὐδʼ εἰδότες αὐτὴν ἐδίωκον, ἀλλὰ καὶ περὶ μικρὰ καὶ οἷον ἐσχατιὰς καὶ κλήρους ἔχοντες οὐκ ἠδυνήθησαν οὐδʼ αὐτὰ ταῦτα διασώσασθαι διὰ τὴν τοῦ ἄρχειν ἀπειρίαν τε καὶ ἀδυναμίαν, οὔτε φιλανθρώπως ἄγοντες τὰς πόλεις οὔτʼ ἐγκρατῶς ἔχειν δυνάμενοι, βαρεῖς ἅμα καὶ ἀσθενεῖς ὄντες. τελευταῖον δʼ οὖν γυμνωθέντες κατὰ τὸν Αἰσώπου κολοιὸν μόνοι πρὸς ἅπαντας ἐμάχοντο. τοῦτο μέντοι τὸ τοὺς πρόσθεν ἅπαντας ὡς εἰπεῖν ἀνθρώπους διαφυγὸν ὑμῖν ἐτηρήθη μόνοις εὑρεῖν τε καὶ τελεώσασθαι· καὶ θαυμαστὸν οὐδέν. ὥσπερ γὰρ τῶν ἄλλων πραγμάτων ἐπὶ ταῖς ὕλαις ἀπαντῶσιν αἱ τέχναι,1 οὕτως ὅτε ἀρχὴ μεγίστη καὶ δύναμις διαφέρουσα συνέστη, τότʼ ἐπʼ αὐτῇ καὶ ἡ τέχνη συνετέθη τε καὶ συνεισῆλθε, καὶ ἄμφω δὴ διʼ ἀλλήλων ἐκρατύνθη. διὰ μὲν τὸ τῆς ἀρχῆς μέγεθος καὶ ἡ ἐμπειρία ἀναγκαίως περιεγένετο, διὰ δʼ αὖ τὸ ἄρχειν εἰδέναι δικαίως ἅμα καὶ εἰκότως ηὔξησεν ἡ ἀρχή. τοῦτο δὴ καὶ πολὺ μάλιστα πάντων ἄξιον ἰδεῖν καὶ θαυμάσαι, τὴν περὶ τὴν πόλιν αἰτίαν καὶ τὴν τῆς διανοίας μεγαλοπρέπειαν, ὡς οὐδὲν ἐοικὸς αὐτῇ τῶν πάντων. διελόντες γὰρ δύο μέρη πάντας τοὺς ἐπὶ τῆς ἀρχῆς, τοῦτο δʼ εἰπὼν ἅπασαν εἴρηκα τὴν οἰκουμένην, τὸ μὲν χαριέστερόν τε καὶ γενναιότερον καὶ δυνατώτερον πανταχοῦ πολιτικὸν ἢ καὶ ὁμόφυλον πᾶν ἀπεδώκατε,2 τὸ δὲ λοιπὸν ὑπήκοόν τε καὶ ἀρχόμενον. καὶ οὔτε θάλαττα διείργει τὸ μὴ εἶναι πολίτην οὔτε πλῆθος τὰς ἐν μέσῳ χώρας, οὐδʼ Ἀσία καὶ Εὐρώπη διῄρηται ἐνταῦθα· πρόκειται δʼ ἐν μέσῳ πᾶσι πάντα· ξένος δʼ οὐδεὶς ὅστις ἀρχῆς ἢ πίστεως ἄξιος, ἀλλὰ καθέστηκε κοινὴ τῆς γῆς δημοκρατία ὑφʼ ἑνὶ τῷ ἀρίστῳ ἄρχοντι καὶ κοσμητῇ, καὶ πάντες ὥσπερ εἰς κοινὴν ἀγορὰν συνίασι τευξόμενοι τῆς ἀξίας ἕκαστοι. ὅπερ δὲ πόλις τοῖς αὑτῆς ὁρίοις καὶ χώραις ἐστὶ, τοῦθʼ ἥδε ἡ πόλις τῆς ἁπάσης οἰκουμένης, ὥσπερ αὖ τῆς χώρας ἄστυ κοινὸν ἀποδεδειγμένη. φαίης ἂν περιοίκους ἅπαντας ἢ κατὰ δῆμον οἰκοῦντας ἄλλον χῶρον εἰς μίαν ταύτην ἀκρόπολιν συνέρχεσθαι, ἡ δὲ οὐδεπώποτε ἀπεῖπεν, ἀλλʼ ὥσπερ τὸ τῆς γῆς ἔδαφος φέρει πάντας, οὕτω καὶ ἥδε δέχεται μὲν τοὺς ἐξ ἁπάσης γῆς, ὥσπερ τοὺς ποταμοὺς θάλαττα. κοινὸν δʼ αὐτῇ καὶ τοῦτο πρὸς τὴν θάλαττάν ἐστιν· οὔτε γὰρ ἐκείνη μείζων ὑπὸ τῆς ἐμβολῆς τῶν ποταμῶν γίγνεται, ὡς συνειμαρμένου τούτου σὺν αὐτοῖς εἰς ῥοῦν αὐτὴν ἔχειν τὸ μέγεθος,3 καὶ τῇδε ὑπὸ μεγέθους οὐδὲν ἐπίδηλον. ὥσπερ δὲ οἱ τοῖς κόλποις δεχόμενοι πάντα οὕτως κρύψασα ἔχει ἐξιόντων καὶ εἰσιόντων, ἴση οὖσά τε καὶ φαινομένη. καὶ τοῦτο μὲν δὴ τοῦ λόγου ὑπενεγκόντος οὕτω παρεφθέγχθω. ὅπερ δὲ ἐλέγομεν, μεγάλοι μεγάλως ἐμετρήσατε τὴν πόλιν, καὶ οὐκ ἀποσεμνυνάμενοι τούτῳ θαυμαστὴν ἐποιήσατε, τῷ μηδενὶ τῶν ἄλλων αὐτῆς μεταδιδόναι, ἀλλὰ τὸ πλήρωμα αὐτῆς ἄξιον ἐζητήσατε, καὶ τὸ Ῥωμαῖον εἶναι ἐποιήσατε οὐ πόλεως, ἀλλὰ γένους ὄνομα κοινοῦ τινος, καὶ τούτου οὐχ ἑνὸς τῶν πάντων, ἀλλʼ ἀντιρρόπου πᾶσι τοῖς λοιποῖς. οὐ γὰρ εἰς Ἕλληνας καὶ βαρβάρους διαιρεῖτε νῦν τὰ γένη, οὐδὲ γελοίαν τὴν διαίρεσιν ἀπεφήνατε αὐτοῖς πολυανθρωποτέραν τὴν πόλιν παρεχόμενοι ἢ κατὰ πᾶν, ὡς εἰπεῖν, τὸ Ἑλληνικὸν φῦλον,4 ἀλλʼ εἰς Ῥωμαίους τε καὶ οὐ Ῥωμαίους ἀντιδιείλετε, ἐπὶ τοσοῦτον ἐξηγάγετε τὸ τῆς πόλεως ὄνομα. τούτων δὲ οὕτω διῃρημένων πολλοὶ μὲν ἐν ἑκάστῃ πόλει πολῖται ὑμέτεροι οὐχ ἧττον ἢ τῶν ὁμοφύλων, οὐδʼ ἰδόντες πω τινὲς αὐτῶν τὴν πόλιν, φρουρῶν δὲ οὐδὲν δεῖ τὰς ἀκροπόλεις ἐχόντων, ἀλλʼ οἱ ἑκασταχόθεν
……同盟者,因为那些同盟者只是各自退却,而统治者却通过自己的所作所为引致了全面的叛乱。因此在当时,统治的秩序尚未形成,他们也未懂得统治便一味追逐;甚至仅占有微小的地方以及可谓边陲和份地,他们也因缺乏统治的经验与能力而无力保全这些领土,他们既不能仁慈地引导各城邦,也无法牢固地掌控它们,同时陷入既苛暴又衰微的境地。最终,他们就像伊索寓言中的寒鸦一样被剥个精光,不得不独自对抗所有的人。 然而,这件可以说被以往所有人遗漏的事情,却独独留给诸君去发现并加以完善;而这绝不足为奇。因为正如在其他事物中,技艺总是伴随着质料的出现而应运而生,同样,当最宏大的帝国与卓越的力量凝聚之时,统驭之术亦随之构建并一同问世,二者确实通过彼此而得以强化。一方面,由于帝国的宏大,经验必然得以产生;另一方面,由于懂得如何统治,帝国亦正当且合情合理地日益壮大。而这确实是所有事物中最值得一睹与赞叹的,即关于这座城邦的宏图与思想的恢宏气度,因为在一切事物中没有任何东西能与它相提并论。诸君将治下的所有人——说出这句话,我便已道尽了整个普天之下——划分为两部分,诸君在各地将更为儒雅、高贵与强健者指定为公民乃至同胞,而将余下的部分定为臣民与被统治者。既没有海洋隔断成为公民之路,也没有横亘其间的广袤土地造成阻碍,亚细亚与欧罗巴在此亦未被割裂开来;凡事皆公开展现在所有人面前。没有任何配享官职或信任的人会成为异邦人,反倒是在唯一一位最卓越的统治者与缔造者之下,确立了一座遍及普天之下的共同民主城邦,众人皆如走向共同的集市一般汇聚于此,各自求取与自身价值相称之物。一座城邦对其自身的疆界与土地是怎样的存在,这座城邦对于整个普天之下便是怎样的存在,仿佛它已被确立为整片大地的共同都邑。人们可以说,所有人要么是邻近的居民,要么是居住在另一乡土自治区的村社民,正一同聚集到这一座卫城之中;而它亦从未拒绝任何人,反倒像大地的基石承载一切那样,它接纳来自普天下的人们,恰如大海接纳江河。并且它与大海有着这一共通之处:大海并不因江河的注入而变得更为辽阔——仿佛命中注定它拥有容纳这些水流汇入的体量——而对于这座城邦而言,由于其宏大,亦看不出任何异样。正如那些在怀抱中接纳一切的人一样,它以此方式将出入其中的人们隐藏起来,自身始终保持并呈现出均平不变的规模。 既然论述带出了这一点,便权且作为顺带之语罢。然而正如我们此前所言,诸君身为伟大人群,以宏大的气魄度量了这座城邦;诸君并非通过故作矜持、不将城邦的权利分享给其他任何人来使它令人赞叹,而是为它寻找了与之相称的充实公民群体,并使“罗马人”不再是一座城邦的称号,而成为某种共同民族的名分,且这一民族并非万千民族中的寻常一员,而是足以与所有其余民族相抗衡的存在。因为诸君如今并未将各族划分为希腊人与异邦人,诸君让城邦的人口多于可以说整个希腊民族,也并非以此方式向他们表明那种划分是可笑的,而是将他们相对划分为罗马人与非罗马人,诸君竟将这座城邦的名字拓展到了如此境地!当这些人群如此划分之后,在每个城邦中诸君的公民人数众多,不逊于本地土著的数目,即便其中有些人甚至从未亲眼目睹过这座城邦;而占据卫城的守军也完全没有必要存在,反倒是来自各地的……
- 213ἐπὶ ταῖς ὕλαις ἀπαντῶσιν αἱ τέχναι
介词短语 ἐπὶ ταῖς ὕλαις 表示条件与应对关系,即“伴随着质料的出现”或“针对相应的质料”。ὕλη 沿用了亚里士多德哲学以来的“质料”概念,以此作类比,说明各种技术总是在加工对象出现时才应运而生。
- 213τὸ μὲν χαριέστερόν τε καὶ γενναιότερον καὶ δυνατώτερον πανταχοῦ πολιτικὸν ἢ καὶ ὁμόφυλον πᾶν ἀπεδώκατε
双重宾格结构:直接宾语是中性实质化短语 τὸ μὲν χαριέστερον... πᾶν(一切更优雅、高贵且有力之人),述语宾格为 πολιτικόν(公民)与 ὁμόφυλον(同胞)。动词 ἀποδίδωμι 在此意为“赋予……以身份、指定”。
- 214ὡς συνειμαρμένου τούτου σὺν αὐτοῖς εἰς ῥοῦν αὐτὴν ἔχειν τὸ μέγεθος
由 ὡς 引导的属格绝对结构(非人称用法)。完成时分词 συνειμαρμένου 的语法主语为 τούτου,其具体内容由随后的不定式短语 εἰς ῥοῦν αὐτὴν ἔχειν τὸ μέγεθος(大海自身拥有足以容纳江河流量的规模)予以说明。σὺν αὐτοῖς 意为“与江河一起/相伴随”。
- 214οὐδὲ γελοίαν τὴν διαίρεσιν ἀπεφήνατε αὐτοῖς πολυανθρωποτέραν τὴν πόλιν παρεχόμενοι ἢ κατὰ πᾶν, ὡς εἰπεῖν, τὸ Ἑλληνικὸν φῦλον
由 ἀπεφήνατε 支配的双重宾格结构(使 τὴν διαίρεσιν 显得 γελοίαν),配以分词短语 παρεχόμενοι。与格 αὐτοῖς 表示“对他们(希腊人)而言”。演说者意在强调,罗马并非仅仅通过展示自身比整个希腊民族还要庞大的人口、使传统的“希腊人与异邦人”的划分显得荒唐,而是彻底代之以“罗马人与非罗马人”这一更高维度的划分。
