- 底本
- Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg014.humanitext-grc2:209-210
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者回顾希腊城邦的霸权历史以衬托罗马的伟大,批判性地指明雅典与斯巴达仅建立了地域微薄的统治,且因严酷的压迫与内耗在短时间内迅速走向崩溃。
ἀρχῆς καὶ ὄγκῳ πραγμάτων φανεῖται τὰ Ἑλληνικὰ τῶν Περσικῶν. ἀλλὰ τὸ τοὺς μὲν βαρβάρους ταῖς περιουσίαις καὶ ταῖς δυνάμεσιν ὑπερβαλέσθαι, τοὺς δὲ Ἕλληνας σοφίᾳ καὶ σωφροσύνῃ παρελθεῖν, μέγα μοι δοκεῖ καὶ παντελὲς εἰς ἀρετῆς εἶναι λόγον καὶ παντὸς ἀγώνισμα λαμπρότερον. τοῦτʼ οὖν ἐρῶν ἔρχομαι, ὅπως ἐκεῖνοι καὶ πηλίκοις οὖσι τοῖς ἑαυτῶν ἐχρήσαντο πράγμασι· κἂν φανῶσι πολὺ μικρότερα διασώσασθαι μὴ δυνηθέντες, δῆλον τὸ συνθησόμενον εἰς τὴν ψῆφον. ἔπραξαν μὲν γὰρ πᾶν ὑπὲρ ἀρχῆς καὶ ἡγεμονίας Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι, καὶ ἦν αὐτῶν ἡ δύναμις πλεῖν τὴν θάλατταν καὶ τῶν Κυκλάδων ἄρχειν καὶ τὰ ἐπὶ Θρᾴκης ἔχειν καὶ Πύλας καὶ Ἑλλήσποντον καὶ Κορυφάσιον· καὶ ταῦτʼ ἦν ἡ δύναμις. καὶ ἔπαθον δὴ παραπλήσιον ὥσπερ ἂν εἴ τις σώματος ἐπιθυμῶν γενέσθαι κύριος ὄνυχάς τινας καὶ ἄκρα λάβοι1 ἀντὶ ὅλου τοῦ σώματος καὶ ταῦτα ἔχειν οἴοιτο ἅπερ ἐβούλετο· ὣς δὲ κἀκεῖνοι ἡγεμονίας ἐπιθυμήσαντες νησίδια καὶ ἄκρας ἐπὶ θαλάττῃ καὶ λιμένας καὶ τοιαῦτα ἐξεκαρπώσαντο καὶ κατετρίφθησαν περὶ τὴν θάλατταν, ὀνειροπολήσαντες ἡγεμονίαν μᾶλλον ἢ κτήσασθαι δυνηθέντες. γενόμενοι δὲ ὅμως ἐπὶ καιρῶν ὥσπερ ἐν κλήρου περιόδῳ ἐπιστάται τῶν Ἑλλήνων ἑκάτεροι οὐδʼ εἰς μίαν, ὡς εἰπεῖν, γενεὰν διεσώσαντο τὴν τάξιν· οὔκουν ἀμέμπτως γε· ἀλλὰ τοῦτο δὴ τὸ λεγόμενον τὴν Καδμείαν νίκην ἐνίκων2 ἀλλήλους περὶ τῆς ἡγεμονίας, ὥσπερ οὐκ ἀξιοῦντες τοὺς ἑτέρους μόνους μισεῖσθαι ἀεὶ οἱ ἕτεροι, ἀλλʼ αὐτοὶ τοῦ μέρους μεταλαμβάνειν. τοῦτο μὲν γὰρ Λακεδαιμονίων εἷς ἡγεμὼν οὕτω διέθηκε τοὺς Ἕλληνας ὥστʼ ἀπαλλαγέντας ἀπʼ αὐτῶν ἑκόντας, μόνους ἑαυτοῖς ἑτέρους ἄρχοντας ζητῆσαι. δόντες δʼ ἑαυτοὺς Ἀθηναίοις, ὡς χρόνος οὐ πολὺς διῆλθε, μετέγνωσαν, οὔτε τῶν φόρων φέροντες τὴν ἀμετρίαν οὔτε τοὺς ἐπὶ τῇ τούτων προφάσει παρακλέπτοντας αὐτοὺς, ἀνάσπαστοί γε γενόμενοι καθʼ ἕκαστον ἐνιαυτὸν Ἀθήνησι περὶ τῶν παρʼ ἑαυτοῖς ὑφέξοντες λόγον, κληρούχων τε σφίσιν ἐπὶ τὴν γῆν πεμπομένων καὶ παρὰ τοὺς φόρους ἀργυρολόγων, εἴ που χρεία κατάσχοι ἑτέρα· προσέτι τάς τε ἀκροπόλεις ἐλευθέρας ἔχειν οὐ δυνάμενοι καὶ ἐπὶ τοῖς δημαγωγοῖς ὄντες τοῖς ἐκείνων, εὖ καὶ χεῖρον φρονοῦσιν ὁμοίως, στρατεύσασθαί τε ἀναγκαζόμενοι στρατείας οὐκ ἀναγκαίας ἐν ἱερομηνίαις καὶ ἑορταῖς πολλάκις, ὡς δʼ εἰπεῖν ἁπλῶς, οὐδὲν τηλικοῦτον τῆς προστασίας ἀπολαύοντες ἀνθʼ ὅτου ταῦτα ἄξιον ἦν ὑπομεῖναι. δυσχεραίνοντες δʼ ἐκ τούτων τοὺς Ἀθηναίους οἱ πολλοὶ καὶ πρὸς τοὺς Λακεδαιμονίους πάλιν μεταστάντες τὸν αὐτὸν τρόπον ὅνπερ πρότερον ἀπʼ ἐκείνων πρὸς τοὺς Ἀθηναίους, ὑπʼ ἐκείνων πάλιν ἐξηπατήθησαν. προειπόντες γὰρ ὑπὲρ τῆς τῶν Ἑλλήνων ἐλευθερίας πολεμήσειν Ἀθηναίοις καὶ τούτῳ προσαγόμενοι τοὺς πολλοὺς, ἐπειδὴ καθεῖλον ἐκεῖνοι τὰ τείχη καὶ κύριοι τῶν πραγμάτων καὶ τοῦ ταῦτα ποιεῖν ἐγένοντο, τοσοῦτον ὑπερεβάλλοντο ὥστε τυραννίδας ἐν πάσαις ταῖς Ἑλληνίσι πόλεσι κατέστησαν, ἃς προσεῖπον εὐφήμως δεκαρχίας· καὶ μίαν καθελόντες τὴν Ἀθηναίων δυναστείαν πολλὰς τὰς παρʼ αὑτῶν ἀντεισῆγον, αἳ οὐκ Ἀθήνησιν οὐδʼ ἐν Σπάρτῃ διὰ τέλους κακῶς ἐποίουν τοὺς ἀρχομένους, ἀλλʼ ἐν αὐτοῖς τοῖς σφετέροις ἑκάστου χωρίοις συνεχῶς ἱδρυμέναι καὶ οἷον συμπεπλεγμέναι. ὥστʼ εἰ ἀρχόμενοι τοῦ πολέμου προεῖπον τοῖς Ἕλλησιν ὅτι ὑπὲρ τούτου πολεμήσουσιν Ἀθηναίοις, ὅπως μείζω καὶ πλείω σφᾶς ἐκείνων κακὰ ἐργάσαιντο καὶ δείξαιεν ἐλευθερίαν αὐτοῖς ὄντα τὰ ἀπʼ ἐκείνων, μὴ ἂν αὐτοὺς ἄμεινον βεβαιῶσαι τὴν ἐπαγγελίαν.3 καὶ γὰρ οὖν ἡττῶντο μὲν εὐθέως ἑνὸς φυγάδος, κατελείποντο δὲ ὑπὸ Θηβαίων, ἐμισοῦντο δὲ ὑπὸ Κορινθίων, ἐπίμπλατο δὲ ἡ θάλαττα τῶν ἁρμοστῶν ἐκπιπτόντων, ἅτε ἀναρμόστων καὶ οὐ κατὰ τοὔνομα ἐγκατασταθέντων τε καὶ ἐχόντων τὰς
……无论在帝国的幅员还是政务的规模上,希腊人的历史都将显得逊色于波斯人。然而,以财富和军力压倒异族,以智慧和明智超越希腊人,在我看来,从德性的角度而言乃是一项伟大而完满的成就,是比任何功勋都更为辉煌的壮举。因此,我接下来要谈一谈他们是如何运用自己那些规模微薄的力量的;假若事实表明他们甚至无力保全微小得多的疆业,那么计入裁决的将会是什么,便是不言而喻的了。 雅典人和拉刻代蒙人确实为了霸权与统治倾尽全力,然而他们的权势不过在于航行海上、统御基克拉泽斯群岛、据有色雷斯沿海、皮莱、赫勒斯滂和科律法西翁;这一切便是其力量的全部。他们所经历的境况,恰如一个人一心想要成为整个身躯的主人,却只攫取了指甲和肢体末梢来替代整个身躯,还以为自己已经得到了所渴望的一切;他们同样渴望霸权,却只榨取了些许微不足道的小岛、海角、港口及类似之地,在海疆一带耗尽了精力,与其说他们有能力获得霸权,不如说他们仅仅是梦见了霸权。 尽管如此,双方各有时运,如同依抽签轮流执掌希腊事务一般成为了各邦的统领,但可以说连一代人的时间都未能保全其统治秩序——至少绝非无可指责地保全;相反,正如人们常说的那样,他们在霸权争夺中相互取得了所谓的“卡德摩斯式的胜利”,仿佛一方不甘心唯独另一方始终招人怨恨,而定要亲自领受属于自己的一份憎恨一般。 因为拉刻代蒙的一位统帅对希腊各邦施以如此手段,致使他们自愿脱离斯巴达,自行寻求其他的统治者。然而在归顺雅典人之后,未过多久他们便反悔了:他们既无法忍受那漫无节制的贡赋,亦不能容忍借此名目侵吞钱财的官吏;他们每年都要被强行押解至雅典,就各自本土的事务接受查问;其土地上被派驻军事殖民者,一旦发生其他需求,除了贡赋之外还要面对催税官的盘剥;此外,他们无法保卫自己的卫城不受侵占,完全受制于雅典的民众领袖——无论其明达或昏愦皆然;他们还常常在休战圣期和节日期间被迫参与毫无必要的军事征伐;简而言之,他们所获得的庇护利益,微薄到根本不足以抵偿承受这些苦难。 多数邦国因这些缘故对雅典人深怀怨怼,便如同此前由斯巴达倒向雅典一般,再度转投拉刻代蒙人,结果却再次被其所欺骗。因为拉刻代蒙人起初宣称要为了希腊人的自由而与雅典人开战,并以此笼络了广大的民众;然而,一旦他们拆毁了城墙、执掌了事务并获得了行此诸事之权,竟变本加厉,在所有希腊城邦中都建立了僭主统治——他们文过饰非地将其称为“十人委员会”;他们摧毁了雅典人的一处霸权,却换回了来自自身的无数统治,这些统治不是在雅典或斯巴达自始至终折磨被统治者,而是持久地进驻于各邦本土之内,宛如盘根错节般缠绕其上。以至于倘若他们在战争之初就向希腊人宣告,他们向雅典人开战正是为了给各邦带来比雅典人更深重、更繁复的灾祸,并向他们表明雅典人的统治才是真正的自由,那么他们亦不可能将这一诺言践行得更为彻底了。 事实上,他们旋即被一名流亡者击败,遭到忒拜人的背弃,受到科林斯人的痛恨,海面上满是被逐出的驻防长官——这些人名不副实,带来的尽是不睦,其受任与管治全然与其称号相悖……
- 209ὥσπερ ἂν εἴ τις σώματος ἐπιθυμῶν γενέσθαι κύριος ὄνυχάς τινας καὶ ἄκρα λάβοι
比喻性假定句式 ὥσπερ ἂν εἰ 后接希求语气动词(λάβοι, οἴοιτο)。该结构源于主句动词省略的固定化表达(即 ὥσπερ [πάθοι] ἄν, εἰ ... λάβοι),用于引出非现实或纯粹设想的比喻(“正如假若有人……获取了……”)。
- 209τὴν Καδμείαν νίκην ἐνίκων
同族宾格(cognate accusative)结构,名词 νίκην 作为同根动词 ἐνίκων 的直接宾语,意为“赢得了卡德摩斯式的胜利(即两败俱伤或带来毁灭的胜利)”。
- 210μὴ ἂν αὐτοὺς ἄμεινον βεβαιῶσαι τὴν ἐπαγγελίαν
由 ὥστε 引导的结果从属结构中的不定式加 ἄν(βεβαιῶσαι)。它承接前方的过去与事实相反条件从句 εἰ ... προεῖπον,将原本属于主句过去未完成/过去陈述语气加 ἄν 的归结从句转化为不定式结构。因处于不定式构型中,否定词采用了 μή 而非 οὐ。
