- 底本
- Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg014.humanitext-grc2:207-208
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
埃利乌斯·阿里斯蒂德赞颂罗马帝国之卓越:皇帝安坐即可经由公文驭领全境,长官以保民官姿态治理自由民,且设有公正严明之上诉机制;随后,他将论题引向与古希腊城邦史事的对比。
πρυτανεύοντος.1 ὥστε μᾶλλον μὲν ἐκεῖνον εἰδέναι νομίζουσιν ἃ πράττουσιν ἢ σφᾶς αὐτοὺς, μᾶλλον δὲ δεδίασι καὶ αἰδοῦνται ἢ τὸν δεσπότην ἄν τις τὸν αὑτοῦ παρόντα καὶ ἐφεστηκότα καὶ κελεύοντα. οὐδεὶς δὲ ἐφʼ ἑαυτῷ τηλικοῦτον φρονεῖ, ὅστις τοὔνομα ἀκούσας μόνον οἷός τʼ ἐστὶν ἀτρεμεῖν, ἀλλʼ ἀναστὰς ὑμνεῖ καὶ σέβει καὶ συνεύχεται διπλῆν εὐχὴν, τὴν μὲν ὑπὲρ αὑτοῦ τοῖς θεοῖς, τὴν δὲ αὐτῷ ἐκείνῳ περὶ τῶν ἑαυτοῦ. εἰ δέ τι καὶ μικρὸν ἐνδοῖεν περὶ δίκας τε καὶ ἀξιώσεις, ἢ κοινὰς ἢ ἰδίας τῶν ἀρχομένων, εἴ τινες ἄρα ἄξιοι εἶεν, ὡς ἐκεῖνον ἐκπέμπουσιν εὐθὺς ἐρωτῶντες τί δεῖ ποιεῖν, καὶ μένουσιν ἔς τʼ ἂν ἀποσημήνῃ, οὐχ ἧττον ἢ διδάσκαλον χορός. ὥστε οὐδὲν δεῖ φθείρεσθαι περιιόντα τὴν ἀρχὴν ἅπασαν, οὐδʼ ἄλλοτε ἐν ἄλλοις γιγνόμενον τὸ καθʼ ἕκαστον βεβαιοῦσθαι, ὁπότε σφίσι τὴν γῆν πατοίη· ἀλλʼ εὐμάρεια πολλὴ καθημένῳ πᾶσαν ἄγειν τὴν οἰκουμένην διʼ ἐπιστολῆς. αἱ δὲ μικρὸν φθάνουσι γραφεῖσαι καὶ πάρεισιν2 ὥσπερ ὑπὸ πτηνῶν φερόμεναι. ὃ δὲ πάντων ἄξιον ἄγασθαί τε καὶ θαυμάζειν καὶ χάριν ἐκτίνειν καὶ λόγῳ καὶ ἔργῳ, τοῦτο νῦν εἰρήσεται. τοσαύτην μὲν γὰρ ἔχοντες τὴν ἀρχὴν, οὕτω δʼ ἐγκρατῶς καὶ κατὰ πολλὴν ἐξουσίαν ἄρχοντες, ἐκεῖνο καὶ πολὺ μάλιστα νενικήκατε, ὃ παντελῶς ὑμῶν ἐστιν ἴδιον· μόνοι γὰρ τῶν πώποτε ἐλευθέρων ἄρχετε,3 καὶ οὐ Καρία δέδοται Τισσαφέρνει, οὐδὲ Φρυγία Φαρναβάζῳ, οὐδὲ Αἴγυπτος ἑτέρῳ, οὐδʼ ὥσπερ οἶκος τοῦ δεῖνος ἀκούει τὸ ἔθνος, ὅτῳ παρεδόθη δουλεύειν, οὐδὲ αὐτῷ ὄντι ἐλευθέρῳ, ἀλλʼ ὥσπερ οἱ ἐν ταῖς κατὰ μίαν πόλεσιν, οὕτω καὶ ὑμεῖς ὥσπερ ἐν μιᾷ πόλει πάσῃ τῇ οἰκουμένῃ πολιτευόμενοι τοὺς ἄρχοντας καθίστατε ἐπʼ αὐτοῖς, οἷον ἐξ ἀρχαιρεσιῶν ἐπὶ προστασίᾳ καὶ προνοίᾳ τῶν ἀρχομένων, οὐκ ἐπὶ τῷ δεσπότας εἶναι. ὥστε ὑποχωρεῖ μὲν ἄρχων ἄρχοντι, ὅταν αὐτοῦ ὁ χρόνος ἐξήκῃ, καὶ οὐδʼ ἂν ἀπαντήσειε ῥᾳδίως· τοσοῦτον ἀπέχει τοῦ διενεχθῆναι ἄγαν, ὡς αὐτοῦ τῆς χώρας οὔσης. ἔκκλητοι δὲ ὥσπερ ἔφεσις ἐκ δημοτῶν εἰς δικαστήριον σὺν οὐκ ἐλάττονι τῶν δεξαμένων φόβῳ περὶ τῆς κρίσεως ἢ τῶν ποιουμένων4 γίγνονται. ὥστε φαίη τις ἂν τοσαῦτα ἄρχεσθαι τοὺς νῦν ὑπὸ τῶν πεμπομένων, ὁπόσα ἂν αὐτοῖς ἀρέσκῃ. πῶς οὖν ταῦτα οὐκ ἐν τοῖς ἐπέκεινα πάσης δημοκρατίας; οὔκουν ἐκεῖ ἔξεστι μετὰ τὴν ἐν τῇ πόλει ψῆφον ἐνεχθεῖσαν ἐλθεῖν ἄλλοσε οὐδʼ ἐπʼ ἄλλους δικαστὰς, ἀλλὰ στέργειν ἀνάγκη τοῖς ἐγνωσμένοις, εἰ μή τις ἐστὶ μικρὰ πόλις, ὥστε προσδεῖσθαι δικαστῶν ὑπερορίων παρὰ τὴν ἀξίαν, ἢ καὶ διώκοντα μὴ κρατήσαντα, μηδὲ τῷ νενικῆσθαι· ἀλλὰ μένει δικαστὴς ἕτερος μέγας, ὃν οὔποτε οὐδὲν ἐκφεύγει τῶν δικαίων· κἀνταῦθα δὴ πολλὴ καὶ εὐσχήμων ἰσότης μικροῦ πρὸς μέγαν καὶ ἀδόξου πρὸς ἔνδοξον καὶ πένητος δὴ πρὸς πλούσιον καὶ γενναῖον ἀγεννοῦς, καὶ τὸ τοῦ Ἡσιόδου συμβαίνει, "ῥεῖα μὲν γὰρ βριάει, ῥέα δὲ βριάοντα χαλέπτει" οὗτος ὁ δικαστής τε καὶ ἡγεμὼν, ὅπως ἂν τὸ δίκαιον ἄγῃ, ὥσπερ πνεῦμα ἐν νηὶ, οὐ δή που πλουσίῳ μὲν μᾶλλον, πένητι δὲ ἧττον χαριζόμενόν τε καὶ παραπέμπον, ἀλλʼ ὅτῳ γένοιτο ἀεὶ, τοῦτον ὁμοίως ὠφελοῦν. δίειμι δὴ καὶ τὰ Ἑλληνικὰ, ἐπειδήπερ ἐνταῦθα ἐγενόμην τοῦ λόγου, αἰσχυνόμενος μὲν καὶ δεδιὼς μὴ δόξω μικρολογεῖσθαι. οὐ μὴν ἀλλʼ, ὅπερ ἀρτίως εἶπον, οὐκ ἴσα ἴσοις παραβάλλων δίειμι, ἀλλʼ οὐκ ὄντων ἑτέρων παραδειγμάτων ἀναγκάζομαι τοῖς οὖσι χρῆσθαι. εἶτα καὶ γελοῖον τοῦτο μὲν αὐτὸ θαυμάζειν καὶ δεικνύειν ὅτι οὐκ ἔστιν εὑρεῖν ἴσα τοῖς ὑμετέροις ἕτερα οὐδʼ ἐγγὺς, ἀλλὰ πάντα ὑπὸ τούτων ἀποκρύπτεται, περιμένειν δὲ τηνικαῦτα παρεξετάσαι, ὁπηνίκα ἴσων ἔχοιμεν μνημονεῦσαι, οὐκ οἶμαί γε δεῖν, ὅτι γε οὐδὲ θαυμαστὰ ὁμοίως ἂν ἦν, εἴ τινα εἴχομεν εἰπεῖν ὅμοια. καὶ μὴν οὐδʼ ἐκεῖνό γε ἀγνοῶ, ὅτι ταῦτʼ ἔτι φαυλότερα ὧν ἀρτίως ἐξήτασα περιβολῇ τε
……并且统理万物。因此,他们深信他对他们所做之事的洞悉甚于他们自己,而他们对他的敬畏与尊重,亦远甚于任何人面对亲临身旁、监督号令的主人。没有任何人自负到单单听见他的名字还能泰然自若,反而会起立赞美、致敬,并献上双重的祈愿:一是向诸神为他祈福,一是直接向他祈请有关自身事务的庇佑。在关于被统治者的公私诉讼和请求方面,假若确实值得过问,他们哪怕产生一丝微小的疑虑,便立刻派人前往他那里请教当如何行事,并且静候他的裁断昭示,其恭顺不下于合唱队听从导师。因此,他根本无须巡行整个帝国而耗费精力,亦无须在不同时间亲临各地、借踏上当地土地之际来逐一确立事务;相反,他端坐不动而通过书信引领整个文明世界,乃是轻而易举之事。而这些书信甫经写就,便如由飞鸟携领一般飞速送达。 如今,我将陈述那在万事之中最值得称颂、赞叹,并当在言语与行动上加以报答之事。诸位坐拥如此宏大的帝国,以如此牢固而充裕的权柄施行统治,却在完全专属于诸位的美德上取得了最辉煌的胜利:因为在有史以来的一切统治者中,唯有诸位统治着自由的人民。卡里亚未曾被割让给提萨斐尼,弗吕家未曾被交托给法尔纳巴佐斯,埃及亦未曾沦为另一人的私产;没有任何民族被称为某某人的私家庄园,被交付与他充当奴隶,而那领有者自身甚至亦非自由人。相反,正如人们在各个城邦内推行政务一样,诸位亦如同在一座单一城邦中治理整个文明世界,在他们之上设立行政长官,犹如经过公选,旨在保护与眷顾被统治者,而非充当他们的主人。因此,长官在任期届满时便平静地让位于继任者,绝不会轻易抗逆;他们断不至激烈争执,仿佛那片疆土为其私产一般。而上诉则如同从乡民大会上诉至法庭,受理案件者对于判决结果所怀的敬畏,丝毫不亚于提起诉讼者。因此人们可以说,如今的人们在多大程度上接受派往长官的治理,全凭他们自愿乐从。这一切难道不是超越了任何民主政体吗?在民主政体中,城邦投票表决之后,绝无可能前往别处或求助于其他裁判官,而必须顺从既定的决断,除非是自身力量不足而破格求助于域外法官的小邦,无论对于控告未果者还是败诉者皆是如此。然而在此处,仍有一位伟大的裁判官在后,公义之事无一能逃脱他的洞察。在此地,弱小与伟大、卑微与显赫、贫穷与富足、平民与贵胄之间,存在着深厚而庄严的平等。赫西俄德的名言在此应验: “他轻易使人强健,又轻易摧折强暴,”这位裁判官与统帅亦顺应正义之导引〔如此行事〕,宛如舟中之风,绝不会对富人更多地施惠护送而对贫者较少,而是无论何时临到何人,皆同等地予以助益。 既然论说已进展至此,我亦当论及希腊诸邦之事,尽管我深感惭愧并担忧被视为琐屑无度。然而,正如我方才所述,我并非在将同等的事物相互比照,而是苦于别无其他范例,只得借用现有之例。再者,一方面惊叹并表明根本无法寻得任何足以比拟乃至接近诸位成就的事物,万物皆在诸位面前黯然失色,另一方面却非要等到能举出对等范例之时才进行比较审视,我认为这实属荒谬;因为倘若我们能够举出对等之事,诸位的功业便不再如此令人惊叹了。况且我亦深知,这些希腊事务在规模格局上比我方才考察的事物更为微不足道……
- 207πρυτανεύοντος
该分词与上一段落末尾的属格短语 τοῦ μεγάλου ἄρχοντος 并列(καὶ τὰ πάντα πρυτανεύοντος),作为宾格性属格短语(依存于 φόβος)的定语/同位成分修饰统治者,而非独立的属格绝对构式。
- 207αἱ δὲ μικρὸν φθάνουσι γραφεῖσαι καὶ πάρεισιν
此句为动词 φθάνω 搭配补充性分词(γραφεῖσαι)并结合 καὶ 与另一主动词(πάρεισιν)构成的惯用句式,意为“甫一写就,便立刻送达”。
- 207μόνοι γὰρ τῶν πώποτε ἐλευθέρων ἄρχετε
τῶν πώποτε 是隐含中心词(如 ἀρξάντων,“有史以来的统治者中”)的部分属格,而 ἐλευθέρων 则是动词 ἄρχετε 所支配的属格宾语(“统治自由民”)。若将 ἐλευθέρων 误作 τῶν πώποτε 的修饰语而译为“在有史以来所有自由人中唯独你们施行统治”,则背离了作者将罗马统治自由民与东方帝国统治奴隶相对立的核心论点。
- 208σὺν οὐκ ἐλάττονι τῶν δεξαμένων φόβῳ περὶ τῆς κρίσεως ἢ τῶν ποιουμένων
τῶν δεξαμένων 指受理上诉并予审理的行政官/裁判官,而 τῶν ποιουμένων 则是中动分词,指提起上诉的诉讼当事人(即 ἔφεσιν ποιεῖσθαι)。比较结构(οὐκ ἐλάττονι ... ἢ ...)强调主审官在判决时所怀的敬畏与审慎,丝毫不亚于上诉人本身。
