← 阿里斯·台德斯

致罗马

§205-206

马其顿的分裂与罗马卓越的统辖秩序

演说者将亚历山大及其继业者混乱而短暂的割据与罗马帝国相对比,高度赞颂罗马帝国幅员辽阔的版图,以及全境各地严密整饬、万民由衷顺服与歌颂的卓越统治秩序。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§205

τῇ κεφαλῇ στέφανον ἁρμόσαι. ποίους γὰρ νόμους ἑκάστοις διέθηκεν; ἢ ποίας συντάξεις διηνεκεῖς χρημάτων ἢ στρατιωτῶν ἢ νεῶν ἐποιήσατο; ἢ ποίᾳ συνήθει διοικήσει τὰ πράγματα ἤγαγεν αὐτομάτως προϊούσῃ χρόνων τακταῖς περιόδοις; ποῖα πολιτεύματα ἐπολιτεύσατο ἐν τοῖς ἀρχομένοις; ὃ δὲ καὶ μόνον ἄξιον τῆς ἑαυτοῦ φύσεως ἔργον καὶ μνημεῖον κατέλιπε, πρὸς Αἰγύπτῳ τὴν ἐπώνυμον πόλιν, ταύτην εὖ ποιῶν ὑμῖν ᾤκισεν, ὅπως ἔχοιτε καὶ τῆς μεγίστης μετὰ τὴν ὑμετέραν κρατοίητε. ὥστε Πέρσας μὲν κατέλυσεν ἄρχοντας, αὑτοῦ δʼ ἐγγύτατα οὐκ ἦρξεν. ἐπεί γε μὴν ἐκεῖνος ἐτελεύτησεν, εὐθὺς μὲν ἐσχίσθησαν εἰς μυρία οἱ Μακεδόνες, ἔργῳ δείξαντες ὑπὲρ αὑτοὺς εἶναι τὴν ἀρχὴν, κατέχειν τε οὐδὲ τὴν αὑτῶν ἔτι ἠδύναντο, ἀλλʼ εἰς τοῦτο τύχης ἀφίκοντο ὥστε ἠναγκάσθησαν τὴν σφετέραν αὐτῶν ἐκλιπεῖν, ἵνα τῆς ἀλλοτρίας ἄρχωσιν, ὥσπερ ἐξῳκισμένοι μᾶλλον ἢ κρατεῖν δυνάμενοι, καὶ ἦν ὥσπερ αἴνιγμα, Μακεδόνες οὐκ ἐν Μακεδονίᾳ, ἀλλʼ οὗ δύναιντο βασιλεύοντες ἕκαστοι, ὥσπερ φρουροὶ μᾶλλον τῶν πόλεων καὶ τῶν χωρίων ὄντες ἢ ἄρχοντες, ἀνάστατοί τινες βασιλεῖς, οὐχ ὑπὸ τοῦ μεγάλου βασιλέως, ἀλλʼ ὑφʼ ἑαυτῶν αὐτοὶ γεγενημένοι, εἰ δὲ οἷόν τʼ εἰπεῖν, ἐοικότες σατράπαις ἐρήμοις βασιλέως. καίτοι τὴν τοιαύτην κατάστασιν πότερον λῃστείᾳ μᾶλλον ἢ βασιλείᾳ προσεοικέναι φήσομεν; νῦν δὲ ὅροι μὲν δήπουθεν οὐ μεμπτοὶ τῆς ἀρχῆς ἐκτέτανται, οὐδʼ ὥστε εἶναι μέτρῳ λαβεῖν τὸ ἐντὸς αὐτῶν. ἀλλʼ οὗ μὲν τότε ὡρίζετο τοῦ Πέρσου ἡ ἀρχὴ, ἐντεῦθεν ἀρξαμένῳ1 βαδίζειν πρὸς ἑσπέραν πολὺ πλείων ἐστὶν ἡ λοιπὴ τῆς ἐκείνου πάσης. ἐκφεύγει δὲ ὑμᾶς οὐδὲν, οὐ πόλις, οὐκ ἔθνος, οὐ λιμὴν, οὐ χωρίον, πλὴν εἴ τινων ἄρα ἀχρηστίαν κατέγνωτε. ἐρυθρά τε θάλαττα καὶ Νείλου καταρράκται καὶ λίμνη Μαιῶτις, ἃ τοῖς πρότερον ἐν πέρασι γῆς ἠκούετο, ἴσα καὶ αὐλῆς ἑρκία τῇδε τῇ πόλει. ὅν γε μὴν ἠπίστουν τινὲς τῶν λογοποιῶν μηδʼ εἶναι τὸ παράπαν Ὠκεανὸν, μηδὲ περιρρεῖν τὴν γῆν, ποιητὰς δʼ εὑρόντας τοὔνομα ψυχαγωγίας ἕνεκα εἰς ποίησιν θεῖναι, τοῦτον οὕτως καλῶς ἀνεύρετε ὥστε οὐδὲ ἡ ἐνταῦθα νῆσος ὑμᾶς διέφυγε. τοσαύτη δὲ οὖσα καὶ τηλικαύτη τὸ μέγεθος ἡ ἀρχὴ πολὺ μείζων ἐστὶ τῇ ἀκριβείᾳ ἢ τῷ κύκλῳ τῆς χώρας. οὐ γὰρ Μυσοὶ τὴν βασιλείαν ἔχουσιν οὐδὲ Σάκαι οὐδὲ Πισίδαι οὐδʼ ἄλλοι μέσοι, οἱ μὲν βίᾳ εἰσῳκισμένοι, οἱ δὲ ἀποστάντες, ληφθῆναι δʼ οὐ δυνάμενοι, οὐδʼ ἀκούει μὲν ἡ βασιλέως γῆ, ἔστι δὲ πάντων τῶν ἔχειν αὐτὴν δυναμένων, οὐδὲ σατράπαι μάχονται πρὸς ἀλλήλους ὥσπερ οὐκ ὄντος αὐτοῖς βασιλέως, οὐδὲ πόλεις αἱ μὲν πρὸς τούτους, αἱ δὲ πρὸς ἐκείνους διίστανται, καὶ εἰς μὲν τὰς ἐκπέμπονται φρουροὶ, ἐκ δὲ τῶν ἐκπίπτουσιν, ἀλλʼ ὥσπερ αὐλῆς περίβολος ἐκκεκαθαρμένος, οὕτως ἅπασα ἡ οἰκουμένη χοροῦ ἀκριβέστερον ἓν φθέγγεται, συνευχομένη μένειν τὸν ἅπαντα αἰῶνα τήνδε τὴν ἀρχήν· οὕτως καλῶς ὑπὸ τοῦδε τοῦ κορυφαίου ἡγεμόνος συγκροτεῖται. ὑπὸ πάντων δὲ πανταχοῦ ἴσον ἄρχεται, καὶ οἱ μὲν ἐν τοῖς ὄρεσι κατῳκισμένοι ταπεινότεροι τῶν ἐν τοῖς κοιλοτάτοις πεδίοις πρός γε τὸ μὴ ἀντιτάττεσθαι,2 οἱ δὲ τῶν πεδίων τῶν εὐδαιμόνων κληροῦχοί τε καὶ οἰκήτορες ὑμέτεροι γεωργοί. ἤπειρος δὲ καὶ νῆσος οὐδὲν ἐπιδιακέκριται, ἀλλʼ ὥσπερ μία χώρα συνεχὴς καὶ ἓν φῦλον ἅπαντα ὑπακούει σιωπῇ. πάντα δὲ ἐξ ἐπιτάγματος καὶ νεύματος τελεῖται ῥᾷον ἤ τις ἂν χορδὴν ψήλειε, κἄν τι γενέσθαι δέῃ, ἀπόχρη δόξαι, καὶ πέπρακται. οἱ δὲ ἄρχοντες οἱ πεμπόμενοι ἐπὶ τὰς πόλεις τε καὶ τὰ ἔθνη τῶν μὲν ὑφʼ ἑαυτοῖς ἕκαστοι ἄρχοντές εἰσι, τὰ δὲ πρὸς αὑτούς τε καὶ πρὸς ἀλλήλους3 ὁμοίως ἅπαντες ἀρχόμενοι. καὶ δὴ καὶ τοῦτο φαίη τις ἂν αὐτοὺς τῶν ἀρχομένων διαφέρειν, ὅτι πρῶτοι δεικνύουσιν ὅπως ἄρχεσθαι προσῆκε· τοσοῦτος ἅπασιν ἐνέστακται φόβος τοῦ μεγάλου ἄρχοντος καὶ τὰ πάντα

……尚未来得及优裕而体面地将冠冕戴在自己的头顶之上。因为他何曾为各邦各族订立过何种法律?又何曾确立过金钱、士卒或舰船的何种定期供应体制?他又曾依循何种固定的行政规度,引领各项政务随着既定的岁时周期自然运转?他在被统治者之中又曾推行过何种宪制治理?至于他所留下的唯一配得上其卓异秉赋的事业与丰碑——即那座位于埃及之侧、以其自身名号命名的城邦——亦是他为诸位的福祉而建立的,旨在使诸位得以领有它,并统治这座仅次于诸位都城的最宏大都会。因此,他固然摧毁了波斯人的统治,却未曾真正治理过切近己身的家邦。再者,一旦他身死之后,马其顿人即刻分崩离析为千百派系,以实际行动表明这庞大帝国非其力量所能驾驭;他们甚至连本土亦无法继续保有,反倒落入了不得不背弃自己的故土去统治异乡的境遇,与其说是手握大权的征服者,毋宁说更像流离失所的亡命之人。这委实宛如一个谜团:马其顿人不住在马其顿,而是各自在所能及之处称王,与其说是城邦与疆土的统治者,倒不如说更像驻防的戍卒;他们是一群并非被伟大的大王放逐、而是被自己流放的流浪君王,倘若允许直言的话,恰似失去了国王的孤独省督。然而,此等局势,我们当称其更接近于盗匪行径,抑或更接近于王权统治? 如今,诸位帝国的疆界委实已无可指摘地向外拓展,其内部所包容的广袤版图甚至无法以度量加以囊括。若从昔日波斯帝国受限之处起步向西行进,仅余下的版图便远远超过其往昔的全部疆域。没有任何事物能逃脱诸位的掌握,无论是城邦、民族、港口还是乡邑,除非某些地方实因贫瘠无用而遭诸位弃置。红海、尼罗河的瀑布以及迈奥提斯泽,这些在昔人听闻中乃是大地的极边之地,如今对这座城邦而言不过如同庭院的围栏。甚而至于某些史家曾怀疑其根本不存在、亦不信其环绕大地而流,指称乃是诗人为博取欢心而虚构并写入诗篇的大洋,亦被诸位彻底探明,以至于其间的岛屿亦未曾漏出于诸位的治下。然而,这帝国虽拥有如此宏大浩瀚的规模,其治理之严密整饬却远甚于其疆土之辽阔。因为王国并非由密细亚人、塞迦人、皮西迪亚人或其他居于腹地的部族——有的强行迁入,有的叛乱而无法捕获——所占据;土地亦非徒具国王之虚名而实归任何有力占据者所有;省督们亦不似无王管束一般彼此攻伐;城邦亦未四分五裂依附于此方或彼方,致使守备队在某些城中进驻而在另一些城中遭逐。相反,恰似一座扫除净尽的中庭,整个文明世界比合唱队更为协和齐一地同声祈颂,齐心祝祷这一政权得以永世长存;它在这位合唱指挥般的至高统帅带领下,整饬得何其完备!全境各地皆受到平等无偏的治理:定居于山地者在不起而反抗这一点上,比深谷平原的居民更为顺服;而沃野平原上的拓殖者与居民,则成了诸位的耕作者。大陆与海岛毫无阻隔差异,万邦皆如同一片连绵的国土和一个单一的民族那般,在静默中完全顺服。一切事务皆遵照号令与示意而行,其敏捷轻便胜于人们弹拨琴弦;若有何事亟需办理,只需决议通过,便立时成真。被派往各城邦与各民族的行政长官,对辖下的属民而言固然各自是统治者,但在其自身地位及彼此之间的关系上,则全都是平等的受统治者。人们甚至可以说,他们之所以有别于受统治的大众,端在于他们首先以身作则展现了人应当如何接受统治;对那位伟大统治者的敬畏已如此深植于万民之心……

语法注3 条
  1. 205ἐντεῦθεν ἀρξαμένῳ

    与格分词 ἀρξαμένῳ 用作视点与格(判断者与格),表示观察的基准点与视角(“对从此处起步向西行进的人而言”)。

  2. 206πρός γε τὸ μὴ ἀντιτάττεσθαι

    介词 πρός 搭配带否定词 μή 的冠词附随不定式(中性单数宾格),用于表示视点或限制(“至少在不起而反抗这一点上”)。

  3. 206τὰ δὲ πρὸς αὑτούς τε καὶ πρὸς ἀλλήλους

    中性宾格复数 τά 用作视点宾格(副词性宾格),意为“就其自身内部以及相互之间的关系而言”,修饰后续表语/分词 ἀρχόμενοι 构成的述语部分。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg014.humanitext-grc2:205-206