← 阿里斯·台德斯

致罗马

§203-204

波斯诸王的失政与亚历山大的早逝

作者描述了波斯诸王如何未曾真正治理国土,而是在恐惧与漂泊中大肆劫掠杀戮,因混淆王道与家奴式专制而内耗瓦解;随后论及亚历山大虽席卷天下,却在大业中途猝逝而未能享有统治之实。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§203

περιφοιτᾶν τῆς ἀρχῆς ἑκόντα τε καὶ ἄκοντα, εἰ μέλλοι βασιλεύειν, ὁρῶντα εἰς τὴν βύρσαν, ὡς ἐφʼ ἃ μὲν αὐτῆς βαίνοι1 ταπεινὰ ἐγίγνετο καὶ τῆς γῆς ἔψαυεν, ἀφʼ ὧν δὲ ἀπαλλάττοιτο, αὖθις ἀνίστατο καὶ πάλιν πατοῦντος ἐταπεινοῦτο. μετανάσται τινὲς βασιλεῖς καὶ Σκυθῶν τῶν νομάδων τοσοῦτον διέφερον, ὅσον οὐκ ἐφʼ ἁμαξῶν περιῄεσαν, ἀλλʼ ἐφʼ ἁρμαμαξῶν· νομάδες τινὲς βασιλεῖς καὶ πλάνητες διὰ τὴν ἀπιστίαν καὶ τὸν φόβον τῆς ἐν ταὐτῷ καθέδρας, πιέζοντες ὡς ἀληθῶς ὥσπερ τινὰ βύρσαν τὴν ἑαυτῶν χώραν καὶ τούτῳ κρατοῦντες νῦν μὲν Βαβυλῶνα, πάλιν δὲ Σοῦσα, εἶτα Ἐκβάτανα, οὐχ ὅπως ἂν ἀεὶ κατέχειν εἰδότες οὐδὲ τημελοῦντες ὥσπερ νομεῖς. καὶ γὰρ τοιαῦτα ἦν ὡς ἀληθῶς, ὥσπερ ἀπιστούντων μὴ αὑτῶν εἶναι τὴν ἀρχήν.2 οὐ γὰρ ὡς οἰκείων ἐφρόντιζον, οὐδὲ ηὖξον εἰς κάλλος καὶ μέγεθος οὔτε τὰς πόλεις οὔτε τὰς χώρας, ἀλλʼ ὥσπερ οἱ εἰς μὴ προσήκοντα ἐμπεσόντες αἰσχρῶς καὶ κακῶς ἀνήλισκον, τοῦτο ζητοῦντες, ὅπως ἀσθενεστάτων ἄρξουσι, καὶ ὥσπερ ὑπὲρ μιαιφονιῶν ἁμιλλώμενοι πρὸς ἀλλήλους ὁ δεύτερος ἀεὶ τὸν πρότερον κατὰ τοὺς πεντάθλους ὑπερβαλεῖν ἐπειρᾶτο. καὶ ἦν ἀγώνισμα ὡς πλείστους ἀποσφάξαι καὶ ὡς πλείστους ἀναστάτους ποιῆσαι οἴκους καὶ δήμους καὶ ὅρκους ὡς πλείστους ψεύσασθαι· ταῦτά τε δὴ τῆς περιβλέπτου δυνάμεως ἀπέλαυον καὶ ἃ τούτοις αὖ παρέπεσθαι φύσεως νόμος διέταξε, μίση καὶ ἐπιβουλὰς ἐκ τῶν οὕτω διατεθειμένων καὶ ἀποστάσεις καὶ μάχας ἐν ἀλλήλοις καὶ συνεχεῖς ἔριδας καὶ ἀπαύστους φιλονεικίας. αὐτοὶ μὲν δὴ ταῦτα ἀπέλαυον, ὥσπερ ἐκ κατάρας μᾶλλον ἄρχοντες ἢ κατʼ εὐχὴν, οἱ δὲ ἀρχόμενοι πάντα ἃ τοὺς ὑπὸ τῶν τοιούτων ἀρχομένους ἀνάγκη, σχεδὸν δέ τι καὶ προείρηται. φοβερὸν μὲν γὰρ ἦν γονεῦσι παιδὸς εὐμορφία, φοβερὸν δὲ γυναικὸς ἀνδρί· ἔδει δὲ ἀπολωλέναι οὐ τὸν πλεῖστα ἀδικήσαντα, ἀλλὰ τὸν πλεῖστα κεκτημένον. πόλεων δὲ ἀναιρέσεις καὶ κατασκαφαὶ τότε πλείους ἢ νῦν ὀλίγου δέω λέγειν3 εἰσὶν οἰκισμοί. ῥᾷον δὲ ἦν πολεμοῦντα ἢ ὑπακούοντα σωθῆναι, ἐν μὲν γὰρ ταῖς μάχαις ῥᾳδίως ἡττῶντο, ἐν δὲ ταῖς ἐξουσίαις οὐ μετρίως ὕβριζον· καὶ τοὺς μὲν θεραπεύοντας ὡς δούλους ὑπερεώρων, τοὺς δὲ ἐλευθέρους ὡς ἐχθροὺς ἐκόλαζον, ἐξ ὧν μισοῦντές τε καὶ μισούμενοι διῆγον. καὶ γὰρ οὖν πολλάκις τοὺς ὑπηκόους μᾶλλον τῶν πολεμίων ἐδεδοίκεισαν, τὰ πλείω διαλλακτῇ τῷ πολέμῳ χρώμενοι.4 αἴτιον δʼ ἦν, οὔτε ἐκεῖνοι ἄρχειν ἠπίσταντο οὔτε οἱ ἀρχόμενοι τὸ ἀκόλουθον ἀπεπλήρουν. οὐ γὰρ ἔνεστιν ἄρχεσθαι καλῶς, ὅταν κακῶς οἱ ἄρχοντες ἄρχωσιν. οὔπω γὰρ ἥ τε ἀρχὴ καὶ τὸ δεσπόζειν διῄρητο, ἀλλʼ ἦν ἴσον βασιλεὺς καὶ δεσπότης. οὐκοῦν εἰκότως οὐδʼ ἐπὶ μεγάλα προῆλθον, οὐ γὰρ πρόεισιν οἴκου περαιτέρω τοῦτο τοὔνομα, ὅταν δʼ εἰς πόλεις τε καὶ ἔθνη ἀφίκηται, ῥᾳδίως παύεται. Ἀλέξανδρος δʼ αὖ ὁ τὴν μεγάλην ἀρχὴν μέχρι τῆς ὑμετέρας κτησάμενος καὶ καταδραμὼν τὴν γῆν ὡς ἀληθῶς δὴ κτησαμένῳ βασιλείαν μᾶλλον ἔοικεν ἢ βασιλεύσαντι. ὥσπερ γὰρ ἂν εἴ τις ἰδιώτης συγκτήσαιτο μὲν γῆν πολλὴν καὶ ἀγαθὴν, πρὶν δὲ λαβεῖν ἀπʼ αὐτῆς τοὺς καρποὺς τελευτήσειεν, ὣς δὲ κἀκείνῳ μοι δοκεῖ συμβῆναι. προῆλθε μὲν γὰρ ἐπὶ πλεῖστον τῆς γῆς καὶ τοὺς ἀντιστάντας ἅπαντας κατέστραπτο καὶ τῶν χαλεπῶν ἁπάντων ἀκριβῶς ἀπέλαυσε· καταστήσασθαι δʼ οὐκ ἠδυνήθη τὴν ἀρχὴν οὐδʼ ἐπιθεῖναι πέρας τοῖς πεπονημένοις, ἀλλʼ ἀπέθανεν ἐν μέσῃ τῇ τῶν πραγμάτων πορείᾳ. ὥστʼ ἐκεῖνον μὲν μάχας ἄν τις φαίη πλείστας κατορθῶσαι, βασιλεῦσαι δὲ ἐλάχιστα, καὶ γενέσθαι μὲν ἀγωνιστὴν μέγαν περὶ βασιλείας, ἀπολαῦσαι δʼ οὐδὲν ἄξιον τῆς διανοίας καὶ τῆς τέχνης, ἀλλὰ παθεῖν παραπλήσιον ὥσπερ ἂν εἴ τις τὸν Ὀλυμπικὸν ἀγῶνα ἀγωνιζόμενος καὶ κρατήσας τοὺς ἀντιπάλους, εἶτα ἐπαποθάνοι τῇ νίκῃ,5 πρὶν εὖ καὶ καλῶς

……无论愿意还是被迫,他都必须巡行其帝国全境;如果他要称王统治,就必须着眼于那张兽皮:无论他踏在皮上的何处,该处便低伏并接触地面,而一旦他移步离开,那处便再度隆起,待他再次踩踏时才复又低伏。他们实乃某种迁徙性的君王,与游牧的斯基泰人唯一的区别仅在于他们并非乘坐辎车,而是乘带有帷幔的四轮篷车巡行;他们委实是一群因不信任及恐惧定居一处而四处漂泊的游牧君王,宛如踏压兽皮一般切实地压制自己的国土,并以此手段时而掌控巴比伦,时而掌控苏萨,随后又掌控埃克巴塔那,既不懂得如何长久保有它们,亦未曾如牧者那般悉心照料。因为事实确乎如此,他们仿佛怀疑这帝国并不属于自己。他们既未曾将其视作家业来关照,亦未曾在壮美与规模上拓展其城邦或疆域,反而宛如骤然侵入非分之财物者那般,可耻且恶劣地大肆挥霍,一心只求统治最懦弱无力的属民;又仿佛在凶残杀戮上相互竞争一般,后继者总是试图依五项全能运动员之势超越前任。而竞赛的项目便是屠杀尽可能多的人,毁灭尽可能多的家门与部族,违背尽可能多的誓言;这便是他们从那受人瞩目的权势中所享用的一切,以及自然法则所注定随之而来的恶果:来自遭受此等虐待之人的仇恨与阴谋、内部的叛乱与战事,以及连绵不断的纷争与永无休止的雠隙。他们自身便享用了这些,仿佛是出于诅咒而非祈愿而施行统治;而受统治者则承受了凡受此类人统治者所必受的一切苦难,其梗概此前亦已有所陈述。因为在当时,孩童的俊美令父母恐惧,妻子的容貌令丈夫惊慌;而招致毁灭的,并非罪大恶极之人,反倒是拥有最多财产之人。当时城邦的毁灭与夷平,我几乎可以说,比现今城邦的新建还要频繁。再者,通过交战而保全性命,竟比顺从听命更为容易;因为在战场上他们往往轻易溃败,但在滥用权柄时却横暴至极;他们蔑视侍奉他们的人宛如奴隶,惩处自由的人宛如仇敌,因而终其一生皆处于既恨人亦为人所恨的境地。诚然,他们对自身臣民的恐惧往往甚于对敌人的恐惧,在多数情况下甚至将战争视作内部争端的化解者。其根源便在于,统治者既不懂得如何统治,被统治者亦无法尽其应尽之职分。因为当统治者治理不善时,绝不可能产生良好的顺服。彼时,治理权与专制奴役尚未区分开来,国王与奴隶主乃是同一回事。因此,他们自然未能在伟业上走得更远;因为这一名号断不可能超出单一家族的范围,一旦触及城邦与邦国,便轻易瓦解。 另一方面,获得了诸位帝国之前的大帝国并席卷大地的亚历山大,委实更像一个王位的夺取者,而非一个真正的统治者。因为正如同某个私人即便购置了大量肥沃的土地,却在尚未收获果实之前便已身故一般,依我之见,他所遭遇的正是如此境况。他固然推进至大地最遥远之处,平定了所有反抗之人,亦尝尽了一切艰辛;但他未能确立其统治秩序,亦未能为其辛劳画上圆满的句号,反而猝死于宏图大业的中途。因此人们可以说,他赢得了极多的战役,却极少真正称王统治;他成为了争夺王权的一代伟力竞技者,却未曾享用到任何配得上其雄心与才能的成果,反而遭遇了恰似一人在奥林匹克竞技中奋战并击败了对手,却在功成之际即刻猝死于胜利之刻,尚未来得及优裕而体面地……

语法注5 条
  1. 203ὁρῶντα εἰς τὴν βύρσαν, ὡς ἐφʼ ἃ μὲν αὐτῆς βαίνοι

    阳性单数宾格分词 ὁρῶντα 与上一语段末尾不定式 δεῖν 的逻辑主语 αὐτόν(居鲁士)同格一致。ὡς 引导间接疑问句(表示“如何……”),从句中的希求语气(βαίνοι, ἀπαλλάττοιτο)是过去时从属序列中的间接引语斜法希求语气。

  2. 203ὥσπερ ἀπιστούντων μὴ αὑτῶν εἶναι τὴν ἀρχήν

    带有 ὥσπερ 的独立属格结构,表达主观视感或假定(“宛如……一般”)。在带有否定含义的动词 ἀπιστούντων(怀疑、不信)之后,不定式 εἶναι 带有否定词 μή,这是希腊语在怀疑、否认类动词后使用冗余/同情否定词的经典用法。

  3. 204ὀλίγου δέω λέγειν

    充当插入语的习惯表达,意为“我几乎可以说”或“我简直要说”。ὀλίγου 为源格属格,由动词 δέω 支配并接补充不定式 λέγειν,修饰比较级叙述 πλείους ἢ νῦν(“当时毁灭的城市甚至比现在新建的还要多”)。

  4. 204διαλλακτῇ τῷ πολέμῳ χρώμενοι

    支配与格的动词 χρώμενοι 所带的谓词性格位结构。名词 διαλλακτής(调停者、和解者)不带冠词,充当带有冠词的宾语 τῷ πολέμῳ(战争)的补足成分,意为“将战争用作调解者”。

  5. 204ἐπαποθάνοι τῇ νίκῃ

    复合动词 ἐπαποθνῄσκω(在……之上死亡、紧接着……而死)与表示时间或伴随状况的与格 τῇ νίκῃ 搭配。希求语气呼应前面的假定比较句 ὥσπερ ἂν εἴ τις,生动描绘在取得胜利的当口猝然离世的情形。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg014.humanitext-grc2:203-204