← 阿里斯·台德斯

致罗马

§201-202

罗马的贸易汇聚与波斯帝国的局限

在极力称颂罗马汇聚四海财富与产出的无上繁盛之后,作者转而将其与古代霸权进行对比,首先剖析了曾负盛名的波斯帝国在疆域与实权上的局限性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§201

αὖ Βαβυλωνίους καὶ τοὺς ἐκ τῆς ἐπέκεινα βαρβάρου κόσμους πολὺ πλείους τε καὶ ῥᾷον εἰσαφικνουμένους ἢ1 εἰ ἐκ Νάξου ἢ Κύθνου Ἀθήναζε ἔδει κατᾶραι τῶν ἐκεῖ τι φέροντας. γεωργίαι δὲ ὑμῶν Αἴγυπτος, Σικελία, Λιβύης ὅσον ἥμερον. κατάπλοι δὲ καὶ ἀπόπλοι οὔποτε λείπουσιν. ὥστε εἶναι θαυμάσαι μὴ ὅτι περὶ τοῦ λιμένος, ἀλλὰ καὶ περὶ τῆς θαλάττης, ὅτι περ ἐξαρκεῖ ὁλκάσιν.2 ἀτεχνῶς δὲ ὅπερ Ἡσίοδος ἔφη περὶ τῶν τοῦ Ὠκεανοῦ περάτων, εἶναι τόπον οὗ συντετρῆσθαι πάντα εἰς μίαν ἀρχήν τε καὶ τελευτὴν, εἰς αὐτὴν συντέτρηται· καὶ πάντα ἐνταῦθα συμπίπτει, ἐμπορίαι, ναυτιλίαι, γεωργίαι, μετάλλων κάθαρσις, τέχναι ὁπόσαι εἰσί τε καὶ γεγένηνται, πάντα ὅσα γεννᾶται καὶ φύεται. ὅ τι δʼ ἂν μὴ ἐνταῦθα ἴδῃ τις, οὐκ ἔστι τῶν γενομένων, ἢ γιγνομένων· ὥστε μὴ εἶναι ῥᾴδιον διακρῖναι πότερον ἡ πόλις ὑπερέχει πλεῖον εἰς τὰς πόλεις τὰς οὔσας, ἢ ἡ ἀρχὴ τὰς ἀρχὰς τὰς πώποτε γενομένας. ἐρυθριῶ δῆτα, εἰ τοσούτων καὶ τηλικούτων εἰρημένων, εἶτα μὴ ἔχοντος τοῦ λόγου φανοῦμαι μεμνημένος3 ἢ βαρβαρικῆς τινος ἀρχῆς ἢ Ἑλληνικῆς δυνάμεως καὶ δοκῶ τοὐναντίον ποιήσειν τοῖς Αἰολεῦσι ποιηταῖς. ἐκεῖνοι μὲν γὰρ ἐπειδάν τι βούλωνται τῶν καθʼ αὑτοὺς φαυλίσαι, μεγάλῳ αὐτὸ παρέβαλον καὶ παρʼ ἀρχαίῳ περιφανεῖ, ἡγούμενοι μάλιστʼ ἂν οὕτως ἐξελέγξειν, ἐγὼ δὲ τὰ ὑμέτερα οὐκ ἔχων ἐπιδεικνύειν ἄλλως ὅσῳ ὑπερέχει, παραβαλῶ μικροῖς ἀρχαίοις· πάντα γὰρ ὑμεῖς καὶ τὰ μέγιστα μικρότατα ἀπεφήνατε ταῖς ὑπερβολαῖς. ἐπεὶ ἐγὼ μὲν τὰ μέγιστα ἐκλέξας ἐρῶ, ὑμεῖς δʼ ἴσως γελάσεσθε ἐπʼ αὐτοῖς.

再者,人们可以见到来自巴比伦的衣物以及来自更遥远蛮荒之地的饰物,其运抵此地不仅数量远为庞大,而且比携带纳克索斯或屈斯诺斯的特产驶抵雅典港口还要容易得多。你们的农庄便是埃及、西西里,以及利比亚一切经开垦的土地。船只的进港与离港从未停歇,以致令人赞叹的不仅是港口,甚至连大海本身都令人称奇——它竟能容纳如此众多的商船。委实正如赫西俄德论及大洋边缘时所说,存在着一处万物汇聚为同一始源与终极的场所,这一切正是汇聚到了这座城邦之中;所有的事物在此相聚:商业、航海、农业、金属的冶炼、一切现存及曾经存在的技艺,以及一切诞生与生长的万物。凡是此地未曾见到的,皆不属于曾有或现存之物;以至于很难判定,究竟是这座城邦胜过现存诸城邦更多,还是这个帝国超越了有史以来的所有帝国更多。 诚然,在谈及了如此众多而重大的主题之后,若我随后显得是在论说无据的情况下提及某个蛮族帝国或希腊人的权势,并仿佛做出与埃奥利斯诗人完全相反之事,我真要感到面红耳赤了。因为那些诗人们每当想要贬低自己时代的某物时,便将其与古时显赫伟大的事物相比较,认为唯有这样最能证明其不足;而我由于没有别的方法来显明你们的事业超越何等之巨,只得将其与古时微不足道的事物相比较;因为你们以自身的无上卓越,已将一切事物,甚至最伟大的事物,都显得渺小至极。既然如此,即便我挑选出最伟大的事物来谈论,诸位恐怕也只会付之一笑。

§202

τοῦτο μὲν δὴ τὴν Περσῶν ἀρχὴν σκεψώμεθα, ἣ πάνυ ποτὲ ἐν τοῖς Ἕλλησιν ἐβεβόητο, καὶ μέγαν παρέσχετο ἐπώνυμον καλεῖσθαι τὸν ἔχοντα αὐτὴν βασιλέα—τὰς γὰρ πρὸ αὐτῆς φαυλοτέρας οὔσας ἐάσω· —καὶ πάντα ἴδωμεν ἑξῆς, τό τε μέγεθος καὶ τὰ γιγνόμενα ἐπʼ αὐτῆς. δεῖ γὰρ οὖν καὶ τοῦτο συνεξετάζειν, ὅπως αὐτοί τε ἀπέλαυον ὧν ἐκέκτηντο καὶ τοὺς ἀρχομένους παρεσκεύαζον. πρῶτον μὲν τοίνυν, ὅπερ νῦν ὑμῖν τὸ Ἀτλαντικὸν πέλαγος δύναται, τοῦτʼ ἦν ἁπλῶς τότε τῷ βασιλεῖ θάλαττα· ἐνταῦθα ὡρίζετο αὐτῷ ἡ ἀρχὴ, ὥστε Ἴωνας καὶ Αἰολέας ἐν πέρασι γῆς εἶναι τῆς ἐκείνου. εἰς δέ γε τὴν Ἑλλάδα διαβῆναί ποτε ἐπιχειρήσας ὁ τῶν ἀπὸ ἡλίου ἀνίσχοντος μέχρι δυομένου βασιλεὺς τοσοῦτον ἐθαυμάσθη, ὅσον μεγάλως ἠτύχησε· καὶ τοῦτο ἐπίδειγμα ἐποιήσατο τῆς αὑτοῦ λαμπρότητος, ὅτι πολλῶν καὶ μεγάλων ἔσχε στερηθῆναι. ὁ δὴ τῆς μὲν Ἑλλάδος τοσοῦτον ἀποσχὼν τοῦ κρατῆσαι, Ἰωνίαν δὲ ἔχων ἐν ἐσχατιαῖς, ἦ που οὐκ εἰς δίσκου φορὰν λέλειπται τῆς ὑμετέρας ἀρχῆς, ἢ ὅσον τόξευμα ἐξικνεῖται, ἀλλὰ τῷ ἡμίσει παντὶ τῆς οἰκουμένης,4 καὶ πρὸς αὐτῇ τῇ θαλάττῃ. οὐ τοίνυν οὐδὲ μέχρι τούτων τῶν ὅρων ἐκεῖνός γε κυρίως ἀεὶ βασιλεὺς, ἀλλʼ ὅπως ἢ Ἀθηναῖοι δυνάμεως, ἢ Λακεδαιμόνιοι ἔχοιεν τύχης, νῦν μὲν ἕως Ἰώνων καὶ Αἰολέων καὶ θαλάττης βασιλεὺς, πάλιν δὲ οὐκέτι Ἰώνων, οὐδὲ ἕως θαλάττης, ἀλλʼ ἄχρι Λυδῶν, οὐχ ὁρῶν θάλατταν ἐκ τῶν πρὸς ἑσπέραν Κυανέων, ἀτεχνῶς ὥσπερ ἐν παίδων παιδιᾷ βασιλεὺς ὢν, ἄνω μένων, πάλιν κατιὼν, τῶν συγχωρησόντων βασιλεύειν δεόμενος. ἐδήλωσε δὲ ἡ σὺν Ἀγησιλάῳ δύναμις καὶ πρὸ ἐκείνου ἡ τῶν σὺν Κλεάρχῳ μυρίων, ἡ μὲν ἕως Φρυγίας ὡς διʼ οἰκείας διελθοῦσα, ἡ δὲ ὑπὲρ τὸν Εὐφράτην ὡς διʼ ἐρημίας ἀφικομένη. ἅ γε μὴν ἀπέλαυον τῆς ἀρχῆς κατὰ τὴν Οἰβάρου σοφίαν, ὃς πρῶτος εἰπεῖν λέγεται Κύρῳ δυσχεραίνοντι τὴν πολλὴν πλάνην δεῖν αὐτὸν καὶ ἀνάγκην εἶναι πανταχοῖ

那么,首先让我们审视波斯人的帝国吧,它曾在希腊人中名声大噪,并使拥有它的人冠以‘大王’的尊号——至于在它之前的帝国,因其较为低劣,我便略去不提——让我们依次考量一切,包括其版图之广阔以及其治下的诸般作为。因为我们必须一并考察这一点:他们自身如何享用所拥有的一切,又如何对待其属民。首先,如今大西洋对诸位而言所具有的意义,在当时对波斯王而言仅仅就是‘大海’;他的帝国以此为界,以致伊奥尼亚人和埃奥利斯人处于其领地的极边之境。而那位统治从日出直到日落之地的君王,曾一度企图渡海侵入希腊,他所引来的惊异,仅仅与其遭遇的奇耻大败相当;他甚至将自己能够失去如此众多而宏大的事物,当作自身显赫威荣的明证。这样一个远离征服希腊、仅将伊奥尼亚置于边陲之地的君主,较之于诸位的帝国,其逊色之处绝非仅仅是一掷铁饼之距,亦非一箭之地,而是整整半个人居世界,且在海洋本身之处便已见分晓。况且,即便在这道边界之内,他也绝非始终是名正言顺的君王;而是取决于雅典人的国力或拉刻代蒙人的运势,他时而称王直达伊奥尼亚人、埃奥利斯人与大海,时而又不再统治伊奥尼亚人,亦无法触及大海,而仅能达于吕底亚人,从西方的库阿内埃岩根本望不见大海,纯然宛如孩童游戏中的国王一般,退居腹地,复又下临,苦苦央求那些容许他称王的人。阿格西劳斯统帅的军队,以及在此之前克利阿科斯麾下的万人军明白地揭示了这一点:前者推进至弗里吉亚,如入自家领地;后者抵达幼发拉底河彼岸,如穿无人荒漠。此外,他们享用其帝国的方式乃是依照奥伊巴拉斯的智慧,据说正是他首先对苦于无休止巡游的居鲁士进言,称君王四处奔波乃是必然且不可避免的……

语法注4 条
  1. 201ἐσθῆτας δὲ αὖ Βαβυλωνίους καὶ τοὺς ἐκ τῆς ἐπέκεινα βαρβάρου κόσμους πολὺ πλείους τε καὶ ῥᾷον εἰσαφικνουμένους

    接续前一段落末尾的“ἐσθῆτας δὲ”,为承接前文“ὁρᾶν ἔξεστιν”的宾格分词结构。“Βαβυλωνίους”作为双性形容词修饰阴性宾格复数名词“ἐσθῆτας”(衣物),“κόσμους”(饰物)为阳性宾格复数,二者共同作为分词“εἰσαφικνουμένους”的逻辑主语。

  2. 201ὥστε εἶναι θαυμάσαι μὴ ὅτι περὶ τοῦ λιμένος, ἀλλὰ καὶ περὶ τῆς θαλάττης, ὅτι περ ἐξαρκεῖ ὁλκάσιν

    在“ὥστε”引导的结果从句中,“εἶναι”作非人称用法配合不定式“θαυμάσαι”,意为“得以/不禁赞叹”。“μὴ ὅτι... ἀλλὰ καί...”为固定搭配,相当于“不仅……而且……”。后面的“ὅτι περ ἐξαρκεῖ ὁλκάσιν”是由“ὅτι”引导的名词/原因从句,说明赞叹的具体内容。

  3. 201εἶτα μὴ ἔχοντος τοῦ λόγου φανοῦμαι μεμνημένος

    在独立属格结构“μὴ ἔχοντος τοῦ λόγου”中,“ἔχω”作不及物/习惯性用法,意为“具有由头/理性依据”,全句意为“在演说行文缺乏依据/必然情由的情况下”。紧随其后的“φανοῦμαι μεμνημένος”为“φαίνομαι”接补充动名词/分词的固定结构,意为“显得提及了……”。

  4. 202οὐκ εἰς δίσκου φορὰν λέλειπται τῆς ὑμετέρας ἀρχῆς, ἢ ὅσον τόξευμα ἐξικνεῖται, ἀλλὰ τῷ ἡμίσει παντὶ τῆς οἰκουμένης

    动词“λέλειπται”带有比较属格“τῆς ὑμετέρας ἀρχῆς”,意为“逊色于诸位的帝国”。其差距的程度先由表示度量的介词短语及从句(“εἰς δίσκου φοράν”,“ὅσον τόξευμα ἐξικνεῖται”)进行否定,随后以程度与差额的与格“τῷ ἡμίσει παντί”(以整整一半)揭示实际的巨大差距。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg014.humanitext-grc2:201-202