- 底本
- Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg014.humanitext-grc2:199-200
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者借用荷马关于降雪的诗句,极力赞叹罗马令人惊叹的辽阔面积与巍峨高耸的多层建筑,指出其名“罗马”所代表的力量名副其实,并阐述整个人居世界的财富皆汇聚于此,帝国的疆域与太阳的运行轨迹平分秋色。
ἀκριβῶς καταθεάσαιτο ἀπὸ ποίας τοιαύτης σκοπιᾶς;1 ὅπερ γὰρ ἐπὶ τῆς χιόνος Ὅμηρος ἔφη, χυθεῖσαν αὐτὴν Ὑψηλῶν ὀρέων κορυφὰς καὶ πρώονας ἄκρους καλύπτειν καὶ πεδία λωτεῦντα καὶ ἀνδρῶν πίονα ἔργα, καί τʼ ἐφʼ ἁλὸς πολιῆς, φησὶ, κέχυται λιμέσιν τε καὶ ἀκταῖς, τοῦτο ἄρα καὶ ἥδʼ ἡ πόλις· καλύπτει μὲν ἄκρους πρώονας, καλύπτει δὲ τὴν ἐν μέσῳ γῆν, καταβαίνει δὲ καὶ μέχρι θαλάττης, οὗ τὸ κοινὸν ἀνθρώπων ἐμπόριον καὶ ἡ κοινὴ τῶν ἐν γῇ φυομένων διοίκησις· ὅπου δέ τις αὐτῆς γίγνοιτο, οὐδέν ἐστι τὸ κωλῦον ὁμοίως εἶναι ἐν μέσῳ. καὶ μὲν δὴ οὐκ ἐπιπολῆς γε κέχυται, ἀλλʼ ἀτεχνῶς πολὺ ὑπὲρ τὸ παράδειγμα ἐπὶ πλεῖστον ἄνω ἥκει τοῦ ἀέρος, ὡς εἶναι μὴ χιόνος καταλήψει τὸ ὕψος προσεικάσαι, ἀλλὰ μᾶλλον αὐτοῖς τοῖς πρώοσι. καὶ ὥσπερ τις ἀνὴρ πολὺ νικῶν τοὺς ἄλλους μεγέθει τε καὶ ῥώμῃ οὐκ ἀγαπᾷ μὴ καὶ ἄλλους ὑπὲρ αὑτὸν ἀράμενος φέρειν,2 ὣς δὲ καὶ ἥδε ἐπὶ τοσαύτης γῆς ᾠκισμένη οὐκ ἀγαπᾷ, ἀλλʼ ἑτέρας ἰσομετρήτους ὑπὲρ αὑτὴν ἀραμένη φέρει ἄλλας ἐπʼ ἄλλαις. ὣς ἄρα ἐπώνυμον αὐτῇ τοὔνομα καὶ οὐδὲν ἀλλʼ ἢ ῥώμη τὰ τῇδε.3 ὥστʼ εἴ τις αὐτὴν ἐθελήσειε καθαρῶς ἀναπτύξαι καὶ τὰς νῦν μετεώρους πόλεις ἐπὶ γῆς ἐρείσας θεῖναι ἄλλην παρʼ ἄλλην, ὅσον νῦν Ἰταλίας διαλεῖπόν ἐστιν, ἀναπληρωθῆναι τοῦτο πᾶν ἄν μοι δοκεῖ καὶ γενέσθαι πόλις συνεχὴς μία ἐπὶ τὸν Ἰόνιον τείνουσα. τοσαύτη δὲ οὖσα, ὅσην ἐγὼ μὲν οὐδὲ νῦν ἴσως ἀρκούντως ἐνεδειξάμην, ὀφθαλμοὶ δʼ ἄμεινον μαρτυροῦσιν, οὐχ ὥσπερ ἐπὶ τῶν ἄλλων εἰπεῖν, ὡς ἐνταῦθα ἕστηκεν, οὐδʼ ὅ τις εἶπε περὶ τῆς Ἀθηναίων καὶ Λακεδαιμονίων πόλεως, λέγων τῶν μὲν τὸ μέγεθος4 διπλάσιον ἢ κατὰ τὴν δύναμιν, τῶν δὲ πολὺ τῆς δυνάμεως ἔλαττον ἂν φανῆναι τὸ μέγεθος, ἀπείη δὲ τὸ βλάσφημον τοῦ παραδείγματος, τοῦτο ἄν τις φαίη καὶ περὶ τῆσδε τῆς πάντα μεγάλης, ὡς ἄρα οὐκ ἀκόλουθον τὴν δύναμιν τῷ τοσούτῳ μεγέθει κατεσκευάσατο. ἀλλʼ ἔστιν εἰς μὲν τὴν ὅλην ἀρχὴν βλέψαντα μηκέτι τὴν πόλιν θαυμάζειν, πολλοστὸν μέρος τῆς ἁπάσης ἄρχειν νομίσαντα γῆς, εἰς δʼ αὐτὴν τὴν πόλιν καὶ τοὺς τῆς πόλεως ὅρους ἰδόντα μηκέτι θαυμάζειν, εἰ ὑπὸ τοσαύτης ἄρχεται πᾶσα ἡ οἰκουμένη. ὅπερ γάρ τις ἔφη τῶν λογοποιῶν περὶ τῆς Ἀσίας,5 λέγων ὅσην ὁ ἥλιος πορεύεται, ταύτης πάσης ἄρχειν ἄνδρα ἕνα, — οὐκ ἀληθῆ λέγων, εἰ μὴ πᾶσαν Λιβύην καὶ τὴν Εὐρώπην ἐξαίρετον ἐποιεῖτο τῶν ἡλίου δυσμῶν τε καὶ ἀνατολῶν— τοῦτο νῦν ἐξενίκησεν ἀληθὲς εἶναι, τὴν ἴσην τε ἡλίου πορείαν εἶναι κτῆσιν ὑμετέραν καὶ τὸν ἥλιον διὰ τῆς ὑμετέρας πορεύεσθαι. οὐ γὰρ σκόπελοι θαλάττιοι, οὐδὲ Χελιδονέαι καὶ Κυανέαι τὴν ὑμετέραν ἀρχὴν ὁρίζουσιν, οὐδʼ ἵππου δρόμος ἡμερήσιος ἐπὶ θάλατταν, οὐδʼ ἐπὶ τακτοῖς ὅροις βασιλεύετε, οὐδʼ ἕτερος προαγορεύει μέχρι οὗ δεῖ κρατεῖν, ἀλλʼ ἡ μὲν θάλαττα ὥσπερ ζώνη τις ἐν μέσῳ τῆς οἰκουμένης ὁμοίως καὶ τῆς ὑμετέρας ἡγεμονίας τέταται. περὶ δὲ αὐτὴν αἱ ἤπειροι μεγάλαι μεγαλωστὶ κέκλινται, πρὸς ὑμᾶς ἀεί τι ἐνθένδε πληροῦσαι. ἄγεται δὲ ἐκ πάσης γῆς καὶ θαλάττης ὅσα ὧραι φύουσι καὶ χῶραι ἕκασται φέρουσι καὶ ποταμοὶ καὶ λίμναι καὶ τέχναι Ἑλλήνων καὶ βαρβάρων. ὥστε εἴ τις ταῦτα πάντα ἐπιδεῖν βούλοιτο, δεῖ αὐτὸν ἢ πᾶσαν ἐπελθόντα τὴν οἰκουμένην οὕτω θεάσασθαι, ἢ ἐν τῇδε τῇ πόλει γενόμενον. ὅσα γὰρ παρʼ ἑκάστοις φύεται καὶ κατασκευάζεται, οὐκ ἔστιν ὡς οὐκ ἐνταῦθα ἀεὶ καὶ περιττεύει. τοσαῦται δʼ ἀφικνοῦνται δεῦρο κομίζουσαι παρὰ πάντων ὁλκάδες ἀνὰ πᾶσαν μὲν ὥραν, πᾶσαν δὲ φθινοπώρου περιτροπὴν, ὥστʼ ἐοικέναι τὴν πόλιν κοινῷ τινι τῆς γῆς ἐργαστηρίῳ. φόρτους μὲν ἀπʼ Ἰνδῶν, εἰ βούλει δὲ, καὶ τῶν εὐδαιμόνων Ἀράβων, τοσούτους ὁρᾶν ἔξεστιν ὥστε εἰκάζειν γυμνὰ τὸ λοιπὸν τοῖς ἐκεῖ λελεῖφθαι τὰ δένδρα καὶ δεῦρο δεῖν ἐκείνους ἐλθεῖν, ἐάν του δέωνται, τῶν σφετέρων μεταιτήσοντας· ἐσθῆτας δὲ
究竟能从怎样的高处眺望台将其准确尽览呢?因为荷马论及降雪时所说的话——雪花飘落,“覆盖了高山的峰峦与险峻的岬角,开花的平原与人们丰饶的田舍”,又说“它倾泻于灰白的沧海之上,落入港口与海滩”——这恰恰也适用于眼前这座城邦。它确实覆盖了巍峨的岬角,覆盖了其间的土地,更一直向下绵延直至海滨,那里是全人类共同的商埠,亦是地上一切物产的共同调度之所;无论身处这座城邦的何处,都毫无妨碍其同样置身于正中。况且,它绝非仅仅在平面上铺展,而是委实远远超越了那诗中的譬喻,直冲云霄之极高处,以至于其崇高之处与其说可比作白雪的覆蔽,倒不如说更类同于山峰本身。正如同一个在体型与膂力上远胜旁人的男子,若不把他人也高高举起背负在自己身上便不甘心;同样,这座坐落于如此辽阔土地上的城邦也不以此自满,而是将与自身规模相仿的一座座城邦高高托起,一层加一层地背负于己身之上。因此,其名实相符,此地的景象无他,纯然就是力量本身。以至于若是有人愿将其彻底展平,将如今高耸于空中的各座城邦落于地面并排安置,在我看来,整座意大利如今空旷未占之处都将被尽数填满,化为一座一直延伸至伊奥尼亚海的连绵不绝的单一城邦。 这座城邦既然如此宏大——虽然我自己此刻也许仍未能充分加以说明,但诸位的双眼给出了更佳的见证——人们既不能像谈论其他城邦那样说它“止步于此”,也不能像某人论及雅典人和拉刻代蒙人的城邦那样——声称前者的规模显得为其力量的两倍,后者的规模则显得远逊于其力量;愿这一譬喻的不祥之意退避开去!——任何人对眼前这座在各方面皆至为伟大的城邦,都绝不能声称其力量未能与如此巨大的规模相称。相反,若放眼于整个帝国,便不会再对这座城邦感到惊叹,因为人们会认为不过是极微小的一部分在统领着全地;而若注目于城邦本身及其城界,人们便再也不会对整个普世天下竟由如此庞大的城邦统治而感到惊奇。正如某位史家在谈及亚洲时所说,称太阳运行所及的所有土地皆由一人统治——这原非实情,除非他将整个利比亚与欧洲排除在太阳的升落之外——如今这句话却大获全胜地被证实为真,即诸位的版图与太阳的运行轨迹等同,太阳乃是穿行在诸位的疆域之中。 因为既非海上的暗礁,亦非刻利多尼亚群岛与库阿内埃群岛在为诸位的帝国划界,亦非一日马程奔向海滨所能限量;你们并非在固定的界标内称王,亦无旁人预先宣告你们的统治该以何处为度。相反,海洋宛如一条腰带,同样横亘在人居世界的正中央与诸位的霸业之正中央。而围绕着海洋,辽阔的大陆巍峨环抱,始终从四面八方向诸位有所补给。凡是各季节所出、各地所产、江河湖泊以及希腊人与蛮族的技艺所成之物,皆从整个大地与海洋运送至此。因此,若有人想要将这一切尽收眼底,他就必须要么踏遍整个人居世界如是观览,要么来到这座城邦;因为在各族中所生长制造的万物,无不在此处常年丰裕充盈。以至于在每一个季节、在秋季的每一次更迭中,载运各族物资抵达此地的商船如此之多,使这座城邦宛如大地上的一座共同工坊。至于来自印度人、或者你若愿意还包括来自幸福阿拉伯人的货物,人们所见的数量是如此庞大,以致令人猜想彼处的树木今后定已变得光秃,若是他们有所欠缺,便不得不亲自来到这里乞求分享原本属于自己的物品;至于衣物……
- 199ἀκριβῶς καταθεάσαιτο ἀπὸ ποίας τοιαύτης σκοπιᾶς;
接续前一语段末尾的句式“τίς γὰρ ἂν ... εἶτα”构成完整的潜势希求法句子(ἄν+希求法):“究竟有谁能[目睹这诸多山巅等],然后从怎样的高处眺望台将其准确尽览呢?”疑问介词短语 ἀπὸ ποίας τοιαύτης σκοπιᾶς 置于句末以加强修辞语气。
- 199οὐκ ἀγαπᾷ μὴ καὶ ἄλλους ὑπὲρ αὑτὸν ἀράμενος φέρειν
动词 ἀγαπάω 与否定词连用时表示“满足于、甘心于”,后接带有 μή 的不定式,构成惯用表达“若不……便不满足/一定要……才甘心”。此处用大力士不仅自恃高大强壮,还要将旁人托举在自己身上行进的形象,比拟罗马多层建筑叠层而立的景象。
- 199ὣς ἄρα ἐπώνυμον αὐτῇ τοὔνομα καὶ οὐδὲν ἀλλʼ ἢ ῥώμη τὰ τῇδε
利用专有名词“罗马”(Ῥώμη)与希腊语普通名词“力量、强健”(ῥώμη)同音同形的词源学双关(wordplay)。意即:“因此其名对于它而言委实名副其实(ἐπώνυμον),此地之物无非就是纯粹的力量(ῥώμη)”。
- 199λέγων τῶν μὲν τὸ μέγεθος διπλάσιον ἢ κατὰ τὴν δύναμιν, τῶν δὲ πολὺ τῆς δυνάμεως ἔλαττον ἂν φανῆναι τὸ μέγεθος
此句明显暗引修昔底德《伯罗奔尼撒战争史》第1卷第10节中关于雅典与斯巴达遗迹规模与实际国力落差的著名议论。在句法上,由分词 λέγων 引出间接引语:雅典的建筑规模显得与其国力相比有两倍之巨(τῶν μὲν τὸ μέγεθος διπλάσιον ἢ κατὰ τὴν δύναμιν),而斯巴达的规模则显得远逊于其实际力量(τῶν δὲ πολὺ τῆς δυνάμεως ἔλαττον ἂν φανῆναι τὸ μέγεθος)。
- 200ὅπερ γάρ τις ἔφη τῶν λογοποιῶν περὶ τῆς Ἀσίας
暗指希罗多德《历史》第7卷第8节中薛西斯的演讲(声称波斯疆土将与天相齐,统治太阳普照的全部土地)。此处 λογοποιός 指早期散文家或历史学家(如希罗多德)。随后的插入从句指出,除非把欧洲和利比亚排除在太阳轨迹之外,否则薛西斯所言不实,而罗马如今却真正实现了这一宣言。
