- 底本
- Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg014.humanitext-grc2:197-198
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者请求听众协助他履行旅途中所立下赞颂城邦的誓愿,指出拙劣的颂词比沉默更能贬抑城邦的伟大,并面对城邦极其广袤的规模感叹言辞之力的局限。
ἔθος τοῖς πλέουσι καὶ ὁδοιποροῦσιν εὐχὰς ποιεῖσθαι καθʼ ὧν ἂν ἕκαστος ἐπινοῇ.1 ποιητὴς μὲν οὖν ἤδη τις εἶπε σκώψας εὔξασθαι κατὰ χρυσόκερω λιβανωτοῦ. ἡμεῖς δὲ, ὦ ἄνδρες, παρὰ τὴν ὁδὸν τὴν ἐνταῦθα καὶ τὸν πλοῦν εὐχὴν ταύτην ἐποιησάμεθα, οὐκ ἄμουσον οὐδʼ ἐκμελῆ οὐδʼ ἄπο τῆς τέχνης, εἰ σωθείημεν, προσερεῖν ἐν τῷ μέσῳ τὴν πόλιν.2 κατὰ ἰσομετρήτου μὲν οὖν εὔξασθαι τῇ πόλει λόγου οὐκ ἐνῆν, ἀλλʼ ὡς ἀληθῶς εὐχῆς αὖ προσεδεῖτο ἑτέρας, ἴσως μὲν οὖν καὶ μείζονος, δυνηθῆναι τοιοῦτον ἆραι λόγον, ὅστις παρισώσεται τοσῷδε ὄγκῳ πόλεως· προσερεῖν γε μὴν ὑπεσχόμεθα, ὅπως ἂν δυνώμεθα, ἐπειδή γε καὶ ἄλλοι τὰ ἰσομέτρητα σφίσιν αὐτοῖς ἰσομέτρητα ποιοῦσιν αὖ καὶ τοῖς θεοῖς. ἀλλʼ, ὦ ἄνδρες, οἱ τῆς μεγάλης ἔνοικοι πόλεως, εἴ τι μέτεστιν ὑμῖν προνοίας μὴ ἐμὲ ψεύσασθαι τὴν εὐχὴν, συνάρασθε τῷ τολμήματι, ἵνα τῶν ἐγκωμίων πρῶτον ἀρχόμενοι καὶ τοῦτο ἔχωμεν λέγειν ὅτι εὐθὺς μὲν τοιούτοις ἀνδράσιν ἐντυχεῖν ἦν, ὑφʼ ὧν τις, κἂν ἄμουσος ᾖ τὸ πρὶν, κατʼ Εὐριπίδην, ἐμμελής τε καὶ δεξιὸς εὐθὺς γίγνεται καὶ δύναται λέγειν καὶ περὶ τῶν μειζόνων ἢ καθʼ αὑτόν· τὴν δὲ πόλιν ᾁδουσι μὲν πάντες καὶ ᾁσονται, τοσούτῳ δὲ ἐλάττω ποιοῦσιν ἢ σιωπῶντες, ὅσῳ3 παρὰ μὲν τὴν σιωπὴν οὔτε μείζονα οὔτʼ ἐλάττονα ἔστι ποιῆσαι τῆς οὔσης, ἀλλʼ ἀκέραιος τῇ γνώσει μένει, οἱ δὲ λόγοι τοὐναντίον οὗ βούλονται ποιοῦσιν· ἐπαινοῦντες γὰρ οὐ δεικνύουσιν ἀκριβῶς ὃ θαυμάζουσιν, ἀλλʼ ὥσπερ ἂν εἴ τις ζωγράφος σῶμα καλὸν καὶ περίβλεπτον ἐπιχειρῶν δεῖξαι διὰ τέχνης, εἶτα ἀπολείποιτο, πᾶς τις ἂν φαίη δή που λυσιτελεῖν μὴ γράφειν, ἀλλʼ ἢ αὐτὸ ἰδεῖν ἐᾶν, ἢ μὴ δεικνύειν αὐτοῖς ἐπὶ τὸ χεῖρον μιμούμενον, ὣς δὲ καὶ περὶ ταύτης μοι δοκεῖ τῆς πόλεως ἔχειν· ἀφαιροῦσιν οἱ λόγοι τὰ πολλὰ τῶν θαυμάτων καὶ ποιεῖν δοκοῦσί μοι παραπλήσιον ὥσπερ ἂν εἴ τις στρατιᾶς πλῆθος ἐξαγγεῖλαι βουλόμενος, οἷον τῆς Ξέρξου, καὶ πάνυ δὴ θαυμάζων, εἶτα λέγοι μυρίους ἢ δισμυρίους στρατιώτας ἰδεῖν, ἵππον δὲ τόσην καὶ τόσην, οὐδὲ πολλοστὸν μέρος τοῦ παντὸς λέγων ἐν οἷς θαυμάζει. ἡ γὰρ δὴ πρώτη λόγου δύναμιν ἐξελέγξασα οὐκ ἐπὶ πᾶν ἐφικνουμένην ἥδε ἐστί· περὶ ἧς μὴ ὅτι εἰπεῖν κατὰ τὴν ἀξίαν ἔστιν, ἀλλʼ οὐδʼ ἰδεῖν ἀξίως αὐτὴν,4 ἀλλʼ ὡς ἀληθῶς Ἄργου τινὸς πανόπτου, μᾶλλον δὲ τοῦ κατέχοντος αὐτὴν πανόπτου θεοῦ δεῖ. τίς γὰρ ἂν τοσάσδε ὀρῶν κορυφὰς κατειλημμένας, ἢ πεδίων νομοὺς ἐκπεπολισμένους, ἢ γῆν τοσήνδε εἰς μιᾶς πόλεως ὄνομα συνηγμένην, εἶτα
航海和旅行之人,按照各自心中所想立下誓愿,原是惯例。确曾有某位诗人戏称自己曾许愿献上带有金角的乳香。然而,诸位,我们在前来此处的路途与航行之中,立下了这样一个并非粗鄙、亦非不协律、亦不背离我们技艺的誓愿:若能蒙保平安,便在公众之中向这座城邦致意。许诺一篇与这座城邦完全相称的言论固然绝无可能,甚至委实需要再立下另一愿,或许还是更大的愿,方能有能力发起一篇足以与如此宏大的城邦相匹敌的言辞。然而我们终究应许了要竭尽所能向它致辞,因为其他人也是将对自己相称的事物,同样作为对神明相称之物来奉献的。 所以,诸位伟大城邦的居民,如果你们有哪怕些许顾念,不愿让我违背誓言,就请协助这一大胆的尝试吧;这样,当我们开始颂辞之初,便也能说出这样的话:我们立刻遇见了这样的人物——借用欧里庇得斯的话说——在他们面前,即使先前不通文教之人,也会立刻变得富有节律而敏睿,并能就超越自身能力的大事发表演说。人人都在赞颂这座城邦,且将永远赞颂下去,然而他们比起保持沉默,却更使得它受到贬抑;因为在沉默之中,既不能使它比实际状况变得更大或更小,而它在人的理解中始终完好无损,演说却达成了与它们本意相反的效果。因为他们在赞扬时,并未准确展现他们所惊叹之物;正如某位画家若企图以画技展现美丽动人的躯体,随后却力有不逮,大家无疑都会说,倒不如不画,要么任由人们直接观看其本身,要么不要以拙劣的摹仿将之呈现给他们;在我看来,关于这座城邦的情况亦复如是。言论削夺了绝大多数的奇迹,并且在我看来,他们的所作所为极似某人想要宣讲如薛西斯那般庞大的军容,心中虽极度惊叹,随后却声称自己见到了万名或两万名步兵,以及如此这般的骑兵,在他所惊叹的事物中甚至没有提到全局的极微小一部分。 因为真正最先证明了言论之力无法企及一切的,正是眼前这座城邦。关于它,不仅无法依其应有的尊严而言说,甚至不能相称地瞻仰它,而是委实需要某个无所不见的阿耳戈斯,或者不如说需要守护它的无所不见之神。因为,谁能目睹如此众多的山巅被占满,或是平原草场被化为城市,或是如此广袤的大地被聚于一座城邦之名下,然后……
- 197καθʼ ὧν ἂν ἕκαστος ἐπινοῇ
介词 κατά 接属格,在此表示发誓所依据的标准或许诺的内容,与下文的 κατὰ χρυσόκερω λιβανωτοῦ 以及 κατὰ ἰσομετρήτου ... λόγου 结构呼应,意为“按照各人所构想的事物(去立誓)”。
- 197εἰ σωθείημεν, προσερεῖν ἐν τῷ μέσῳ τὴν πόλιν
由过去时态主动词 ἐποιησάμεθα 所引出的间接引语或誓愿内容:条件从句 εἰ σωθείημεν 为历史时态后的斜式祈愿语气,原形为未来或带有 ἐάν 的预期条件从句;不定式 προσερεῖν 作 εὐχὴν ταύτην 的同位语,说明誓愿的具体内容。
- 198τοσούτῳ δὲ ἐλάττω ποιοῦσιν ἢ σιωπῶντες, ὅσῳ
由差额与格构成的关联结构 τοσούτῳ... ὅσῳ 与比较级句式 ἐλάττω ... ἢ σιωπῶντες(“比保持沉默时使其更加受贬损”)相融合,表示比例与因果关系:“他们比保持沉默时使其减损的程度,恰与……的程度相当”。
- 198περὶ ἧς μὴ ὅτι εἰπεῖν κατὰ τὴν ἀξίαν ἔστιν, ἀλλʼ οὐδʼ ἰδεῖν ἀξίως αὐτὴν
惯用句式 μὴ ὅτι ... ἀλλʼ οὐδέ(“不仅不……甚至连……都不……”)。此处递进强调:不仅无法依其尊严去言说,甚至连相称地瞻仰它也是不可能的。
