- 底本
- Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg013.humanitext-grc2:98-99
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者论证了阿提卡既是希腊的前哨亦是全希腊的中心与纯正希腊性的典范,以同心圆盾牌为喻将卫城确立为核心之极致,并赞美了阿提卡适度宜人的大气与四季气候。
τήν τε Ἄρτεμιν καὶ τὸν πατρῷον Ἀπόλλω τῇ πόλει, ἥ τʼ ἀπὸ τῆς Ἀσίας ἐπὶ τοὺς Ἕλληνας πρώτη διαβᾶσα δύναμις διὰ τῶν νήσων προσέσχεν εἰς Μαραθῶνα, καλῶς ὑπὸ τῆς φύσεως ἀχθεῖσα τοῦ τόπου πρὸς τὸ δοῦναι δίκην ὧν ἐπεβούλευσε1 τοῖς Ἕλλησιν. οὕτω δʼ ἐν ἀρχῇ τῆς Ἑλλάδος οὖσα ἡ χώρα ἐν μέσῳ τῆς πάσης οὐχ ἧττόν ἐστιν. ὅποι γὰρ ἀπʼ αὐτῆς κινηθείης, τὰ γνωριμώτατα τῶν Ἑλλήνων ἐκδέχεται γένη, καὶ ὥσπερ πόλιν ἡ οἰκεία χώρα προσοικεῖ, οὕτω καὶ τὴν Ἀττικὴν ἅπασα ἡ Ἑλλὰς προσοικεῖ. διὸ δὴ καὶ μόνη τὸ τῶν Ἑλλήνων πρόσχημα καθαρῶς ἀνῄρηται καὶ τοῖς βαρβάροις ἐστὶν ἐπὶ πλεῖστον ἀλλόφυλος· ὅσον γὰρ τῇ φύσει τοῦ τόπου κεχώρισται, τοσοῦτον καὶ τοῖς ἤθεσι τῶν ἀνδρῶν ἀφέστηκεν. οὔτε γὰρ ποταμοῦ μέσου κοινωνεῖ τινος οὔτʼ ἐστὶν αὐτῇ μεθόριον οὐδὲν τὸ αὐτὸ διαιροῦν καὶ μιγνύον τὴν γῆν, ἀλλʼ ὥσπερ πρὸς ἀσπίδος ἐπίσημον πάντα πρὸς μέσον τοῦτο τὸ χωρίον ἐκ παντὸς ἄκρου τείνει τὰ Ἑλληνικὰ, καὶ πανταχόθεν κύκλοι περιέχουσι τὴν χώραν Ἑλληνικοὶ, οἱ μὲν ἐκ θαλάττης, οἱ δʼ ἀπὸ τῆς ἠπείρου περικείμενοι, ὥσπερ εἰκὸς τῇ κοινῇ τοῦ γένους ἑστίᾳ. τοσοῦτον δὲ πέφευγε τὴν ἀλλοδαπὴν καὶ βάρβαρον ὥστε καὶ ἐπὶ τῆς ἀντιπέραν ἠπείρου προὐβάλλετο ἑτέραν Ἑλλάδα ἄποικον ἑαυτῆς, ἣ νῦν ἤδη πλεῖστον βαρβάρων ἀφέστηκεν, ὥσπερ φύσει ταχθεῖσα ἡ πόλις, ἀντίπαλος τούτῳ τῷ γένει καὶ πολεμία. ἐξ ὧν ἄδολον μὲν καὶ καθαρὸν καὶ ἀδιάφθορον τὸ ἦθος ἀεὶ τοῖς ἐξ αὐτῆς διαγέγονε παρεχομένη, εἰλικρινῆ δὲ καὶ καθαρὰν καὶ ἄλυπον καὶ παράδειγμα πάσης τῆς Ἑλληνικῆς ὁμιλίας φωνὴν εἰσηνέγκατο. ἡ δʼ αὐτὴ θέσις τῆς τε χώρας ἐν τῇ Ἑλλάδι καὶ τῆς πόλεως ἐν τῇ χώρᾳ, μέση γὰρ ἐν μέσῃ κεῖται, τοσοῦτον πρὸς θάλατταν ἐπικλίνουσα, ὅσον τοὺς λιμένας ἧς εἰσι φαίνεσθαι.2 τρίτη δὲ ἀκόλουθος τούτων ἀνέχει, περιφανὴς ἄνω διὰ μέσης τῆς πόλεως, ἡ πάλαι μὲν πόλις, νῦν δὲ ἀκρόπολις, κορυφῇ παραπλησίως, οὐχ ὡς ὕστατον εἶναι τῆς πόλεως, ἀλλʼ ὡς περὶ αὐτὴν πᾶν τὸ λοιπὸν σῶμα τῆς πόλεως, ἄκρου καὶ μέσου ταυτοῦ συμπεπτωκότος, τὸ διὰ πάντων ἤδη τοῦτο κάλλος καὶ ὁ τελευταῖος ὅρος τῆς περὶ γῆν εὐκαιρίας. ὥσπερ γὰρ ἐπʼ ἀσπίδος κύκλων εἰς ἀλλήλους ἐμβεβηκότων πέμπτος εἰς ὀμφαλὸν πληροῖ διὰ πάντων ὁ κάλλιστος,3 εἴπερ ἡ μὲν Ἑλλὰς ἐν μέσῳ τῆς πάσης γῆς, ἡ δʼ Ἀττικὴ τῆς Ἑλλάδος, τῆς δὲ χώρας ἡ πόλις, τῆς δʼ αὖ πόλεως ἡ ὁμώνυμος. ἀλλʼ ἐνταῦθα μὲν ἡμᾶς ὁ λόγος παρήνεγκε τῆς ἀεὶ παραπιπτούσης ἀκολουθίας ἐχόμενος. ἐπιστρεπτέον δὲ πάλιν πρὸς τὴν χώραν καὶ τὰ πρεσβεῖα φυλακτέον αὐτῇ, ἧς τὴν μὲν πρὸς γῆς τε καὶ θαλάττης φύσιν εἴπομεν διʼ ὅσων εἰκὸς ἦν, μῆκός τε φεύγοντες καὶ τὸ παρελθεῖν ἃ μὴ χεῖρον εἰπεῖν. ἀλλὰ μὴν τόν γε ὑπὲρ κεφαλῆς ἀέρα καὶ τὴν τῶν ὡρῶν κρᾶσιν οὕτω σύμμετρον εἴληχεν ὥστε εἰ τῷ λόγῳ μετρίως εἰπεῖν ἦν, εὐκτὸν ἂν ἦν. ἴσον γὰρ ἁπάντων ἀπέχει τῶν δυσχερῶν καὶ μετέχουσα τῶν ἀγαθῶν τῆς δυνάμεως ἑκάστης, ἃ λυπηρὰ πρόσεστιν ἑκάστῃ πέφευγε. τεκμαίρεσθαι δὲ ἔξεστιν οὐ μόνον τοῖς ὡραίοις νικῶσι καὶ παρὰ τὴν ἐπωνυμίαν καὶ τοσοῦτον τοῦ παντὸς ἔτους κατέχουσι χρόνον, ἀλλὰ καὶ τῇ ἀποστάσει, καθάπερ ἐν
即阿尔忒弥斯与对该城邦而言身为祖神的阿波罗;而从亚洲渡海进攻希腊人的第一支大军,亦是穿过群岛而在马拉松靠岸,被该处的自然地理绝妙地引向那里,以便为其谋害希腊人之图谋付出代价。因此,这片土地虽居于希腊的最前沿,却同样位于全希腊的正中。因为无论你从这里移步何方,迎接你的皆是希腊人最负盛名的部族;正如一地的乡野环伺着城邦,整个希腊亦环伺着阿提卡。正是为此,它独具纯粹地担当起希腊人的先锋与表率,而与异族最为迥异;因其在地理特质上被隔绝有多远,其居民的风尚习俗便与异族相距有多远。盖因它既不共享任何中间的河流,亦无任何既划分大地又混杂土地的边界;相反,宛如盾牌上的徽记一般,希腊的所有区域皆从四方的边缘汇聚向这片中央的要地,全方位的希腊环带包围着这片土地,有的从海上环抱,有的从大陆围拢,恰如整个民族共同的炉灶所当拥有的格局。它对异域和野蛮避之唯恐不及,以至于在对岸的大陆上亦筑起另一个作为自身殖民地的希腊,如今这片土地已与野蛮异族拉开最远的距离,仿佛这座城邦受自然之命被部署于此,作为该异族的劲敌与仇雠。由此,它始终为本土之人培育出纯朴、贞洁且未受玷污的风尚,并带来了一种醇正、清澈、悦耳且堪为全体希腊谈吐楷模的语言。 这片土地在希腊之中的位置,与城邦在这片土地之中的位置完全一致:因为城邦居于中央之正中,其向海倾斜的幅度,恰好足以彰显那些海港究竟属于哪座城邦。紧随二者之后的第三重格局拔地而起,那便是穿过城邦中央、在上方巍然耸立的昔日城邦、今日卫城;它宛如山巅,却并非居于城邦边缘,而是城邦余下的全部躯干皆环绕其周,使顶点与中心合二为一,化为贯穿一切的美景以及大地优越地利的终极极致。因为正如一面由相互套嵌的同心圆构成的盾牌上,最美观的第五重圆环填满了正中的突起盾脐,倘若希腊位于大地正中,阿提卡位于希腊正中,城邦位于阿提卡正中,那么与城邦同名的卫城则居于城邦正中。然而,我们的演说顺着不断自然涌现的脉络,已将我们带至此处。现在必须重新折回这片土地,捍卫其应有的殊荣;对于它面向陆地与海洋的自然造化,我们在力避冗长且不遗漏宜言之事的前提下,已尽其合宜之度作了阐述。 不仅如此,它头顶的大气与四季的温和调和亦得到了如此匀称的分配,以至于若能以恰如其分的言辞表达,实乃世人祈求之至境。因为它与所有令人不悦的极端气候皆保持等距,在分享每种季节权能之益处的同时,又避开了伴随每种季节而来的苦楚。人们不仅可以通过那些甚至超越其名称而胜出、并占据全年漫长时间的应季出产来判断这一点,亦可从其间距来推断,正如同在……
- 98ὧν ἐπεβούλευσε
关系代词的引申格变(attraction)。先行词 τούτων 被省略,关系代词本应作为 ἐπεβούλευσε 的宾语采用宾格 ἃ,但受到原本应出现的先行词之属格牵引(即 δίκην τούτων ἃ ἐπεβούλευσε),变为属格 ὧν。
- 99ὅσον τοὺς λιμένας ἧς εἰσι φαίνεσθαι
由 τοσοῦτον... ὅσον 接不定式 φαίνεσθαι 构成的程度/结果句结构。关系代词 ἧς 为阴性单数属格,作所有格指代前文的 πόλις(意为“显出这些港口属于哪座城邦”)。
- 99ὥσπερ γὰρ ἐπʼ ἀσπίδος κύκλων εἰς ἀλλήλους ἐμβεβηκότων πέμπτος εἰς ὀμφαλὸν πληροῖ διὰ πάντων ὁ κάλλιστος
基于盾牌同心圆比喻的层级构文。κύκλων εἰς ἀλλήλους ἐμβεβηκότων 为属格独立结构(“各重圆环层层套嵌”)。上下文构建了由外至内的五重同心圆:(1) 全大地、(2) 希腊、(3) 阿提卡、(4) 雅典城、(5) 卫城;第五重最美的圆环正好填满正中的盾脐(ὀμφαλός),构成最核心的顶点。
