- 底本
- Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg013.humanitext-grc2:96-97
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者赞美阿提卡面对海洋与爱琴海诸岛时的优越地势与和谐美感,阐明此地貌如何净化来访者的心灵,并与勒托的古老神话相契合。
θαλάττης θεωροῦντι. πρόκειται γὰρ ἀντʼ ἄλλου φυλακτηρίου τῆς Ἑλλάδος τὴν γιγνομένην τάξιν ἔχουσα πρώτη πρὸς ἥλιον ἀνίσχοντα, προμήκης εἰς τὸ πέλαγος, καὶ μάλα ἐναργὴς συμβαλεῖν1 ὅτι τῆς Ἑλλάδος ἐστὶν ἔρυμα ὑπὸ τῶν κρειττόνων πεποιημένον καὶ μόνῃ ταύτῃ κατὰ φύσιν ἔστιν ἡγεῖσθαι τοῦ γένους. εἶτα καὶ τῆς φιλανθρωπίας ὡσπερεὶ σύμβολον ἐκφέρει· προβαίνει γὰρ μέχρι πλείστου, τὴν θάλατταν ἡμεροῦσα, καὶ ταῖς νήσοις ἐγκαταμίγνυται, θεαμάτων ἥδιστον, ἤπειρος ἐν νήσοις, καὶ τούτων ἐνίων νοτιωτέρα, πρώτη μὲν τοῖς ἐκ τοῦ πελάγους ὡσπερεὶ χεῖρα προτείνουσα εἰς ὑποδοχὴν, παντοδαποὺς δὲ ὅρμους καὶ λιμένας παρεχομένη κύκλῳ περὶ πᾶσαν ἑαυτὴν, ἔτι δὲ ἀκτὰς ἄλλας κατʼ ἄλλα μέρη τῆς τε θαλάττης καὶ ἑαυτῆς, καὶ πορθμοὺς πρὸς τὰς ἐπικειμένας νήσους οὐ πλέον διαλείποντας ἢ ὅσον αἱ νῆσοι πρὸς ἀλλήλας· ὥστε καὶ παραπλεῖν καὶ περιπλεῖν καὶ πεζεύειν καὶ ἔτι πελαγίους εἶναι διὰ τῆς Ἀττικῆς ὥσπερ ἐν πομπῇ κατʼ ἐξουσίαν τὸ πρὸς ἡδονὴν αἱρουμένους. αἱ δὲ ἐπίκεινται πανταχόθεν πεποικιλμέναι Κυκλάδες καὶ Σποράδες περὶ τὴν Ἀττικὴν, ὥσπερ τῆς θαλάττης ἐξεπίτηδες ἀνείσης ἀντὶ προαστείων τῇ πόλει, χοροῦ σχῆμα σώζουσαι, καὶ τὰ ἐκείνων κάλλη καὶ κόσμους τῆς πόλεως κάλλη καὶ κόσμους εἶναι συμβέβηκε. δύνανται γὰρ ὅπερ τοῖς βασιλείοις τὰ προπύλαια, καὶ σελήνην ἀστέρες ἐγκλείουσι, ποιητὴς ἂν εἴποι τις, μεῖζον φέρουσαι κέρδος ἢ ὅσον παρέχουσι· λέγω δὴ τοῦ προσοικεῖν. διʼ ἃ δὴ καὶ μόνῃ τῇ πόλει κυρίως ἄν τις φαίη τὴν ἀρχὴν αὐτῶν συμβῆναι καὶ γνησίαν ἐπὶ τῶν Ἑλληνικῶν, τοὺς δʼ ἄλλους νόθους εἰς τὴν θάλατταν ἐμβῆναι, ὥσπερ ὑποβολιμαίους, οὐ πατρικαῖς ταῖς νήσοις ἐπιθεμένους, ἀλλʼ ἁρπάσαντας τύχης ἀλογίᾳ, ὅπερ αὐτοὺς καὶ ταχέως πάλιν ἐξήλασε. τοῦτο δὲ τὸ σχῆμα καὶ ταύτην τὴν θέσιν τῆς χώρας ἐχούσης, τὸν μὲν ἀεὶ κατάπλουν τῶν ἐμπόρων τε καὶ καθʼ ἱστορίαν ἢ χρείαν εἰσαφικνουμένων, μεθʼ ὅσης τῆς ῥᾳστώνης καὶ ψυχαγωγίας γίγνεται καὶ τρυφῆς οὐ ῥᾴδιον εἰπεῖν,2 πλὴν εἰς ὅσον αὐτούς τις ἐπιμαρτύραιτο· οὕτω γὰρ παντάπασιν ἡ ψυχὴ προκαθαίρεται καὶ μετέωρος καὶ κούφη γίγνεται καὶ σφόδρα τῶν Ἀθηνῶν τῆς θέας ἐν παρασκευῇ, ὥσπερ ἐν ἱεροῖς προτελουμένη. ἐπίδηλον δὲ καὶ τοῖς ὀφθαλμοῖς πλέον τοῦ συνήθους τὸ φῶς ἐγγιγνόμενον, ἀφαιρούσης ἤδη τὴν πολλὴν ἀχλὺν ὡς ἀληθῶς καὶ καθʼ Ὅμηρον εἰπεῖν τῆς Ἀθηνᾶς3 ἔτι τῇ χώρᾳ προσαγόντων. ὥστε ἔοικεν ὀνείρατος εὐφροσύνῃ τὰ θεάματα καὶ χορείαν ἐξελίττειν, οὐ πλοῦν ἀνύτειν δόξαις ἂν, οἷα τὴν ναῦν ἀεὶ κύκλῳ περιίσταται κάλλη παντοδαπὰ ἄγοντα μετʼ εὐθυμίας ἐπὶ τὴν Ἀττικήν. τοῖς δʼ ὁρωμένοις συμβαίνει καὶ τὰ λεγόμενα, οἷς οὐκ ἔνεστιν ἀπιστεῖν· πάντα γὰρ ἑξῆς ὁμοίως ἔχει. Λητώ τε γὰρ, εἰ καὶ μικρὸν ὕστερον ἁρμόσει περὶ τῶν θείων διηγεῖσθαι, λυσαμένη τὴν ζώνην ἐν Ζωστῆρι τῆς Ἀττικῆς καὶ λιποῦσα τὴν ἐπωνυμίαν τῷ τόπῳ, βαδίζουσα ἀεὶ εἰς τὸ πρὸς ἕω τῆς Προνοίας Ἀθηνᾶς ἡγουμένης, ἀπʼ ἄκρας τῆς Ἀττικῆς ἐπιβᾶσα τῶν νήσων εἰς Δῆλον καταίρει καὶ τίκτει δὴ τοὺς θεοὺς
从海上来审视亦是如此。因为这片土地宛若替代了任何其他防卫哨所而横亘于希腊之前,占据着面向升起之日的首要阵位,向大洋深处长长地延伸,极易让人断定它就是诸神为希腊铸就的壁垒,并且顺应自然唯有这座城邦配统领全族。再者,它亦展现出了仿佛是其仁德之象征的形貌:它向前伸展至极远之处,驯服了大海,与群岛交融在一起——这是最为怡人的奇景,群岛之中见大陆,甚至比其中某些岛屿更为偏南——它首先向从大洋而来的旅人伸出宛如迎候之手,并在自身周遭各处提供形形色色的锚地与港湾,进而在大海及自身的各个方位提供多样的海滩,以及通向毗邻群岛的窄狭海峡,其间距不大于群岛彼此之间的距离;因此,人们可以通过阿提卡沿岸航行、环绕航行、徒步漫游,乃至置身大洋之上,宛如在节日行列之中随心所欲地择取惬意之途。基克拉泽斯群岛与斯波拉得斯群岛从四面错落有致地环绕着阿提卡,宛若大海特意为这座城邦让渡出的一处处郊野外景,保持着歌队合唱起舞的阵形,这些岛屿的美景与修饰恰好构成了城邦自身的美景与装饰。因为它们所起的作用正如同王宫的前门,亦正如诗人所言,宛如繁星拱卫着明月,带来了远超其自身所能提供的巨大利益——我指的正是比邻而居之利。正是因此,人们当可断言,对这些岛屿的统治在全希腊唯有对这座城邦而言才是名正言顺且血统纯正的;而其他城邦涉足海洋则如冒名顶替的私生子,霸占的并非世代相传的父祖之岛,而是凭着盲目侥幸的运气巧取豪夺——这也迅速将他们再度逐出。 鉴于这片土地拥有如此形貌与地理位置,商贾以及因游历考察或实际需求而渡海而至的人们,其抵港航程是在何等安逸、娱悦与奢华中度过的,若非引他们自身为见证便绝不易言尽;因为灵魂如此彻底地预先获得净化,变得昂扬而轻快,并为瞻仰雅典做好了万全准备,宛如在神圣仪式中受过预备性的密仪灌顶。对于双眼而言亦是昭然若揭:当他们尚在向这片土地驶近之时,超越寻常的光芒便已显现,恰如荷马所言,雅典娜女神当真已为人驱散了浓重的迷雾。因此,这诸般景象宛如梦境中的欢愉,令人觉得与其说是在完成一段航程,毋宁说是在铺展一支曼妙的舞蹈,只因那多姿多彩的美景时刻环绕着船舶,欢欣雀跃地将其引向阿提卡。而眼前所见亦与流传的神话浑然相合,令人无可置疑;因为一切线索皆一脉相承。因为勒托——即便关于神明的事迹稍后再叙方为适宜——在阿提卡的佐斯忒尔解开腰带并为该地留下了名称,在预见女神雅典娜的引领下始终向东迈步,从阿提卡的岬角踏上群岛,抵达提洛岛,并诞下了众神。
- 96ἐναργὴς συμβαλεῖν
形容词 ἐναργής 后接表结果或限定的说明性不定式 συμβαλεῖν(“极易推断出”)。此处采用的是与主语(阿提卡土地)相一致的人称句式,而非无人称句式(ἐναργές ἐστι συμβαλεῖν)。
- 97τὸν μὲν ἀεὶ κατάπλουν τῶν ἐμπόρων τε καὶ καθʼ ἱστορίαν ἢ χρείαν εἰσαφικνουμένων, μεθʼ ὅσης τῆς ῥᾳστώνης καὶ ψυχαγωγίας γίγνεται καὶ τρυφῆς οὐ ῥᾴδιον εἰπεῖν
先取结构(prolepsis)。名词短语 τὸν κατάπλουν 在逻辑上是间接疑问节(μεθʼ ὅσης... γίγνεται)的主语,却以宾格形式被提前置于句首,先取了主句不定式 εἰπεῖν 的宾语位置。
- 97ἀφαιρούσης ἤδη τὴν πολλὴν ἀχλὺν ὡς ἀληθῶς καὶ καθʼ Ὅμηρον εἰπεῖν τῆς Ἀθηνᾶς
属格独立结构(ἀφαιρούσης... τῆς Ἀθηνᾶς)。插入的不定式短语 ὡς ἀληθῶς καὶ καθʼ Ὅμηρον εἰπεῖν(“当真按荷马之言来说”)表明此处暗引了《伊利亚特》第5卷127行雅典娜除去狄奥墨得斯眼前迷雾的典故。
