← 阿里斯·台德斯

泛雅典娜节演说

§100-101

阿提卡气候的中庸与丰饶的自然物产

演说者阐述了阿提卡的气候如何居于四方极端气候的完美中庸之处而成为整个居住世界的缩影,并赞美其平原、群山与银矿等自然财富的谐调。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§100

στάθμῃ, ὅταν τι βουληθῶμεν ἰδεῖν ἀκριβῶς. ὅσον γὰρ ἄν τις ἀποστῇ τῆς πόλεως δεῦρο ἢ ἐκεῖσε κινηθεὶς, ἢ τῇ θέρμῃ πλεῖον τῆς χρείας ἢ τῷ ψύχει προστυγχάνει. ὥστʼ ἐν τούτῳ μόνῳ νικᾶται ἐν ᾧ τὸ νικᾶν λυπεῖ καὶ οὗ τὸ νικᾶσθαι λυσιτελέστερον.1 τοσαύτη δʼ ἐστὶν ἡ περιουσία τῆς εὐτυχίας ὥστε καὶ τῶν ἄλλων γενῶν αἱ ταύτης ἄποικοι πόλεις αἱ τὴν νῦν Ἰωνίαν ἔχουσαι ἄριστα κεκρᾶσθαι δοκοῦσιν, ὥσπερ ἄλλο τι τῶν οἴκοθεν μετειληφυῖαι. ὥστε οὐ τὰ μὲν πρὸς ἄρκτον ἂν εἴποι τις εἶναι τῆς χώρας, τὰ δὲ πρὸς μεσημβρίαν ὀνομάζων,2 οὐδʼ αὖ τὰ λοιπὰ δύο ὡσαύτως, ἀλλʼ ἄνευ τῆς προσθήκης ἔξεστιν ὁρίσασθαι τὰ μὲν ἔνθεν αὐτῆς ἄρκτον εἶναι, τὰ δὲ ἔνθεν μεσημβρίαν ἤδη, ἀνατολάς τε καὶ δύσεις ὅσον τὸ ἄνω καὶ κάτω, αὐτὴν δʼ εἶναι πάντων ὡσπερεὶ μεθόριον, κοινόν τινα χῶρον, οὗ πάντα τὰ τμήματα συγκεράννυται, ὑπʼ αὐτὴν, ὡς εἰπεῖν, τὴν ἀκρόπολιν τοῦ οὐρανοῦ καὶ τὴν τοῦ Διὸς ἀρχὴν ὡς ἀληθῶς γιγνομένην λῆξιν τῆς Ἀθηνᾶς καὶ τῶν ταύτης ἔργων τε καὶ θρεμμάτων τόπον οἰκεῖον. οὐ γὰρ ἔστιν ὅστις τῶν περὶ γῆν ἀέρων τοσοῦτον ἀφέστηκε γῆς τῇ φύσει οὐδʼ αἰθέρι μᾶλλον εἴκασται. γῆς μὲν δὴ καὶ θαλάττης καὶ ἀέρων εἰς τοῦτʼ ἔθεσαν τὴν Ἀττικὴν οἷς ταῦτα ἔπρεπε δημιουργοῖς. ἃ δὲ τούτοις τοιούτοις οὖσιν ἕπεται πολλὴ ῥᾳστώνη δεικνύναι, πεδίων τε κάλλη καὶ χάριτας τῶν μὲν πρὸ τῆς πόλεως εὐθὺς ἀπὸ τοῦ τείχους, μᾶλλον δὲ ἀπὸ τῆς ἀκροπόλεως κεχυμένων καὶ ἐγκαταμιγνυμένων τῇ πόλει, τῶν δὲ ἐφʼ ἑκάστῃ τῇ θαλάττῃ τοῖς αἰγιαλοῖς ἐφορμούντων, τῶν δʼ ἐν τῇ μεσογείᾳ τοῖς ὄρεσι τοῖς περιέχουσιν ὥσπερ ἄλλοις ὁρίοις διειλημμένων ἐν κόλπων θαλαττίων τινῶν σχήματι. καὶ μὴν τήν γε τῶν ὀρῶν φαιδρότητα καὶ χάριν τίς οὐκ ἂν ἀγασθείη; οἷς γε τοσοῦτον κόσμου περίεστιν ὥστε καὶ τὰς πόλεις αὐτὰ δὴ κοσμεῖ· ὃ γὰρ εἰκὸς ἔχειν τὴν χώραν, ἔργον θεῶν οὖσαν, σπέρμα τῆς χάριτος τῆς πρὸς τοὺς θεοὺς, τοῦτο δείκνυσιν ἐν τοῖς πρώτοις, καὶ προξενεῖ διὰ τῆς φύσεως τὴν χάριν. ἔστι δὲ ἐπιτηδειοτάτη πρὸς κάλλη νεῶν καὶ ἀγαλμάτων, ὥστε δὶς ἡγεμὼν τούτων ἂν εἴη. καὶ γὰρ ἐνθένδε ταῦτα πάντα ἤρξατο τῷ νόμῳ καὶ τὴν χορηγίαν οἴκοθεν ἡ πόλις ἔσχηκεν εἰς αὐτά. ἀλλὰ γὰρ οὐκ ἔχω τί χρήσωμαι, ἐπέρχεται γάρ μοι καὶ κατὰ μέρη τὴν ἐπιτηδειότητα ἀποφαίνειν τῆς χώρας, οἷον εὐθὺς τὸ μήτε ὑπτίαν εἶναι διὰ πάσης μήτε ὄρειον παντελῶς, ἀλλʼ ἐσχηματίσθαι πρὸς τὴν ἑκατέρου χρείαν ἐν μέρει καὶ πεποικίλθαι, ὥστε πῶς οὐκ ἂν ὀρθῶς εἴποι τις εἶναι τελέας καὶ πάσης τῆς οἰκουμένης οἱονεὶ μίμημα σωζούσης; ἔτι δὲ ἡ τῆς θαλάττης τε καὶ γῆς διὰ τῶν λιμένων συζυγία καὶ συμφωνία, τῶν δʼ αὖ πεδίων καὶ τῶν ὀρῶν ἡ σὺν ὥρᾳ μίξις καὶ χάρις οὐ τῶν ὅπου τις ἂν εἴποι συμβεβηκότων οἶμαι. ἔξεστι δὲ ὁρᾶν καὶ τὰς φλέβας τὰς ἀργυρίτιδας ὥσπερ νοτίδας διὰ πάσης τῆς ὀρείου διηκούσας, ὅπως ἄρα μηδὲν ἀργὸν εἴη τῆς Ἀττικῆς μηδʼ εἴη ταῖς προσόδοις δυσχωρία μηδαμῆ, ἀλλὰ τὴν ἑτέρων εὔγεων ἡ τῇδε ἄσπορος νικῴη. ἔπρεπε δʼ ἄρα καὶ τοῦτο ἐλευθερίας ἐφόδιον καὶ μεγαλοψυχίας παρεσκευάσθαι τῇ πόλει. ἔτι τοίνυν ἀενάων ποταμῶν ῥεύματα ἄλυπα καὶ πηγὰς ἀφθόνους καὶ καρπῶν ἁπάντων φορὰν, ὧν ὁ πάντων ἡμερώτατος ἐνταῦθα τῶν πανταχοῦ κάλλιστος περιφανῶς.3

正如我们希望精确检验某物时使用准绳一般。盖因无论人们向此方还是彼方离开该城邦多远,所遇之酷热或严寒皆会超出所需的适度。是以该城邦唯有在这一件事上逊色于他者:即胜出只会带来痛苦,而落败反而更为有利之事。而且其福泽之丰厚,以至于在其他诸族中,甚至由其所殖民、如今占据爱奥尼亚的城邦,也被认为享有最调和适度的气候,仿佛它们自故土继承了又一份祖传产业。因此,无人能将这片土地的某些部分称为北方,而将另一些部分称为南方,对剩余的两个方位亦无法作此划分;相反,无需附加任何限定,人们便可断定:此地之外已属北方,彼地之外已属南方,日出与日落则有如上下,而这片土地本身宛如万物的界标,是一处所有部分皆交融调和的共同之所,正位于所谓的苍穹卫城与宙斯统治之下,真正化为雅典娜的属地,并成为其功绩与子民的宜居之家。因为在环绕大地的各种空气之中,绝无任何一种在本质上如它这般远离凡尘之土,亦无任何一种比它更近于以太纯质。至于大地、海洋与空气方面,与这些事相宜的工匠们赋予了阿提卡这般格局。而在这些禀赋之下随之而来的事物,则极其容易展现:平原的美景与风韵,或自城墙前、更确切地说是自卫城直接铺展开来,与城邦融为一体;或在各处大海之滨临岸依傍;而内陆平原由环抱四周的山峦如界线般分隔,呈某种海湾般的形态。而且,谁又能不赞叹群山的明秀与典雅?群山蕴含着如此丰富的装饰之美,以至于它们自身甚至切实装点了诸城邦。因为这片土地作为神明的造化,理应蕴含向神明感恩的种子,它在首要之处便彰显了这一点,并通过大自然赋予了这层恩典。〔这片土地〕对于神庙与雕像的壮美而言亦最为适宜,因而在这些方面它将享有双重的领导权;盖因这一切传统皆始于此地,且城邦自其本土便获得了用于这些事业的资材。然而我实不知该如何抉择,因为我亦想到要逐一展示这片土地各部分的合宜之处:例如首先,它既非全境平坦,亦非尽是崇山,而是依双方之需各具形态且丰富多样,以至于人们岂不能恰当地说,这属于一片完满的、且保存着宛如整个有人居住之世界缩影的〔土地〕?再者,海洋与陆地通过港口达成的结合与谐调,以及平原与山峦优美的交融与雅致,我认为绝非随处偶然发生之物。人们亦可见到银矿的矿脉宛如泉水般流贯整个山区,以使阿提卡绝无闲置之地,亦使财政收入绝无险阻之地,反而让此地未耕之野压倒他邦的肥沃良田。这也理所当然地作为城邦自由与宽宏气魄的资财而被预备齐整。此外,更有终年不息之河流那无害的清流、丰盈的泉水以及百果之丰饶,其中所有果木中最受栽培教化之物(橄榄),在本地显见为普天之下最为优美者。

语法注3 条
  1. 100ὥστʼ ἐν τούτῳ μόνῳ νικᾶται ἐν ᾧ τὸ νικᾶν λυπεῖ καὶ οὗ τὸ νικᾶσθαι λυσιτελέστερον

    关系词表达的变奏(variatio)。前半句的 ἐν ᾧ 充当前置词短语,取与格表示范围(“在胜出只会招致痛苦的事上”);而后半句的 οὗ(本为关系代词属格形式)则用作表示范围的关系副词(“在其中落败反而更有利”)。两个关系分句共同依附于同一个先行词 ἐν τούτῳ,在句式上由前置词短语切换为关系副词。

  2. 100ὥστε οὐ τὰ μὲν πρὸς ἄρκτον ἂν εἴποι τις εἶναι τῆς χώρας, τὰ δὲ πρὸς μεσημβρίαν ὀνομάζων

    对照结构中的句法不对称(变格法/句式交替)。前半句采用潜势希求法与宾格不定式结构(εἴποι τις ... τὰ μὲν ... εἶναι),后半句则通过并列的分词 ὀνομάζων(“指称其余部分为南方”)变换了句式。语义上两者构成平行的对比:“人们既不能称这片土地的某些部分朝北,亦不能指称另一些部分朝南”。

  3. 101ὧν ὁ πάντων ἡμερώτατος ἐνταῦθα τῶν πανταχοῦ κάλλιστος περιφανῶς

    系动词(ἐστίν)及具体名词的省略。在修饰先行词 καρπῶν ἁπάντων 的关系从句中,属格 ὧν 表示最高级 ὁ πάντων ἡμερώτατος(“万果中最具教化/最驯化之物”,指橄榄的委婉说法)的部分属格范围,而 τῶν πανταχοῦ 则是最高级 κάλλιστος 所限定的属格范围。系动词 ἐστίν 的省略使得句末结语紧凑而具强调意味。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg013.humanitext-grc2:100-101