- 底本
- Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg013.humanitext-grc2:94-95
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者阐述了在无尽颂题中抉择开端的困难,并决定从土地的本性与居民品德的契合之处开启论述。
τοῖς ὀφθαλμοῖς οὐχ ὁρίζοντος ἕκαστος ὅσον καθορᾷ, τοῦτο θαυμάζει· καὶ συμβέβηκεν ὥσπερ αἴνιγμα τῇ πόλει· ᾗ γὰρ τοσοῦτον εὐφημιῶν καὶ δόξης περίεστι, ταύτῃ, κἂν ὡς ἐλάχιστον τούτων ὧν μέτεστιν εἴπῃ τις, οὐ τοῦ παντὸς ἁμαρτήσεται. οὐ δὴ δίκαιον τὴν μόνην τοῦ τολμήματος αἰτίαν καὶ διʼ ἣν εἰκότως ἐδέησε τοῦ νυνὶ λόγου, ταύτην ἐκείνης ἀξιῶσαι τῆς αἰτίας,1 ᾗ τὸ τῆς μέμψεώς ἐστιν ὄνομα. ἔπειτα εἰ μὲν μὴ πολλῶν καὶ καλῶν καὶ μεγάλων ὄντων, οὐ μὲν οὖν οὔτʼ ἀπαριθμῆσαι ῥᾳδίων οὔτε μετρῆσαι δυνατῶν τῶν εἰς τοσοῦτον τὴν πόλιν ᾐρκότων, ἕν τι καὶ τοῦτο τὸ τῶν λόγων ἦν ἀγαθὸν, οὐκ ἂν ἴσως ἥρμοττε παρακινδυνεύειν, ἀλλʼ ἐᾶν ὅπως ποτʼ εἶχε τὰ τῆς δόξης αὐτῇ· νυνὶ δʼ ὥσπερ τῶν ἄλλων ἁπάντων ἡγεμὼν τοῖς Ἕλλησιν, οἶμαι δὲ καὶ τοῖς ἄλλοις ἀνθρώποις, γεγένηται, οὕτως ὅτι καὶ τῶν λόγων πρώτη γνώριμόν ἐστιν· ὥστε οὔτʼ ἀλλοτρίᾳ τῇ πείρᾳ χρώμεθα, οὐδʼ ἑτέρωσε φέρουσαν ὁδὸν προειλόμεθα, ἀλλʼ ἀκριβῶς ἐπὶ τὴν πόλιν καὶ τοὺς Ἀθηναίους, οὔτε ἐλάττω τὰ τῆς πόλεως ποιοῦμεν, ἀλλʼ ἕν τι τῶν τῆς πόλεως ἐκτίνομεν, εἰς ὅσον ἐγχωρεῖ. εἰρημένον δὲ ὑπὸ πολλῶν πολλάκις ὡς ἄρα οὐ ῥᾴδιον εὑρεῖν ὅθεν ἄρξεταί τις, ἐμὸν, οὐκ ἄλλου τοῦτον τὸν λόγον εἶναι νομίζω τῇ χρείᾳ. οὐ γὰρ μόνον τῷ πρεσβυτάτην εἶναι τῶν ἐν μνήμῃ τὴν πόλιν συμβαίνει καὶ τὴν ἀρχὴν ἀνήκειν εἰς τὸ πλέον τοῦ φανεροῦ καὶ προχείρου λαβεῖν,2 ἀλλʼ ὅτι καὶ πολλὰς ὥσπερ ἐν κύκλῳ τὰς ἀρχὰς ὁ λόγος προδείκνυσιν, ἃς οὔτε ὁμοῦ ποιήσασθαι δή που δυνατὸν οὔθʼ ἥτις ἀρχὴ ταῖς ἄλλαις εἶναι νικήσει ῥᾴδιον κρῖναι· ἄλλα γὰρ ἄλλων ἕνεκα ἁρμόττειν ὥς γʼ ἐκ τοῦ προφαινομένου πρῶτα λεχθῆναι δόξαν παρίστησιν. ἣν δὲ ἁπασῶν ἐπικαιροτάτην ἀρχὴν ὑπολαμβάνω καὶ πρὸς ἣν ἥκιστʼ ἂν ἁμαρτεῖν, ἅπαντα καθιστάμενος τὸν λόγον, ταύτην καὶ δὴ ποιήσομαι· εἰ δʼ ὀρθῶς, ἢ μὴ, πάρεστι κοινωνεῖν τῆς γνώμης. οἶμαι δʼ, ἂν ὡς ὑπὲρ οἰκείας καὶ μετέχων τῶν ἀγαθῶν ἔστιν οὗ φαίνωμαι τῷ λόγῳ χρώμενος, οὐδʼ ὑμῖν ἂν φέρειν αἰσχύνην. ἡ γὰρ τῆς χώρας ἡμῖν φύσις τῇ φύσει τῶν ἀνδρῶν συμβαίνουσα φανήσεται καὶ οὔθʼ ἡ γῆ πρέπουσα ἑτέρων εἶναι, οὔκουν οὐδὲ ἐγένετο, οὔθʼ οἱ ἄνδρες ἄλλης ἀντὶ ταύτης ἄξιοι, οὔκουν οὐδὲ ἠλλάξαντο, ἀλλʼ ἔμειναν ἐφʼ ἧς εἶχον· ἄμφω δὲ ταῦτα ὄψει καὶ μνήμῃ κρίνεται. οἵ τε γὰρ οἰκήσαντες ἀεὶ τὴν χώραν ἐναργῆ καὶ θαυμαστὰ τῆς αὑτῶν ἐπιεικείας σημεῖα ἐξήνεγκαν ἐν παντὶ τῷ παρασχόντι, τὰ μὲν ἣν οὑτωσί τις ἂν εἴποι φιλανθρωπίαν ἐπιδεικνύμενοι τῇ τῶν τρόπων πραότητι καὶ ταῖς ὁμιλίαις, οὐδέσιν ἄλλοις ὁμοίως ἡμέροις εἶναι δοκεῖν λιπόντες, τὰ δʼ ἐν ταῖς χρείαις καὶ τοῖς κινδύνοις ἐν προβόλου μοίρᾳ τοῖς Ἕλλησι τεταγμένοι. καὶ τὸ τῆς χώρας αὖ σχῆμα τοιοῦτον ἐκ γῆς καὶ
〔正如面对那〕双眼无法界定的〔无垠大海一般〕,每个人凡目光所及之处便赞叹不已。城邦的情形恰如一个谜团:对于这样一座拥有如此丰溢的赞颂与荣耀的城邦,哪怕有人仅谈及属于她的极小一部分事物,亦不至于全然落空。因此,断无理由将这一大胆尝试的唯一原因——也就是理应需要当前这篇演说之缘由——等同于那种冠以谴责之名的“原因”(罪责)。再者,尽管那些将城邦抬升至如此高度的事物众多、崇高而又伟大——不,倒不如说既不易历数亦无法衡量——倘若言辞这一善事并非亦为〔其中的〕一项,那么或许本不该冒险一试,而是任由她的声誉听其自然。然而事实上,正如她在其余一切事上早已成为希腊人的先导,依我看对全人类亦是如此,她在言辞方面首屈一指同样是人尽皆知的事实。因此,我们既非从事与自身无关的尝试,亦非选择了一条通往他处的道路,而是丝毫不差地直指这座城邦与雅典人本身;我们亦未贬低城邦的事迹,而是在力所能及的范围内,偿还属于城邦的诸多恩泽之一。虽然众人常常说道“要找到从何处开端绝非易事”,但我认为依实际之需,这句话属于我而非属于任何他人。因为这不仅是由于城邦在记忆所及中最为古老,以至于其源头超越了清晰且唾手可得之物的范围,更是因为言辞本身宛若圆环一般展示出诸多开端,这些开端既不可能一并采纳,亦不易判定哪一个能胜过其他而作为开端;因为仅就表面看来,不同的开端因不同的缘由皆显得适合最先被陈说。 然而,我所认为在所有开端中最适时宜、且在构建整篇演说时最不易失误的开端,我现在便将采用它;至于正确与否,诸位尽可共同品评。我想,若在演说的某些地方,我表现得仿佛是在为自己的家乡说话、仿佛是在分有这些福祉,这亦不会给你们带来耻辱。因为在我们看来,这片土地的本性必将显现出与生活其上的人们的本性相契合:这片土地既不宜归属他人——事实上亦从未如此;而这些男儿亦不当拥有其他土地以取代此处——事实上他们亦未曾迁徙,而是始终坚守其原有的家园。这两点皆可由亲眼所见与历史记忆予以裁决。因为世代定居于此地的人们,在每一次出现的时机中,都为其自身的宽厚高尚展现出了清晰而令人赞叹的印记:一方面,在性情的温和与日常交际中展现出人们所谓的人道之善,未给任何其他人留下被视作同样温良的余地;另一方面,在危难与困厄之际,又始终为希腊人充当坚固的前哨要塞。再者,这片土地的形貌亦是如此,兼具陆地与
- 94τὴν μόνην τοῦ τολμήματος αἰτίαν καὶ διʼ ἣν εἰκότως ἐδέησε τοῦ νυνὶ λόγου, ταύτην ἐκείνης ἀξιῶσαι τῆς αἰτίας
名词 αἰτία 在此形成双关对比:前半句指“原因/动机”(即城邦的卓越),后半句指“责备/罪咎”(由 ᾗ τὸ τῆς μέμψεώς ἐστιν ὄνομα 明确界定)。不定词 ἀξιῶσαι 带宾格 τὴν μόνην... αἰτίαν 和表价值的属格 ἐκείνης... τῆς αἰτίας,意为“把这唯一的动机等同于那种招致非难的罪责”。
- 94εἰς τὸ πλέον τοῦ φανεροῦ καὶ προχείρου λαβεῖν
接在 ἀνήκειν εἰς... 之后。名词化的中性比较级 τὸ πλέον 支配属格 τοῦ φανεροῦ(显明之物),表示“超出显明可见的范围”。不定词 λαβεῖν 属于说明性/限制性不定词,说明整个介词短语:“其源头延伸到了超越容易明显把握的范围”。
- 94πελάγους ἀπείρου καὶ τοῖς ὀφθαλμοῖς οὐχ ὁρίζοντος
接续上一段落末尾的 ὥσπερ πελάγους ἀπείρου καὶ。主动分词 ὁρίζοντος 作不及物或绝对用法,意为“划定界限”或“被界定”,与格 τοῖς ὀφθαλμοῖς 表示方式或限制(“不被眼睛所限定”)。该比喻形容大海辽阔,以至于单凭目力亦无法划定其边际。
未在正文中定位
