← 阿里斯·台德斯

泛雅典娜节演说

§91-93

作为人类哺育者的雅典与全盘赞颂的构想

演说者指出雅典不仅是全人类物质与精神上的哺育者,因而理应以言辞回报其恩惠;随后阐述了前人仅作片面称颂的局限,以及自己承担起对城邦全部伟绩进行通盘赞颂的艰难与意义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§91

νόμος ἐστὶ τοῖς Ἕλλησι παλαιὸς, οἶμαι δὲ καὶ τῶν βαρβάρων τοῖς πλείστοις, τροφεῦσι χάριν ἐκτίνειν ἅπασαν, ὅση δυνατή. οὕστινας δʼ ἂν τροφέας προτέρους ὑμῶν ἄγοι τις, ὦ ἄνδρες Ἀθηναῖοι, δοκῶν γε δή πως εἰς Ἕλληνας τελεῖν,1 οὐ ῥᾴδιον εὑρεῖν, ὥς γέ μοι φαίνεται. μάλιστα μὲν γὰρ καὶ τῆς νενομισμένης ταυτησὶ τροφῆς καὶ κοινῆς ὑμᾶς εὐθὺς ἂν εὕροι τις ἐπωνύμους καὶ ποριστὰς σκοπῶν ἐξ ἀρχῆς· ὥστε ἔξεστιν εἰπεῖν ἰδίᾳ μὲν ἄλλους ἄλλοις εἶναι τροφέας, οὓς ἂν ἡ τύχη καὶ ὁ συμπίπτων χρόνος ἑκάστοις παρασκευάσῃ, κοινοὺς δὲ ἁπάντων τροφέας ὑμᾶς εἶναι καὶ μόνους καὶ πρό γε αὐτῶν ἔτι τῶν τροφέων, ὥσπερ οὓς πατέρας πατέρων καλοῦσιν οἱ ποιηταί· διʼ ἃ καὶ μόνα τὴν εὔνοιαν ἤρκει παρὰ πάντων ὑμῖν εἶναι κατὰ φύσιν. οὐ μὴν ἀλλʼ οἷ βλέπων τὸ δίκαιον ἐποιούμην καὶ περὶ ἧς εἶχον ἐν νῷ τροφῆς εἰπεῖν, τῆς ὡς ἀληθῶς καθαρᾶς καὶ διαφερόντως ἀνθρώπου, τῆς ἐν μαθήμασι καὶ λόγοις, τίς οὕτως ἔξω τούτων ἐστὶν ὥστʼ ἀγνοεῖν παρʼ ὑμῶν οὖσαν ἅπασι τὴν ἀρχήν; ὥστε εἰκὸς καὶ τὸν περὶ τούτων λόγον δεῦρο κομίζειν καὶ τιμᾶν τοῖς γιγνομένοις τὴν πόλιν. ὡς τὰς μὲν ἄλλας χάριτας δικαίας μὲν, οὐ μὴν τῶν πραγμάτων ἄντικρυς εἶναι συμβέβηκε, μόνην δὲ ταύτην γνησίαν τῆς εὐεργεσίας ἔξεστι προσειπεῖν. ἡ γὰρ ὑπὲρ λόγων λόγῳ γιγνομένη χάρις οὐ μόνον τὸ δίκαιον ἔχει μεθʼ ἑαυτῆς, ἀλλὰ καὶ τὴν ἀπὸ τοῦ λόγου πρῶτον ἐπωνυμίαν βεβαιοῖ, μόνη γάρ ἐστιν ἀκριβῶς εὔλογος.2 μηδεὶς δὲ ὑμῶν, ὦ νῦν τε παρόντες τοῖς λόγοις καὶ χρόνῳ συνεσόμενοι, μηδεμίαν προπέτειαν μηδὲ εὐήθειαν καταγνῷ τοῦ παντὸς ἐγχειρήματος, εἰ μήτε προστησάμενοι σχῆμα φαυλότερον τοῦ λόγου μήτε ἃ πολλὰ καὶ ἐργώδη τῷ λόγῳ πρόσεστι δείσαντες ὑπέστημεν ἐκ τοῦ φανεροῦ τοσοῦτον ἀγῶνα. μάλιστα μὲν γὰρ, εἰ καὶ τοῦτο ἄξιον αἰτίας, οὐδὲ τὰ πρὸς τοὺς θεοὺς ἡμῖν γε παρεῖται τὸ μὴ οὐ τετολμῆσθαι.3 ἔπειτʼ οὐδέ με τοῦτο λέληθεν ὡς ἐργώδης ὁ λόγος καὶ χαλεπὸς διενεγκεῖν καὶ τὰς ἐκδρομὰς ὁπόσας ἔχει· ἃς καὶ συνιδεῖν ἁπάσας καὶ διελέσθαι καθʼ ἑκάστην καὶ πληρῶσαι διὰ τέλους ἀδύνατον μὴ οὐ σὺν μεγάλῃ καὶ λαμπρᾷ τῇ τύχῃ· πρὸς δὲ τούτοις, ἐφʼ ὅσοις ἔθνεσι τοῖς περὶ αὐτῶν εἰρηκόσι καὶ προκατειληφόσι τὰς ἀκοὰς ἐπερχόμεθα, μεῖζον ἔχοντες ἔργον ὅ τι φυλαξόμεθα ἢ ὅτῳ χρησόμεθα εὑρεῖν.

希腊人中有一条古老的习俗——我想对绝大多数异族人也是如此——即向抚育者回报力所能及的一切感恩。然而,雅典人啊,只要自认在某种程度上属于希腊人之列,要找出究竟能把谁视作先于你们的抚育者,在我看来决非易事。因为首先,即便就这众所周知且普遍的日常抚育和食粮而言,若有人自始考究,也会立刻发现你们正是其名称的由来和提供者。因此可以说,私底下,各人固然有不同的抚育者,即命运与际遇的时节为每个人所安排的那些人;但你们却是所有人共同的、唯一的抚育者,甚至还在那些抚育者本身之前,正如诗人们所称的“父亲的父亲”那样。单凭这些理由,按常理就足以让所有人对你们抱有善意。然而,我指望何事来主张这份公正,我心中又打算谈论怎样的抚育?那乃是真正纯洁且卓越地属于人类的抚育,即存在于学问与言辞中的抚育。谁会与此如此隔绝,以至于不知道对所有人而言其源头都在于你们?因此,将关于这些事情的言辞带到这里,并以当下所作的颂辞来尊崇这座城邦,乃是理所当然的。因为其他感恩之举虽属公允,却未能直接契合事物本身;唯有这种感恩,才堪称是对该恩惠真正名副其实的回报。盖因为了言辞而以言辞表达的感恩,不仅自具正义,而且也印证了那首先由言辞而来的称号,因为唯有它才在严格意义上是“合乎言理”的。无论你们是如今在场聆听此言者,还是日后与之相逢者,请勿因我们既未在言辞之前摆出卑微的姿态,亦未畏惧伴随该言辞而来的诸多辛劳,便公然承担起如此重大的竞争,从而判定这整个尝试为鲁莽或愚蠢。因为最重要的是,纵使这也应受责难,我们连对待神明的事情也未尝放过而不去冒险一试。其次,我也深知这篇言辞是何等劳累、何等难以贯彻,以及它包含了多少枝节分岔;若无重大而辉煌的机运,要想全览这一切、逐一辨析并贯彻到底,乃是不可能的;此外,我们是继无数已就这些事发声并先入为主地占据了听众耳朵的群体之后而来,我们面临的更大困难在于找出应当规避什么,甚于找出应当采用什么。

§93

ἄλλων γὰρ ἄλλα κεκοσμηκότων καὶ διεξεληλυθότων τὰ πᾶσι παρειμένα πᾶσι καὶ πεπλήρωται·4 καὶ συμβαίνει διπλοῦν τὸν ἀγῶνα γίγνεσθαι τῷ μετὰ πάντας ἐγχειροῦντι, καὶ χωρὶς πρὸς ἕκαστον καὶ κοινῇ πρὸς ἅπαντας. οὐ μὴν ἀλλʼ αὐτό γε τοῦτʼ ἐστὶ τὸ καὶ μόνον πεποιηκός μοι τὸν λόγον, ὅτι οὕτω πολλοῖς καὶ μεγάλοις τῆς πόλεως ὑπερεχούσης, καὶ τόπον οὐδένα τοῖς βουλομένοις εὐφημεῖν ἀργὸν παρεικυίας, οὐδείς πω μέχρι τῆσδε τῆς ἡμέρας εἰς ἅπαντα καθῆκεν ἑαυτὸν οὐδʼ ἐθάρρησεν. ἀλλʼ οἱ μὲν τοὺς ἄνω χρόνους ἐν τοῖς ποιήμασιν ᾁδουσι καὶ τὰ πρὸς τοὺς θεοὺς κοινὰ τῇ πόλει, καὶ ταῦτʼ ἀπὸ τοῦ παρείκοντος, οἱ δὲ τοὺς ἐπὶ τῶν καιρῶν πολέμους πρὸς Ἕλληνας καὶ βαρβάρους ἀφηγοῦνται μεμερισμένως· ἕτεροι δὲ τὴν πολιτείαν καταλέγουσιν· οἱ δὲ ἐν τοῖς ἐπιταφίοις λόγοις τῶν ἀποθανόντων ἐνίους προσειρήκασιν. εἰσὶ δὲ οἳ κἀν τούτοις, οὐχ ὡς νομίζεται, διὰ τῶν πράξεων ἦλθον, ἀλλʼ ἑτέραν ἐτράποντο, δείσαντες, ἐμοὶ δοκεῖν, ἐλάττους γενέσθαι τῶν πραγμάτων, οὐκ ἔξω μέν που συγγνώμης λαβόντες φόβον, ἀλλʼ οὖν οὕτω πολλοῦ τινος ἐδέησαν περὶ πάντων γε τῶν ὑπαρχόντων τῇ πόλει διεξελθεῖν. καὶ μὴν οἱ μὲν τὴν σοφίαν αὐτῆς ἐγκωμιάζουσιν, οἱ δὲ τὰς ἀποικίας καταλέγουσιν, ἕτεροι δὲ αὖ τὴν κοινότητα καὶ φιλανθρωπίαν ὑμνοῦσι, καὶ ταῦτα οἱ μὲν τοῖς συγγράμμασί που τοῖς ἄλλοις ἐγκαταμιγνύντες, οἱ δʼ ἀπὸ στόματος οὑτωσὶ κατὰ τὸ συμβαῖνον τῆς μνήμης. ὡς δὲ ἁπλῶς εἰπεῖν, ἅπαντες ἢ τῷ βουλήματι τῷ σφετέρῳ μεμετρήκασιν ἢ τῇ δυνάμει τὰ πρὸς τὴν πόλιν, οὐ τῷ τῆς πόλεως μέτρῳ οὐδὲ τῷ τῶν πραγμάτων, ἀλλὰ ὥσπερ πελάγους ἀπείρου καὶ

因为他人已各自修饰并详述了不同的部分,凡是曾经留给所有人的余地,如今皆已被所有人填满;对于在众人之后才着手尝试的人而言,竞争便成了双重的,既要分别面对每一个人,又要共同面对所有人。然而,恰恰正是这一点,构成了我撰写此篇言辞的唯一原因:尽管城邦在如此众多且重大的方面卓尔不群,未曾给那些意欲称颂者留下任何荒废的空隙,但直到今日,却从未有人敢于全身心投入于全部内容,亦无人有此胆魄。相反,有些人只在诗作中歌咏远古时代以及城邦与神明的交际,且不过是顺带为之;另一些人则支离破碎地叙述各个时期与希腊人及异族的战事;还有人列举政制;而在阵亡将士国葬演说中,有人则提及了部分死者。甚至在这些演说中,亦有人未按惯例逐一叙述事迹,而是另辟蹊径——依我看,乃是因惧怕自己难以胜任这些事迹;他们产生这种恐惧固然情有可原,但终究距离通盘详述属于城邦的一切还差得太远。再者,有人赞颂其智慧,有人列举其殖民地,另有人歌咏其博大与仁爱,凡此种种,有人不过是将其掺入其他著作的某处,有人则是凭记忆所及信口道出。简而言之,所有人若非依据自己的意愿,便是依据自身的能力来衡量有关城邦的事物,却未曾以城邦的尺度,亦未曾以事迹本身的尺度来衡量,而正如对待无垠的大海一般……

语法注4 条
  1. 91εἰς Ἕλληνας τελεῖν

    短语 τελέω εἰς 意为“登记在……之中”或“列入……之籍”。与分词 δοκῶν 连用,表达“只要自认在某种程度上属于希腊人之列”的条件/让步意味。

  2. 92ἀκριβῶς εὔλογος

    此处与前句中的 ἡ ὑπὲρ λόγων λόγῳ γιγνομένη χάρις 形成语源上的双关呼应。形容词 εὔλογος 既取其常见义“合情合理的”,又带有字面语源义“与言辞(logos)相宜的”。

  3. 92τὸ μὴ οὐ τετολμῆσθαι

    接在含有否定词的主句 οὐδὲ... παρεῖται 之后的双重否定结构,由冠词+否定词 τὸ μὴ οὐ 搭配完成时被动态不定式 τετολμῆσθαι 构成。它否定了遗漏动词 παρίημι(略过、放过),意为“关于神明之事也未曾遗漏而不敢尝试(即全部大胆尝试过)”。

  4. 93ἄλλων γὰρ ἄλλα κεκοσμηκότων καὶ διεξεληλυθότων τὰ πᾶσι παρειμένα πᾶσι καὶ πεπλήρωται

    句首 ἄλλων ἄλλα κεκοσμηκότων καὶ διεξεληλυθότων 为属格独立结构,运用了变格重复(polyptoton,不同的人修饰并详述了不同的事物)。主句的主语是名词化的中性复数分词 τὰ πᾶσι παρειμένα(“曾留给所有人的余地”),与被动态完成时谓语动词 πεπλήρωται 配合;两个与格 πᾶσι 的重复强调了“向所有人敞开的空间已为所有人填满”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg013.humanitext-grc2:91-93