← 阿里斯·台德斯

泛雅典娜节演说

§194-195

雅典政制的调和与重德崇善的真正自由

演说者论述了雅典政制如何调和各种政体形式,重德行而非财富,展现真正自由政制的本质,并颂扬了公民的团结与无匹的勇气。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§194

πόλει.1 ὥσπερ γὰρ ὁ πᾶς οὑτοσὶ κόσμος οἶμαι συνέστη μὲν ἐκ τεττάρων, ὡς ὁ παλαιὸς λόγος, αὐτὸ δʼ ἕκαστον αὖ τούτων μετέχει τῇ φύσει καὶ τῶν λοιπῶν, τῷ δʼ ὑπερβάλλοντι τὴν ἐπωνυμίαν χωρὶς ἕκαστον εἶδος εἴληφεν,2 οὕτω καὶ τὰς πολιτείας, εἰ καὶ ὅτι μάλιστα κεχωρισμέναι τυγχάνουσι, μετέχειν ἁμωσγέπως ἀλλήλων εἰκός ἐστιν, εἴπερ βασιλείαν ὀρθὴν καὶ δικαίαν ὄψεσθαι μέλλομεν, ἢ τῶν ὀλίγων ὡσαύτως δὲ πολλῶν ἀρχήν. γνοίη δʼ ἄν τις, εἰ τὰς μὲν βασιλείας τὰς ἐν τῇ πόλει πρὸς τὰς ἑτέρωθί που βασιλείας ἐπὶ τῶν αὐτῶν χρόνων, ἢ τῆς Ἑλλάδος ἢ τῆς βαρβάρου γεγονυίας ὁρῴη, τὴν δʼ αὖ δημοκρατίαν τὴν Ἀθήνησι πρὸς τὰς ἑτέρων δημοκρατίας, καὶ μὴν τό γε τῆς βουλῆς συνέδριον πρὸς τὰ ἑτέρωθί που κύρια καὶ ἡγούμενα. εἰ γὰρ δεῖ τῶν ἄλλων ἀποστάντα ὑπὲρ τῆς δημοκρατίας μόνης εἰπεῖν, φανήσονται τοῖς μὲν βουλήμασι καὶ ταῖς ἐπιθυμίαις πολλῷ προπετέστεροι καὶ ὑβριστότεροι πάντες οἱ τοῦ σχήματος τούτου μετασχόντες, τῷ δʼ ἀξιώματι καὶ τῇ λαμπρότητι μηδʼ ἐγγὺς τοῖς ἀπὸ τῆς πόλεως γεγενημένοι. καὶ μὴν ἐκεῖνό γε ἡ πόλις πρώτη κατέδειξε, μὴ τίθεσθαι πλούτῳ3 μηδὲ θαυμάζειν. οὔτε γὰρ τοὺς ὑπερέχοντας ταῖς οὐσίαις οὐδεπώποτε ἐπῆρεν, ἀλλʼ ὅσον μὴ ἀδικεῖσθαι διὰ τοῦτο, τοσοῦτον αὐτοῖς ἠξίου παρʼ αὑτῆς ὀφείλεσθαι, οὔτε τοῖς ἀρετῇ μὲν ὑπερφέρουσι, χρήμασι δʼ ἡττημένοις, οὐδαμοῦ πώποτʼ ἔλαττον ἔνειμεν, αἰσχρὸν οἶμαι νομίζουσα τῶν μὲν οἰκετῶν οὐ τοὺς εὐπορωτάτους, ἀλλὰ τοὺς πιστοτάτους βελτίστους νομίζειν, τῶν δʼ ἐλευθέρων φασκόντων εἶναι τὴν ἀξίαν ὡρίσθαι χρήμασιν, ἀλλὰ μὴ ὁποῖός τις ἂν αὐτὸς ἕκαστος ᾖ, τοιοῦτον καὶ νομίζεσθαι. καὶ γάρ τοι μόνη πόλεων οὐ μετέθηκε τὸν θεσμὸν, οὐδʼ ἐποίησε τὰ τῇ φύσει τρίτα τῷ νόμῳ πρῶτα· οὐδὲ ὥσπερ τῶν φασκόντων φιλοσοφεῖν ἔστιν ἰδεῖν ἐνίους λέγοντας μὲν οὕτω περὶ τούτων, ἔργῳ δὲ ὑποπίπτοντας καὶ συγχωροῦντας ἀεὶ τούτοις οὓς ἂν αἴσθωνται δυνατωτέρους, ἀλλὰ καὶ εἰς ἀρχὰς ἄγουσα καὶ πιστεύουσα καὶ πασῶν ἀξιοῦσα τῶν τιμῶν ἑωρᾶτο οὐ τοὺς ἀπὸ τῶν μεγίστων τιμημάτων, ἀλλὰ τοὺς ἐπιεικεστάτους τὰς φύσεις· ὡς ὅστις εἰς ἀρετῆς λόγον νικῴη, τοῦτον τοῖς πᾶσι νικῶντα.4 ἔδειξε δʼ οὐχ ἥκιστα, ἡνίκα ἴσχυσε τὰ μέγιστα. ὄντων γὰρ κατὰ τοὺς αὐτοὺς χρόνους ἐπιφανῶν ἀνδρῶν παρʼ αὐτῇ τῶν μὲν πλουσίων ὑπὲρ τὰ πρῶτα τῶν Ἑλληνικῶν οἴκων, τῶν δʼ ὡς οἷόν τε πενεστάτων, ἐπὶ τὴν προστασίαν τῶν Ἑλληνικῶν ἕνα τῶν ἀπὸ τούτων εἵλετο· καὶ γάρ τοι ὁ μὲν οἷς ἔταξεν εὐδοκίμησεν, ἡ πόλις δʼ οἷς ἔκρινε. πολλῶν δʼ ὄντων ἅ τις ἂν περὶ τῆς πολιτείας εἰπεῖν ἔχοι, τὰ μὲν πολλὰ καὶ προκατείληπται καὶ ὁ καιρὸς ἀφαιρεῖται, καὶ οὐ πᾶσα ἀνάγκη λέγειν· ἓν δέ τι προσθεὶς καταλύσω καὶ τὸν περὶ τούτου λόγον. τὸ γὰρ εἶναι τό τε βέλτιστον καὶ τὸ κατʼ ἐξουσίαν συμπεπτωκὸς ἐνταυθοῖ, καὶ τὴν μὲν δίαιταν κοινοτάτην ἅπασι, τὰς δὲ τιμὰς τοῖς ἐπιεικεστάτοις ἀνεῖσθαι, πῶς οὐκ ἐλευθέρας πόλεως καὶ πολιτείας ὡς ἀληθῶς, ἐν ᾗ ζῆν μὲν ἔξεστιν, ὡς ἄν τις βούληται, τιμᾶσθαι δὲ καὶ ἰσχύειν οὐ τοῖς βουλομένοις ἔστιν, ἀλλὰ τοῖς ἐξητασμένοις; καὶ γάρ τοι κἀν τοῖς τῶν πολέμων ἀγῶσι κἀν ταῖς χρείαις τὸ εἰκὸς διεσώσαντο, οὐ τὰς ἐξ ἡμισείας5 οὐδʼ ἂν ἐλάττονος ἔτι μοίρας ἐσπούδαζον ὑπὲρ τῶν πραγμάτων, ἀλλὰ πάντες ἐξ ἴσου ταῖς προθυμίαις κατὰ δύναμιν ἡμιλλῶντο, ὡς ὑπὲρ κοινῆς τῆς πατρίδος καὶ κοινῶν τῶν ἄθλων ἀγωνιζόμενοι, καὶ οὐχ ἑτέροις μὲν τοῦ κινδυνεύειν, ἑτέροις δὲ τοῦ δεσπόζειν, ἂν κρατήσωσι, προκειμένου. ἐξ ὧν ὁμόνοια μὲν καὶ πίστις ἀλλήλων ἤνθει κατὰ τὴν πόλιν, εἰ δέ που καὶ διασταῖεν, οὐ χαλεπῶς ἀλλήλους ἐγνώριζον· ἀνδρείας δʼ εἴ που δεήσαι, λῆρος ἅπαντα τἄλλα πρὸς ἐκείνους ἦν, ἐμοὶ μὲν οὐδὲ πένταθλοι δοκοῦσιν οἱ πάντα νικῶντες τοσοῦτον τοῖς πᾶσι κρατεῖν. ἐν ποίοις δʼ ἄν τις καιροῖς οὐχὶ βελτίων εἴη τῆς πόλεως μεμνημένος; πότερα ἐπὶ στρατείαις; καὶ πόθεν ἂν λάβοι καλλίω

属于本城邦。因为正如这整个宇宙,我想,乃是依据古老的说法由四种元素构成的,但这之中的每一种元素本身又在性质上分有其余元素,且每一种形态都因其主导要素而分别获得其名称;同样地,各种政制即使在最高程度上彼此分立,也理应在某种方式上彼此分有——如果我们当真要见到正确而正义的王制,或者同样地少数人的统治,或是多数人的统治。若有人将在本城邦中施行的王制,与同一时期无论在希腊还是在异族土地上产生的别处王制相对比,又将雅典的民主制与他邦的民主制相对比,再将议事会的会议机构与别处掌握主权和领导权的机构相对比,他便能明了这一点。因为纵使撇开其他一切不谈,单就民主制而言,所有参与过这种政制形式的他邦之人,在意志与欲望上都将被证明要远比雅典人更为轻率和傲慢,而在尊严与光彩上则根本无法与出自本城邦的人相提并论。再者,城邦最先昭示了这一原则:不屈服于财富,亦不对其顶礼膜拜。因为城邦从未抬高那些在财产上占优之人,反而认为自身对他们所负的责任,仅以不使他们因财富而遭受不公为限;另一方面,对于在德行上卓绝但在钱财上匮乏之人,城邦也绝未在任何地方给予较低的待遇。我想,城邦认定这是可耻的:在奴仆之中尚且不以最富裕者、而以最忠诚者为最优,但对于自称自由的人,其价值竟由钱财决定,而不是按照每个人自身的品格来获得评价。因此,在所有城邦中唯有它没有改变这一法则,也没有通过法律把在自然上位居第三的事物置于首位;它并不像某些自称从事哲学的人那样——人们可以看到他们口头上对这些事这般言说,行动上却总是对那些他们察觉到更有权势的人曲意逢迎、俯首妥协——相反,城邦在引荐官职、寄予信任并赋予全部荣誉时,显见所看重的并非那些出自最高财产等级的人,而是天性最为正直公道的人,城邦认定:凡在德行方面胜出者,便是在一切方面胜出。 在城邦权势达到极盛之时,它尤其表明了这一点。因为在同一时期,城邦中的显赫人物里既有超越希腊最顶尖家族的大富豪,又有极度贫寒之人,城邦却从后者中选出了一人来总领全希腊的事业;确实,他因其所分摊的贡赋而享誉,城邦则因其决断而赢得美名。关于政制,虽然人们有许多话可说,但大部分已在前面论及,时机亦不容细谈,更无全部言明的必要;但我只要再补充一点,便可结束关于这一议题的论述。因为最卓越的德行与自由的权柄在此交相辉映,日常的生活方式对所有人最为开放均平,而荣誉则保留给最公道正直之人——这难道不正属于一座真正自由的城邦与政制吗?在这里,人们固然可以按各自的意愿生活,但享有荣誉与掌握权力却不属于那些仅仅心怀意愿之人,而是属于经过检验之人。确实,无论在战争的较量中还是在危急情势下,他们都恪守了应有之道,绝不半心半意或以更少的份额去为国事尽力,而是人人在热忱上依各自的能力平等竞争,宛如为了共同的祖国和共同的奖赏而奋斗,绝非让一部分人去承担危险,而在获胜之后却让另一部分人去独揽统治。由此,和睦与彼此的信任在城邦中繁荣滋长,即使有时发生分歧,他们也能毫不困难地互相理解;而一旦需要勇气,其他一切人在他们面前都不过是儿戏,在我看来,甚至在所有项目上夺冠的五项全能选手,也未曾在一切方面如此彻底地压倒对手。在何种境况下,一个人不会因铭记本城邦而变得更加崇高?是在出征征战之时吗?他又从何处能获得更美好的楷模呢?

语法注5 条
  1. 194πόλει

    此与格名词承接前一段落末尾的不定词短语 εὐδοκιμεῖν εἶναι τῇ。动词 εἶναι 在此作无人称用法(意为“属于……/对……而言是可能的”),与与格 τῇ πόλει 构成“享有名声理应属于本城邦”的完整句意。

  2. 194τῷ δʼ ὑπερβάλλοντι τὴν ἐπωνυμίαν χωρὶς ἕκαστον εἶδος εἴληφεν

    τῷ ὑπερβάλλοντι 为表示方式、原因或基准的中性单数与格(“凭借占主导的成分”)。此句运用类比,说明物理元素虽内含其他成分,但因其主导要素而各得其名(τὴν ἐπωνυμίαν),以此比喻政体之间亦相互交融渗透。

  3. 194μὴ τίθεσθαι πλούτῳ

    τίθεσθαι 搭配与格是中动态的惯用结构,意为“赞同/顺从/看重”,此处与否定词 μὴ 连用,意为“不对财富屈服/不看重财富”。与紧随其后的 μηδὲ θαυμάζειν(不对其惊叹崇奉)并列,指雅典城邦拒绝将金钱财富作为评判公民价值的标准。

  4. 195ὡς ὅστις εἰς ἀρετῆς λόγον νικῴη, τοῦτον τοῖς πᾶσι νικῶντα

    连词 ὡς 与宾格分词 νικῶντα(修饰 τοῦτον)连用,依附于主要动词 ἑωρᾶτο,表示城邦行事的内在原则或认定(“认定凡是……”)。关系从句中的 νικῴη 是间接引语中的斜格祈愿语气(optative of indirect discourse),代表原本的普遍假定条件句。

  5. 195οὐ τὰς ἐξ ἡμισείας

    该短语省略了阴性名词 μοίρας(份额/分担)。介词短语 ἐξ ἡμισείας 意为“半数/半心半意地”,冠词 τὰς 与之结合,表示程度的宾格含义(“他们不以半心半意的态度去从事国事”)。紧接在后的 οὐδʼ ἂν ἐλάττονος ἔτι μοίρας 明确印证了省略的名词 μοῖρα。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg013.humanitext-grc2:194-195