- 底本
- Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg013.humanitext-grc2:192-193
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者论证荷马对美涅斯透斯作了绝无保留的最高赞扬,并赞美雅典政制受神圣指引,且完美融合了王制、民主制与贵族制这三种政体的精髓。
μηδὲν δεῖσθαι τοιαύτης καταφυγῆς οὐδὲ τούτου στέρεται τοῦ ἡδύσματος. ἀλλʼ ὁ κοινὸς τῶν Ἑλλήνων ποιητὴς ἐν τῷ καταλόγῳ τῶν νεῶν τε καὶ πόλεων τὸν Ἀθηναίων στρατηγὸν εἰς ἄκρον φησὶν ἐλθεῖν "κοσμῆσαι ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας." καὶ τό γε πλείονος ἄξιον καὶ καθαρὸν τῆς εὐφημίας,1 τοὺς μὲν γὰρ ἄλλους οὓς ἐπαινεῖ κατὰ τὴν τοῦ σώματος ἕξιν ἢ καὶ ἄλλως πως ὡς ἀρίστους, ἂν οὕτω τύχῃ, τῶν Ἀχαιῶν, ἢ τῶν δείνων, οὕτως ἐπαινεῖ· φησὶ γοῦν αὐτῶν ἠδὲ καὶ ἵππων, οἳ ἅμʼ Ἀτρείδῃσιν ἕποντο, καὶ ἑτέρωθι λέγει, τῶν τότε ἐπὶ τοῦ Ἰλίου λέγων, ὡς ἄρα ἦν κράτιστος τὴν τοξικήν. καὶ Νέστωρ αὐτῷ λέγει πρός τινας τῶν ἐφʼ αὑτοῦ λαμπρῶν "ἤδη γάρ ποτʼ ἐγὼ καὶ ἀρείοσιν ἠέπερ ὑμῖν ἀνδράσιν ὡμίλησα." καὶ ἑξῆς ἀπαριθμεῖ πολλούς τινας, ὡς αὖ κἀκείνους παραπλησίους ἀλλήλοις ὄντας καὶ οὐδένα ὑπερέχοντα ἐπιφανῶς αὐτῶν. τοῦ δὲ Μενεσθέως μνησθεὶς ὁ ποιητὴς οὐδεμιᾷ τοιαύτῃ προσθήκῃ κέχρηται, ἀλλὰ ταῦτα πάντα περικόψας εἰσάπαξ φησὶ τῷ δʼ οὔπω τις ὅμοιος ἐπιχθόνιος γένετʼ ἀνήρ· ἐν δέ γε τοῖς ἄνω μικρὸν τούτων διηγεῖται περὶ τοῦ Ἐρεχθέως ὡς θρέψειε μὲν αὐτὸν ἡ θεὸς, τέκοι δʼ ἡ γῆ. οὐκοῦν ἴσως οὐδὲν ἀπεικὸς τοὺς μὲν ἄλλους, οὓς ἐφʼ ἑκάστων κρατίστους ὡρίσατο μετὰ προσθήκης, ἢ τῶν χρόνων, ἢ τῶν γενῶν, αὐτοὺς ἀναγορεύειν· ὃν δὲ τῶν ἀπʼ αὐτῆς τῆς γῆς φύντων ὡς ἄριστον ἐπαινεῖ, τοῦτον ὡς διὰ πάντων τῶν ἐν τῇ γῇ φύντων ἄριστον ἐπαινέσαι. δύο τοίνυν ἀρίστους τὰ πρὸς τὸν πόλεμον τιθεὶς τῶν Ἀχαιῶν, Σαλαμίνιον δή που λέγει τὸν ἕτερον τῶν ἐπωνύμων. ἕν τι δή που καὶ τοῦτο λέγεται σεμνὸν κατὰ τὴν Λακεδαιμονίων πολιτείαν, ὅτι αὐτοῖς ὁ θεὸς συνέταξε τὸ κατʼ ἀρχὰς τοὺς νόμους· ὁ δέ γε αὐτὸς οὗτος θεὸς τάς τε φυλὰς φαίνεται διελὼν τῇ πόλει καὶ τὰ γένη καὶ τὰς ἑκάστοις προσηκούσας θυσίας θύειν ἀναθεὶς, ὥσπερ οὖν καὶ βασιλέας καὶ ἄρχοντας καὶ τὴν ἄλλην πολιτείαν σχεδὸν ἅπασαν διορίσας αὐτοῖς. ὥστʼ οὐχ ἧττον ἂν εἴη τῆς πόλεως ὁ θεὸς νομοθέτης ἢ ʼκείνων.
它根本不需要这样的避难所,也没有被剥夺这种修饰。相反,全希腊人的共同诗人,在船只与城邦的目录中说,雅典人的将领达到了极致: “在整饬马匹与持盾武士方面。” 并且在此赞颂中更具价值且纯粹之处在于:当他因身体素质或其他缘故赞美其他人为阿开奥斯人中、或某些英雄中最优秀者时,他是以这种受限的方式赞美的;无论如何他说道: “在跟随阿特柔斯之子的人们自身以及马匹之中,”并在别处谈到当时在伊利昂的人们时说,他在弓术上确是最强。涅斯托尔也对自己时代的杰出人物说道: “因为我曾与更甚于你们的 英豪交往。” 接着他列举了许多人,仿佛那些人彼此之间也是旗鼓相当,并无一人在他们之中卓越超群。然而诗人在提及美涅斯透斯时,没有使用任何这类的附带限定,而是将所有这些一概省去,一锤定音地说: “在大地上尚未有凡人能与他相比。” 而在这些诗句稍前之处,他谈到厄瑞克透斯时叙述说,女神养育了他,而大地生下了他。因此,也许完全合理的是:对于那些他在各方面附带时间或种族限定而判定为最强的人,他作了受限的宣告;而对于这位他赞颂为自大地本身所生之人中最优秀者,他是把他赞颂为全大地所生一切凡人中最优秀的。因此,在列出阿开奥斯人中战事最强的两人时,他无疑将其中另一位冠名英雄称为萨拉米斯人。关于拉刻代蒙人的政制,也有一件被尊为体面的事流传,即神最初为他们制定了法律;然而这同一位神,显然也为这座城邦划分了部族和宗族,指定了向各方献上应有祭品的规矩,正如他也同样为他们〔雅典人〕确立了国王、执政官以及几乎所有其他政制体系。因此,这位神作为本城邦的立法者,绝不亚于作为他们那里的立法者。
βούλομαι δὲ καὶ περὶ τῆς πολιτείας αὐτῆς μνησθῆναι διὰ βραχέων, ὡς ἂν οἷός τε ὦ· καὶ γὰρ ἅπαντες μὲν αὐτὴν ἐγκωμιάζουσιν, οὐ μὴν διηρευνήσατό γε ἅπαν τὸ ἐνὸν σχεδὸν οὐδείς· ἐγὼ δὲ ἁπλοῦν τε καὶ οὐχ ἁπλοῦν λέγω. τριῶν γὰρ οὐσῶν, ὡς ἀνωτάτω διελέσθαι, τῶν πολιτειῶν, ᾗ τις ἂν τίθηται, τίθεται τῇ πόλει.2 βασιλείαις μέν γε τὸ ἐξ ἀρχῆς φανεῖται χρωμένη, γενεὰς οὐκ ὀλίγας τινὰς, οὐ μόνον τῶν Ἐρεχθειδῶν, ἀλλὰ καὶ τῶν ὕστερον ἀξίων ὀφθέντων. δημοκρατία δʼ αὖ καὶ παιδὶ γνώριμος καὶ καθαρωτάτη δὴ καὶ μεγίστη τῶν πασῶν ἡ παρʼ ὑμῖν γεγενημένη. καὶ μὴν εἰς τὴν ἐξ Ἀρείου πάγου βουλὴν βλέψαντα πάντα ἂν ἡγοῦμαι φῆσαι μὴ εἶναι καλλίω λαβεῖν ἀριστοκρατίας εἰκόνα μηδʼ ἥτις σώζει μᾶλλον τοὔνομα. οὕτω πάντα τὰ τῶν πολιτειῶν παραδείγματα ἐνθένδε ὥρμηται· καθάπερ γὰρ νομοθετοῦσα τοῖς ἀνθρώποις ἡ πόλις πρὸς τοὺς αὑτῶν τρόπους ἑκάστοις ἐκλέγεσθαι τὸ πρόσφορον, οὕτω πάντα ἐξεῦρέ τε καὶ προὔθηκεν εἰς κοινὸν, βοηθοῦσα τῇ φύσει πανταχῆ· ὅπερ καὶ κατὰ τοὺς καρποὺς καὶ πολλὰ ἕτερα ἐπιδείκνυμεν αὐτὴν βεβουλευμένην.3 ὃ δέ γε ἔτι μεῖζον καὶ τελεώτερον, οἵ τε γὰρ βασιλεῖς αὐτοὶ φανοῦνται διαφερόντως τῶν ἄλλων τὴν κοινότητα ἀγαπήσαντες, καὶ μάλιστα δή που πρὸς τοὺς πολλοὺς ἐξ ἴσου ταῖς γνώμαις καταστάντες, ὅ τε δῆμος, εἴ τινα εὕροι που τῶν πολλῶν ὑπερέχοντα, ἐθελοντὴς ἑαυτοῦ προϊστάμενος καὶ χρώμενος οἷον ἄρχοντι διηνεκεῖ, τὸ δʼ αὐτὸ τοῦτο καὶ τοῖς ὀλίγοις φυλάττων, εἰ τῶν ἄλλων ἀμείνους ὄντας αἴσθοιτο, ἐφαμίλλους δὲ ἐν σφίσιν αὐτοῖς. ὡσαύτως δὲ καὶ ἡ βουλὴ τὸν δῆμον ὅπως μείζω καταστήσῃ σκοποῦσʼ ἀεὶ, τὸ δʼ αὑτῆς οὐδεπώποτε ἰδίᾳ λογισαμένη, ἀλλὰ ταύτην καὶ καλὴν καὶ γιγνομένην πλεονεξίαν ἑαυτῆς κρίνουσα, τὸ τῶν πολλῶν ἐπὶ σωτηρίᾳ μετʼ εὐδοξίας προΐστασθαι. ὥστʼ εἰκότως οὐ μόνον κατὰ τὴν πολιτείαν ἑκάστην, ἀλλὰ καὶ κατὰ τὴν κρᾶσιν τῶν πολιτειῶν παρὰ πάντας τοὺς ἄλλους εὐδοκιμεῖν εἶναι τῇ
我还希望在我力所能及的范围内,简要提及政制本身;因为人人都在颂扬它,但几乎无人彻底探究其内在的全部;而我认为它既简单又不简单。因为若在最高层面上进行划分,共有三种政制,无论人们主张哪一种,它都存在于本城邦。从一开始,人们就会看到本城邦施行了王制,延续了不止数代,不仅是厄瑞克透斯的后裔,还包括后来被视为当之无愧的人。另一方面,民主制连孩童也熟知,在你们这里出现的民主制确实是一切〔民主制〕中最纯粹、最宏大的。再者,我认为任何人只要注视战神山议事会,都会说不可能找到比这更美好的贵族制肖像,或更能名副其实的建制。如此一来,一切政制的典范皆发源于此;因为正如城邦在为全人类立法,以便每个人能根据自己的习性选择适宜的制度一样,它发现了一切并公之于世,处处辅助自然——正如我们所表明的,它在农作物与许多其他事物上也曾作此考量。而更加重大、更为完满的是:国王们本身显现出远胜他人的热爱共同体之心,在心志上最能与民众平等相待;而人民若在何处发现超越众人的人才,便欣然推举其为首领,视其如长任的长官;若察觉少数人优于他人且在彼此之间相互竞争,便也对这些少数人抱持同样的态度。同样地,议事会总是关注如何使人民更为壮大,从未私自谋算自身利益,而是断定:为了民众的拯救而伴随着美名去领导他们,这才是自身美好且理应获得的优越。因此,城邦无论是在各个单独的政制中,还是在各种政制的调和融汇中,都理所当然地比所有其他城邦更为卓越。
- 192καὶ τό γε πλείονος ἄξιον καὶ καθαρὸν τῆς εὐφημίας
中性名词化短语 πλείονος ἄξιον 和 καθαρὸν τῆς εὐφημίας 置于句首,充当提引后文的宾格或主格独立主题短语(“赞扬中更具价值且纯粹之处”),引出后文 τοὺς μὲν γὰρ ἄλλους... 的对比。属格 τῆς εὐφημίας 受 καθαρόν 支配,表示范围或分离(“在称赞方面纯粹/不受杂质局限的”)。
- 193τριῶν γὰρ οὐσῶν, ὡς ἀνωτάτω διελέσθαι, τῶν πολιτειῶν, ᾗ τις ἂν τίθηται, τίθεται τῇ πόλει.
τριῶν... οὐσῶν... τῶν πολιτειῶν 是属格独立结构。ὡς ἀνωτάτω διελέσθαι 是独立不定式短语(“若从最高层面加以划分”)。主句中的中间态 τίθεμαι 意为“认定/归类”:“无论人们主张哪一种政体,它都被认定为归属于该城邦”(τῇ πόλει 为与格,表示归属或利益)。
- 193ὅπερ καὶ κατὰ τοὺς καρποὺς καὶ πολλὰ ἕτερα ἐπιδείκνυμεν αὐτὴν βεβουλευμένην.
关系代词中性单数 ὅπερ 指代前文“处处辅助自然”一事,作内容宾格;动词 ἐπιδείκνυμεν 支配宾格 αὐτήν(城邦)和补足分词 βεβουλευμένην(“正如我们所证明的,城邦在农作物及许多其他事物上也曾作此筹划”)。
