- 底本
- Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg013.humanitext-grc2:196-197
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿里斯提德论证了雅典在文辞、智慧、政务与神谕恩典各方面的至高卓越,敦促全希腊人以此邦为荣,并将本演说作为献礼为泛雅典娜节画上句号。
παραδείγματα; ἢ ποίοις ἂν λόγοις χρησάμενος βέλτιον ἂν παρακελεύσαιτο; ἀλλʼ ἐν ταῖς πανηγύρεσιν; ἀλλʼ αὐτὴ τούτων ἡγεμών. ἀλλʼ ἐν ταῖς ἐκκλησίαις καὶ τῇ τῶν κατὰ τὴν πόλιν διοικήσει; καὶ τίς δήμων αὐτὸς ὀξύτερος καὶ πραότερος, ἢ τίνες δημαγωγοὶ μᾶλλον ἄξιοι θαυμάσαι; ἀλλʼ ἐν τῇ τῶν λόγων ἀσκήσει καὶ τῆς λοιπῆς σοφίας; ἀλλʼ ἔτι καὶ νῦν ἐνταῦθα πάντες συνέρχονται· καὶ τὰ γένη τῶν φιλοσόφων οὐ τέθνηκε τῇ τῆς πόλεως ἀγαθῇ τύχῃ, χωρὶς τοῦ καὶ τοὺς ὅπου δὴ γῆς ἀναγκαίως ἔχειν ἅμα τῶν τε λόγων καὶ τῶν Ἀθηναίων μεμνῆσθαι, καὶ μηδέποτε ἐκβαλεῖν ἂν ἐκ τῆς ψυχῆς τὸ εἴδωλον, ὥσπερ ἐν κατόπτρῳ τοῖς λόγοις ἐμβλέποντας. καὶ γάρ τοι πᾶσι μὲν ἀνθρώποις οὕτως αἰδέσιμον τοὔνομα καὶ τοὔδαφος τῆς πόλεως ὡς οὐδὲν ἄλλο ἓν καὶ τὸ αὐτὸ καὶ οὔτʼ ἰδιῶται οὔτε βασιλεῖς μικρὰ ἄττα ἐτίμησαν, ἀλλʼ οὕτως ὥστʼ αὐτοὺς ἀγάλλεσθαι ταῖς ὑπερβολαῖς τῶν τιμῶν αἷς ἐπεδείκνυντο. φανερὰ δὲ καὶ ἡ παρʼ αὐτῶν τῶν θεῶν εὔνοια καὶ ψῆφος καὶ διὰ τοῦ κοινοῦ μάντεως καὶ ἐξηγητοῦ τοῦ πατρῴου τῇ πόλει, θύειν τε ὑπὲρ τῶν Ἑλλήνων τὴν προηροσίαν κελευόντων καὶ μητρόπολιν τῶν καρπῶν αὐτὴν ἐπονομαζόντων, ἔτι δὲ στεφανηφορεῖν ἀξιούντων,1 ὡς διὰ βίου νικῶσαν. ἀετόν τε ἐν νεφέλαις αὐτὴν ὁ θεὸς καλεῖ πρὸς τἄλλα πολίσματα. μόνῃ δʼ, ὡς ἔοικε, ταύτῃ πόλεων δύο τἀναντία συμβέβηκε· πλεῖστά τε γὰρ καὶ κάλλιστʼ ἀνθρώποις εἴρηται περὶ ταύτης καὶ οὐκ ἔστιν ἥτις ἐλαττόνων τετύχηκε. πρὸ μὲν γὰρ τῶν ἄλλων τεθαύμασται, ἄξιον δʼ αὑτῆς οὐδὲν ἤκουσε. πρότερον μὲν οὖν ἠγάμην ἀκούων τὸ τῆς σοφίας πρυτανεῖον καὶ τὴν τῆς Ἑλλάδος ἑστίαν καὶ τὸ ἔρεισμα καὶ ὅσα τοιαῦτα εἰς τὴν πόλιν ᾔδετο, νῦν δέ μοι δοκεῖ πάντα ταῦτα εἴσω πίπτειν.2 ἀλλʼ εἴ τινα χρὴ πόλιν θεῶν ὕπαρχον ἢ συγγενῆ προσειπεῖν ἢ τῆς φύσεως τῆς ἀνθρωπείας εἰκόνα καὶ ὅρον, ἥδʼ ἄν μοι δοκεῖ δικαίως κληθῆναι.
楷模呢?或者使用何种言辞能够更好地鼓舞士卒?难道是在盛大的节庆集会中吗?但本城邦自身就是这些集会的领引者。难道是在公民大会以及城邦内务的治理中吗?又有哪里的民众自身更敏锐且更温和,或者有哪里的政治领袖更值得钦佩?难道是在言辞的锤炼和其余的智慧之中吗?但直至今日,所有人依然汇聚于此;因着城邦的善好机运,哲人们的学派未曾断绝——更不用说无论身处大地何方的人们,都必然在想起言辞的同时也想起雅典人,并且绝不可能将这一形象从心灵中抹去,宛如在言辞中如临明镜一般。确实,对全人类而言,本城邦的名声与水土受人敬仰之深,乃是其他任何独一之物所无法比拟的,无论平民还是君王都未曾以微薄之礼予以尊奉,而是极尽尊荣,甚至因自身所展现的非凡礼遇而深感自豪。众神自身的青睐与决断同样昭然若揭,这是通过全希腊共同的神谕者兼城邦祖传的解释者所表明的:他们命令雅典代表全体希腊人行农耕前的先献之祭,称其为庄稼的母邦,更判定它应佩戴冠冕,宛如一生常胜之人。神明甚至称它为相对于其他城邦而言‘云中的雄鹰’。似乎在所有城邦中,唯独于此地发生着两件截然相反之事:因为世人关于它虽已说尽了最多、最美好的言辞,却没有任何一座城邦得到的赞辞比与其自身价值相比更为不足。它固然在所有城邦之前受到景仰,却未曾听闻任何配得上它自身的称颂。往昔,当我听到人们称它为智慧的市政公厅、希腊的祭坛圣火、支柱以及向城邦唱出的种种赞词时,我固然心怀赞叹;但如今,所有这些称谓在我看来都未达其实。如果有什么城邦理当被称为众神的代理或亲族,或者被称为人类天性的肖像与至高尺度,那么在我看来,唯有这一城邦才配得上如此公允的称呼。
ἀνθʼ ὧν, ὦ ἄνδρες Ἕλληνες, οὔτε φθόνον εἰκὸς ἔχειν τῇ πόλει οὔθʼ ὑποχωροῦντας αἰσχύνεσθαι, ἀλλὰ συναύξειν ἐκ τῶν ἐνόντων καὶ φιλοτιμεῖσθαι. τῶν γὰρ Ἀθηναίων νικώντων, παρʼ ὑμῖν ἐστι τὸ νικᾶν. πάντας μὲν γὰρ ἁπάντων εἶναι ἀρίστους ἀδύνατον. ὥσπερ δὲ ὅταν στρατηγὸς προέχῃ, μετέχει τῆς δόξης ἡ πόλις, οὕτω τῆς ἡγουμένης πόλεως τὰ εἰκότα τιμωμένης ἅπασι μέτεστι τῆς φιλοτιμίας. οἶμαι δὲ οὐδʼ αὐτοῖς Ἀθηναίοις φέρειν αἰσχύνην, ἄν τις αὐτοῖς πρεσβεύῃ τὴν ἀκρόπολιν.3 χρὴ τοίνυν καὶ ὑμᾶς, ὥσπερ ἀκρόπολίν τινα ἢ κορυφὴν νομίσαντας τῆς Ἑλλάδος καὶ τῶν ὁμοφύλων τὴν πόλιν καὶ ἔργῳ καὶ λόγῳ κοσμεῖν, καὶ μετέχειν τῆς δόξης, ἀλλʼ οὐκ ἀποστερεῖσθαι νομίζοντας. εἴργασται καὶ ἡμῖν ὁ λόγος ἀντὶ τοῦ πέπλου κόσμος Παναθηναίων τῇ θεωρίᾳ· δοῦναι δὲ χάριν τῆς αὐτῆς θεοῦ ἧσπερ καὶ ὁ λόγος καὶ ἡ πόλις.
有鉴于此,希腊的人们啊,对这座城邦既不应抱有嫉妒,也不当为退让自居其后而感到羞耻,反而应当竭尽所能共同光大它,并以此为傲。因为当雅典人获胜之时,那胜利亦属于你们。所有人都成为所有人当中最优秀的,这是不可能的;但正如将领卓越时城邦同享荣耀,当领袖城邦获得应有的尊奉时,所有人便共享这份荣光。而且我认为,若有人敬奉他们的高丘,这对于雅典人自身而言也绝不带来羞耻。因此,你们也应当把这座城邦视为希腊和同族之人的某种卫城或冠顶,在事功与言论上都加以荣饰,分享其光荣,而非自以为遭到了剥夺。对我们而言,这篇言辞亦已告完成,以替代织袍,作为泛雅典娜节盛典的华饰;而赐予恩典,则属于那统领着这篇言辞与这座城邦的同一位女神。
- 196κελευόντων καὶ μητρόπολιν τῶν καρπῶν αὐτὴν ἐπονομαζόντων, ἔτι δὲ στεφανηφορεῖν ἀξιούντων
属格阳性复数分词κελευόντων、ἐπονομαζόντων与ἀξιούντων在语法上并非修饰紧邻的单数介词短语διὰ τοῦ κοινοῦ μάντεως καὶ ἐξηγητοῦ,而是依照意义呼应(constructio ad sensum)前文的复数名词τῶν θεῶν(众神),指众神通过德尔斐神谕所传达的谕旨。
- 196εἴσω πίπτειν
源自箭术隐喻(未及靶心而落在近处)的习语,意为“未达标”、“不及其实”,指前文提及的种种赞美称谓(如“智慧的市政公厅”等)在雅典真正的崇高面前显得力有不逮。
- 197ἄν τις αὐτοῖς πρεσβεύῃ τὴν ἀκρόπολιν
动词πρεσβεύω支配宾格τὴν ἀκρόπολιν与与格αὐτοῖς,意为“为他们敬重/奉……为首”。语境表达的是:即使他邦之人将卫城推崇为至尊,这对雅典人自身而言也绝非屈辱。
