- 底本
- Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg013.humanitext-grc2:190-191
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者赞颂了阿雷奥帕戈斯法庭、恤死赈残的城邦法度、针对阿尔特米俄斯的法令、调解希腊诸邦的使团外交以及厄琉息斯秘仪的无上地位,并将雅典的集体荣耀与仅依附荷马史诗单一英雄的他邦相对照。
Σωκράτει τῷ παρʼ ὑμῶν· ὥστε καὶ τῆς ἐπὶ τοῖς κοινοῖς καὶ τῆς ἐπὶ τοῖς ἄκροις φιλοτιμίας μετέχειν τὴν πόλιν καὶ μηδὲν εἶναι τῶν ὀνομαστῶν ὅτῳ μὴ τὸ τῶν Ἀθηνῶν ὄνομα ἐπιφημίζεται. εἰ τοίνυν τις ἐρωτῴη ποῖον τῶν ἐν τοῖς Ἕλλησι δικαστηρίων ἐντιμότατον καὶ ἁγιώτατον, τὸ ἐν Ἀρείῳ πάγῳ πάντες ἂν φήσαιεν. ἔθεσι δὲ τίνες κοινοτάτοις καὶ δημοτικωτάτοις ἐχρήσαντο; ἡ τῶν Ἀθηναίων πόλις ὁμοίως Ἀθηναίοις τε καὶ πᾶσιν ἀναγκαῖον εἰπεῖν, εἰ τἀληθῆ λέγειν ἐθέλοιεν. καὶ τὸ μὲν διὰ πάντων ἀποδεικνύναι συχνοῦ καὶ λόγου καὶ χρόνου, μόνοι δʼ ἁπάντων ἀνθρώπων τρία ταῦτʼ ἐνομίσατε· τῶν μὲν ὑπὲρ τῆς πόλεως τελευτησάντων αὐτῶν μὲν ἐπαίνους1 ἐπὶ ταῖς ταφαῖς καθʼ ἕκαστον ἔτος λέγειν, τοὺς δὲ παῖδας δημοσίᾳ τρέφειν ἄχρι ἥβης, καὶ τηνικαῦτα ἀποπέμπειν ἐπὶ τοὺς πατρῴους οἴκους μετὰ τῶν πανοπλιῶν· τοὺς δʼ ἀδυνάτους τῶν πολιτῶν δημοσίᾳ τρέφειν. ὥστε καὶ τὴν δύναμιν καὶ τὴν ἀδυναμίαν τιμῶντες ἐδείξατε ὡς ἑκάτερον προσῆκε. ψηφίσματα τοίνυν πόθεν ἢ λαμπρότερα ἢ φιλανθρωπότερα; ὧν ἃ μὲν ἐν τοῖς εἰρημένοις ἐστὶ παραλείπω, ἓν δʼ ὡσπερεὶ δείγματος χάριν ἔστω μοι κατὰ παντὸς τοῦ περὶ ταῦτα λόγου, τὸ κατʼ Ἀρθμίου τοῦ Ζελείτου νικῆσαν· ὃν, ἐπεὶ τῷ βασιλεῖ διακονῶν χρυσίον ἤγαγεν εἰς Πελοπόννησον, πολέμιον τοῦ δήμου τοῦ Ἀθηναίων ἐψηφίσαντο αὐτὸν καὶ γένος καὶ ἀτίμους.2 καίτοι μόνου τούτου πάνθʼ ὁμοῦ τὰ τῶν ἄλλων ἀπολείπεται. πρεσβείας τοίνυν πλείστας μὲν ἐδέξατο, πλείστας δʼ ἐξέπεμψε. καὶ τοῦτο εἰ μὲν ὅλως ὁμολογεῖται· εἰ δὲ μὴ, τῇ προσθήκῃ μεῖζον γίγνεται,3 πλείστας γὰρ ὑπὲρ τῶν δεομένων ἀπέστειλεν. ὅσα μὲν οὖν ἢ κοινῇ τοὺς Ἕλληνας μὴ πολεμεῖν ἀλλήλοις ἑκάστοτε πείθουσα, ἢ τοὺς ἐν χρείᾳ παραμυθουμένη διεπρεσβεύσατο, ἀναγκαῖον παραλιπεῖν διὰ πλῆθος. δυοῖν δὲ κἀνταῦθα μνησθήσομαι· Ἀργείους μὲν γὰρ στασιάζοντας ἐν αὑτοῖς ἔπαυσε, Κρῆτας δὲ πολεμοῦντας πρὸς ἀλλήλους διήλλαξεν. εὐσεβείας τοίνυν ἅμα καὶ πραότητος καὶ φρονήματος τίς ἂν εἰπεῖν ἔχοι δεῖγμα κάλλιον; Κορινθίων γὰρ ψηφισαμένων ποτὲ μὴ δέχεσθαι τῇ πανηγύρει τὴν ἐνθένδε θεωρίαν, ἀλλὰ καὶ διὰ πρεσβείας ἀπειπόντων τῇ πόλει μὴ πέμπειν, κοσμήσαντες ὁμοῦ τούς τε θεωροὺς καὶ τοὺς ὁπλίτας ἀπέστειλαν, ὡς δʼ ἦσαν Ἐλευσῖνι, Κορίνθιοι μὲν ἧκον σπενδόμενοι, οἱ δὲ τὴν θεωρίαν πέμψαντες τοὺς ὁπλίτας ἐπανήγαγον. ἀλλὰ μὴν τῶν γε μυστηρίων τὰ μὲν ὡς ἀρχαῖα τετίμηται, τὰ δʼ ὡς ἀναγκαῖα, τὰ δʼ ὡς πλείστοις γνώριμα. πάσαις τοίνυν ταῖς ψήφοις προφέρει τὰ Ἐλευσίνια. καὶ περὶ μὲν τῶν ἄλλων οὐχ ἡμῶν ὁ λόγος· μόνοι δὲ τῶν Ἑλλήνων καθʼ ἕκαστον ἔτος ποιεῖτε πανήγυριν οὐδεμιᾶς πεντετηρίδος φαυλοτέραν καὶ δέχεσθε τῷ Ἐλευσινίῳ πλείους ἢ ἕτεροι τῇ πάσῃ πόλει· καὶ πάντες ἐρίζουσιν ἀεὶ τὴν παροῦσαν ἑορτὴν νικᾶν πολυανθρωπίᾳ. ἀλλὰ μὴν Ἡρακλέα γε καὶ Διοσκούρους ἅπαντες δή που θεοὺς εἶναι νομίζουσι· τούτοις δέ γε, ἕως ὡμίλουν ἀνθρώποις, πρώτοις ξένων ἡ πόλις δείκνυσι τὰ ἱερά· ὥστε οἷς νῦν ἱερὰ δρῶμεν, τούτους ἱεροποιήσασα αὕτη φαίνεται. καὶ μὴν ἀγῶνάς γε τοῦ πρώτου τέλους μία δὴ πόλις αὕτη πλείστους ἁπάντων ἔτι νῦν ἄγει. ὡς δʼ εἰπεῖν, ἅπαντα ἢ παρʼ ὑμῖν ἐστι μόνοις, ἢ καὶ παρʼ ὑμῶν, καὶ τριῶν ἕν γέ τι συμβέβηκε· τὰ μὲν γὰρ παρʼ ὑμῶν ἤρξατο, τὰ δʼ ὡς κάλλιστα παρʼ ὑμῖν ἐστι, τὰ δʼ ὡς πλεῖστα. εἰσὶ τοίνυν οἳ μηδὲν ἔχοντες φανερὸν δεῖξαι μηδʼ εἰπεῖν ἔργον ἑαυτῶν, μηδὲ ἐφʼ ὅτῳ δικαίως ἂν φρονοῖεν, ἐπὶ τοὺς Τρωικοὺς καταφεύγουσι χρόνους καὶ φιλοτιμίας ἀμφισβητοῦσιν, οὐδʼ οὕτω λέγοντες οὐδὲν κοινὸν ἑαυτῶν, ἀλλʼ ἑνὸς ἀνδρὸς δόξης ἐξαρτώμενοι, οἷον Φθιῶται καὶ Πύλιοι καὶ Ἰθακήσιοι, ὥσπερ τινὲς γεωπεῖναι, διʼ ἑνὸς τῶν πλουσίων ἑαυτοὺς ποιούμενοι.4 ἡ πόλις δὲ πρὸς τῷ
以及出自你们当中的苏格拉底;以至于这座城邦既分享了关涉平民之事的荣耀,亦分享了关涉登峰造极之事的荣耀,且在所有闻名遐迩的事物中,绝无任何一项不被冠以雅典的名号。那么,若有人询问在希腊人的法庭之中哪一座最为尊严且最为神圣,所有人都会说是阿雷奥帕戈斯法庭。而又有谁践行了最注重公益且最符合民主的习俗?雅典人与众人皆同样必须承认是雅典人的城邦,只要他们愿意道出真相。若要逐一证明这一点,势必需要繁多的论辩与漫长的时间;但你们在全人类中唯独确立了这三项习俗:对为城邦捐躯者本人,每年在葬礼上发表悼词予以颂扬;将其遗孤由公费抚养直至成年,届时赐予整套甲胄遣送回其父祖之家;并由公费赡养公民中伤残无力者。因而你们在尊崇勇武与矜恤无力两方面,皆显明了恰如其分之道。那么,究竟何处的法令能比这里更为光辉、更为仁爱呢?在这些法令中,凡已述及者我便略过,但请允许我举出一项法令,作为关涉这一切论述的典范——即针对泽勒亚人阿尔特米俄斯获得通过的法令。当此人效力于波斯大王、将黄金运入伯罗奔尼撒时,雅典人通过决议,宣告他本人及其家族为雅典人民的公敌并褫夺公权。然而,即便将其他人的一切作为合在一起,亦不及此一单独法令。再者,她接待了最多的使团,亦派遣了最多的使团。若这一点获得全然承认,自当如此;若不然,加上限制条件后则显得更为伟岸,盖因她为求助者派遣了最多的使团。至于她究竟派遣了多少使团每次共同劝谕希腊人切勿相互攻伐,抑或抚慰困厄中的人们,因数量繁多而不得不略过。但在此处我亦将提及两件事:她平息了阿尔戈斯人的内部派系纷争,并调停了相互交战的克里特人。那么,关于虔敬、温和与崇高气节兼备的典范,又有谁能道出比这更优异的例子呢?昔日科林斯人曾通过决议,拒绝在节日庆典中接待来自此地的神圣使团,甚至遣使禁止城邦派遣,雅典人遂同时严加整备使节与重装步兵将他们派出;而当他们进抵厄琉息斯时,科林斯人便前来求和缔约,雅典人遂送神圣使团前行,而将重装步兵引退回国。再者,在各类秘仪中,有些因古老而受尊崇,有些因必不可少而受尊崇,有些则因知晓者最众而受尊崇。因此,厄琉息斯秘仪获得了所有选票的一致推崇。论及其他秘仪并非我们的本意;然而在希腊人中,唯独你们每年举办绝不逊于任何四年一度大祭的盛典,且你们在厄琉息斯圣域接待的人数,比其他城邦在整座城中所容纳的还要多;所有人亦始终竞相使当下的节日庆典在人数上拔得头筹。再者,众人想必皆公认赫拉克勒斯与狄俄斯库洛伊为神明;然而,当他们尚在人间与凡人交往之时,城邦便将他们作为首批外邦人引领进入秘仪;以至于我们如今向其献祭的神圣对象,显然正是经由她赋予了神圣地位。况且,至今仍是这唯独一座城邦举办了全天下最多的一等竞技祭典。简而言之,万物要么仅存在于你们这里,要么源自你们,且三者之中必居其一:要么由你们始创,要么以最美好的形态存在于你们这里,要么在你们这里最为充裕。然而,有些人无法展示或述说自身任何显赫的作为,亦无任何可以正当自豪之处,便逃避至特洛伊时代去争夺荣耀;即便是这样,他们亦说不出自身任何共同的伟绩,而是依附于单个人的名声——如同费提亚人、皮洛斯人与伊萨卡人那样,恰似某些贫苦佃农,仅凭一名富人来确立自身的地位。然而城邦除了……
- 190τῶν μὲν ὑπὲρ τῆς πόλεως τελευτησάντων αὐτῶν μὲν ἐπαίνους
属格 τῶν μὲν ὑπὲρ τῆς πόλεως τελευτησάντων 作为宾格性/属格性修饰语依附于 ἐπαίνους。在句子骨架上,它构成了三重对称安排的第一环(αὐτῶν μὲν ... τοὺς δὲ παῖδας ... τοὺς δʼ ἀδυνάτους),其中 αὐτῶν 作为强调代词,用以明确死者本人与其遗孤(τοὺς δὲ παῖδας)之间的对照。
- 190πολέμιον τοῦ δήμου τοῦ Ἀθηναίων ἐψηφίσαντο αὐτὸν καὶ γένος καὶ ἀτίμους
ἐψηφίσαντο 的直接宾语为 αὐτὸν καὶ γένος,而 πολέμιον 与 ἀτίμους 为其补足语(述语宾格)。尽管前面的宾语词组包含单数与集合名词(αὐτὸν καὶ γένος),但法律术语 ἄτιμος 采用了复数宾格 ἀτίμους,这属于按意义一致(constructio ad sensum),意指将阿尔特米俄斯及其族人所有人皆视作被褫夺公权者。
- 190καὶ τοῦτο εἰ μὲν ὅλως ὁμολογεῖται· εἰ δὲ μὴ, τῇ προσθήκῃ μεῖζον γίγνεται
在前半句条件从句 εἰ μὲν ὅλως ὁμολογεῖται 中,主句(如 ἔχει καλῶς '便好/足矣')被省略。后半句的转折对比 εἰ δὲ μὴ('若非如此')与 τῇ προσθήκῃ('借助附加限制条件')与之构成紧凑的修辞对照。
- 191διʼ ἑνὸς τῶν πλουσίων ἑαυτοὺς ποιούμενοι
动词 ποιεῖσθαι 与 διά 配合属格,在此意为“凭借某人来确立自身地位/维系自身存在”。承接前面的比喻 ὥσπερ τινὲς γεωπεῖναι(“恰似某些贫苦佃农”),生动地描绘了那些缺乏集体勋业的城邦,只能像依附大地主的贫农一样,靠单个荷马史诗英雄(如阿喀琉斯、涅斯托耳、奥德修斯)的名望来自我装点。
